Humanitext Reader

柏拉图 · 泰阿泰德篇 §178-179

关于未来的尺度学说之破产与流变论

第 24 段,共 45 段 · 希腊语

内容简介

苏格拉底指出,在涉及“未来”的预测和立法等领域时,普罗泰戈拉的“人是万物的尺度”理论无法成立,因为专业人士的预判更为权威。随后,讨论转向对赫拉克利特流变学说的检验,该学说是即时感觉皆为真这一主张的基础。

§178ΘΕΟ. οὐδαμῶς.
德奥多洛斯:绝不。
ΣΩ. ἦ οὖν καὶ τυγχάνει ἀεί, ἢ πολλὰ καὶ διαμαρτάνει ἑκάστη;
苏格拉底:那么,各城邦是始终能达到目的,还是在许多情况下也会犯错?
ΘΕΟ. οἶμαι ἔγωγε καὶ ἁμαρτάνειν.
德奥多洛斯:我个人认为,城邦也会犯错。
ΣΩ. ἔτι τοίνυν ἐνθένδε ἂν μᾶλλον πᾶς τις ὁμολογήσειεν ταὐτὰ ταῦτα, εἰ περὶ παντός τις τοῦ εἴδους ἐρωτῴη ἐν ᾧ καὶ τὸ ὠφέλιμον τυγχάνει ὄν·
苏格拉底:此外,如果有人就“有益”也恰好所属的那一整类事物提出询问,那么每个人都会从这里更进一步同意这些相同的事情;而这,我想,也是关于未来的时间。
ἔστι δέ που καὶ περὶ τὸν μέλλοντα χρόνον. ὅταν γὰρ νομοθετώμεθα, ὡς ἐσομένους ὠφελίμους τοὺς νόμους τιθέμεθα εἰς τὸν ἔπειτα χρόνον· τοῦτο δὲ μέλλον ὀρθῶς ἂν λέγοιμεν.
因为当我们立法时,我们所制定的法律是针对未来时间的,使其在未来有益;我们正确地称这部分为未来。
ΘΕΟ. πάνυ γε.
德奥多洛斯:确实如此。
ΣΩ. ἴθι δή, οὑτωσὶ ἐρωτῶμεν Πρωταγόραν ἢ ἄλλον τινὰ τῶν ἐκείνῳ τὰ αὐτὰ λεγόντων· πάντων μέτρον ἄνθρωπός ἐστιν, ὡς φατέ, ὦ Πρωταγόρα, λευκῶν βαρέων κούφων, οὐδενὸς ὅτου οὐ τῶν τοιούτων·
苏格拉底:来吧,让我们这样问普罗泰戈拉,或者其他和他说同样话的人:“人是万物的尺度”,正如你们所说,普罗泰戈拉,无论是白的、重的、轻的,还是绝对属于这一类的任何事物。
ἔχων γὰρ αὐτῶν τὸ κριτήριον ἐν αὑτῷ, οἷα πάσχει τοιαῦτα οἰόμενος, ἀληθῆ τε οἴεται αὑτῷ καὶ ὄντα.
因为人由于在自身中拥有这些事物的判定标准,并认为这些事物就如他所经历的那样,他就认为这些对他而言是真实的,也是存在的。
οὐχ οὕτω;
难道不是这样吗?
ΘΕΟ. οὕτω.
德奥多洛斯:是这样。
ΣΩ. ἦ καὶ τῶν μελλόντων ἔσεσθαι, φήσομεν, ὦ Πρωταγόρα, ἔχει τὸ κριτήριον ἐν αὑτῷ, καὶ οἷα ἂν οἰηθῇ ἔσεσθαι, ταῦτα καὶ γίγνεται ἐκείνῳ τῷ οἰηθέντι;
苏格拉底:我们还要问,普罗泰戈拉,关于未来将要发生的事,人是否也在自身中拥有判定标准,而且凡是他认为将要发生的事,就真的会发生在那个如此认为的人身上?
οἷον θερμή· ἆρʼ ὅταν τις οἰηθῇ ἰδιώτης αὑτὸν πυρετὸν λήψεσθαι καὶ ἔσεσθαι ταύτην τὴν θερμότητα, καὶ ἕτερος, ἰατρὸς δέ, ἀντοιηθῇ, κατὰ τὴν ποτέρου δόξαν φῶμεν τὸ μέλλον ἀποβήσεσθαι, ἢ κατὰ τὴν ἀμφοτέρων, καὶ τῷ μὲν ἰατρῷ οὐ θερμὸς οὐδὲ πυρέττων γενήσεται, ἑαυτῷ δὲ ἀμφότερα;
例如关于热:当某个外行认为自己会发烧并会有这种热,而另一个身为医生的人持相反意见时,我们要说未来会按照他们哪一方的意见而实现,还是按照双方的意见而实现,以至于对医生而言他既不热也不发烧,但对他自己而言这两者都会发生?
ΘΕΟ. γελοῖον μεντἂν εἴη.
德奥多洛斯:那确实会很荒谬。
ΣΩ. ἀλλʼ οἶμαι περὶ οἴνου γλυκύτητος καὶ αὐστηρότητος μελλούσης ἔσεσθαι ἡ τοῦ γεωργοῦ δόξα ἀλλʼ οὐχ ἡ τοῦ κιθαριστοῦ κυρία.
苏格拉底:但是,我想,关于将来会有的葡萄酒的甜或酸,农夫的意见,而不是琴手(吉他手)的意见,才是权威的。
ΘΕΟ. τί μήν;
德奥多洛斯:当然。
ΣΩ. οὐδʼ ἂν αὖ περὶ ἀναρμόστου τε καὶ εὐαρμόστου ἐσομένου παιδοτρίβης ἂν βέλτιον δοξάσειεν μουσικοῦ, ὃ καὶ ἔπειτα αὐτῷ τῷ παιδοτρίβῃ δόξει εὐάρμοστον εἶναι.
苏格拉底:同样,关于将来是不调和还是调和,体育教练也不会比音乐家下更好的判断,尽管此后连体育教练自己也会觉得这声音是调和的。
ΘΕΟ. οὐδαμῶς.
德奥多洛斯:绝不。
ΣΩ. οὐκοῦν καὶ τοῦ μέλλοντος ἑστιάσεσθαι μὴ μαγειρικοῦ ὄντος, σκευαζομένης θοίνης, ἀκυροτέρα ἡ κρίσις τῆς τοῦ ὀψοποιοῦ περὶ τῆς ἐσομένης ἡδονῆς.
苏格拉底:因此,在准备宴会时,对于一个非厨师的将要赴宴的人,他对未来美味的判断,要比厨师对未来产生的快乐的判断更不具权威。
περὶ μὲν γὰρ τοῦ ἤδη ὄντος ἑκάστῳ ἡδέος ἢ γεγονότος μηδέν πω τῷ λόγῳ διαμαχώμεθα, ἀλλὰ περὶ τοῦ μέλλοντος ἑκάστῳ καὶ δόξειν καὶ ἔσεσθαι πότερον αὐτὸς αὑτῷ ἄριστος κριτής, ἢ σύ, ὦ Πρωταγόρα, τό γε περὶ λόγους πιθανὸν ἑκάστῳ ἡμῶν ἐσόμενον εἰς δικαστήριον βέλτιον ἂν προδοξάσαις ἢ τῶν ἰδιωτῶν ὁστισοῦν;
因为关于目前对每个人来说已经是快乐的、或者过去已经是的事物,我们在辩论中暂且不去争论,但是关于未来对每个人来说将要显得并成为的事情,他自己是否是自己最好的判定者? 或者,普罗泰戈拉,对于我们在法庭上未来会产生说服力的辩词,你是不是能比任何一个外行人都做出更好的预判?
ΘΕΟ. καὶ μάλα, ὦ Σώκρατες, τοῦτό γε σφόδρα ὑπισχνεῖτο πάντων διαφέρειν αὐτός.
德奥多洛斯:确实如此,苏格拉底,关于这方面,他本人曾强烈保证自己超过所有人。
§179ΣΩ. νὴ Δία, ὦ μέλε·
苏格拉底:凭宙斯起誓,我的朋友!
ἢ οὐδείς γʼ ἂν αὐτῷ διελέγετο διδοὺς πολὺ ἀργύριον, εἰ μὴ τοὺς συνόντας ἔπειθεν ὅτι καὶ τὸ μέλλον ἔσεσθαί τε καὶ δόξειν οὔτε μάντις οὔτε τις ἄλλος ἄμεινον κρίνειεν ἂν ἢ αὐτός.
否则,如果没有说服他的弟子们,让他们相信对于未来将要发生和显现的事,无论是预言家还是其他任何人都不能比他自己做出更好的判断,就绝不会有人给他支付巨额银钱来和他辩论了。
ΘΕΟ. ἀληθέστατα.
德奥多洛斯:最真实不过了。
ΣΩ. οὐκοῦν καὶ αἱ νομοθεσίαι καὶ τὸ ὠφέλιμον περὶ τὸ μέλλον ἐστί, καὶ πᾶς ἂν ὁμολογοῖ νομοθετουμένην πόλιν πολλάκις ἀνάγκην εἶναι τοῦ ὠφελιμωτάτου ἀποτυγχάνειν;
苏格拉底:那么,立法和有益都是关乎未来的,而且每个人都会同意,立法城邦常常不可避免地无法达到最有利的结果,对吗?
ΘΕΟ. μάλα γε.
德奥多洛斯:确实如此。
ΣΩ. μετρίως ἄρα ἡμῖν πρὸς τὸν διδάσκαλόν σου εἰρήσεται ὅτι ἀνάγκη αὐτῷ ὁμολογεῖν σοφώτερόν τε ἄλλον ἄλλου εἶναι καὶ τὸν μὲν τοιοῦτον μέτρον εἶναι, ἐμοὶ δὲ τῷ ἀνεπιστήμονι μηδὲ ὁπωστιοῦν ἀνάγκην εἶναι μέτρῳ γίγνεσθαι, ὡς ἄρτι με ἠνάγκαζεν ὁ ὑπὲρ ἐκείνου λόγος, εἴτʼ ἐβουλόμην εἴτε μή, τοιοῦτον εἶναι.
苏格拉底:因此,我们可以对你的老师温和地说,他必须承认一个人比另一个人更聪明,而且这样的人才是尺度,但对于我这个无知的人来说,则绝无必要非得成为尺度,尽管正如刚才代表他的论证所强迫我的那样,无论我愿意与否,我都必须成为那样。
ΘΕΟ. ἐκείνῃ μοι δοκεῖ, ὦ Σώκρατες, μάλιστα ἁλίσκεσθαι ὁ λόγος, ἁλισκόμενος καὶ ταύτῃ, ᾗ τὰς τῶν ἄλλων δόξας κυρίας ποιεῖ, αὗται δὲ ἐφάνησαν τοὺς ἐκείνου λόγους οὐδαμῇ ἀληθεῖς ἡγούμεναι.
德奥多洛斯:在我看来,苏格拉底,他的论证在这一点上最容易被驳倒,尽管在以下这一点上也同样被驳倒:他把别人的意见视为权威,而这些意见显然认为他的论证绝不真实。
ΣΩ. πολλαχῇ, ὦ Θεόδωρε, καὶ ἄλλῃ ἂν τό γε τοιοῦτον ἁλοίη μὴ πᾶσαν παντὸς ἀληθῆ δόξαν εἶναι·
苏格拉底:德奥多洛斯,通过许多其他途径,也可以驳倒“并非每个人的所有意见都是真实的”这一主张。
περὶ δὲ τὸ παρὸν ἑκάστῳ πάθος, ἐξ ὧν αἱ αἰσθήσεις καὶ αἱ κατὰ ταύτας δόξαι γίγνονται, χαλεπώτερον ἑλεῖν ὡς οὐκ ἀληθεῖς.
但是,关于每个人当前的直接经验(受动状态)——从中产生感觉以及与之相应的意见——要将其驳倒为非真则要困难得多。
ἴσως δὲ οὐδὲν λέγω· ἀνάλωτοι γάρ, εἰ ἔτυχον, εἰσίν, καὶ οἱ φάσκοντες αὐτὰς ἐναργεῖς τε εἶναι καὶ ἐπιστήμας τάχα ἂν ὄντα λέγοιεν, καὶ Θεαίτητος ὅδε οὐκ ἀπὸ σκοποῦ εἴρηκεν αἴσθησιν καὶ ἐπιστήμην ταὐτὸν θέμενος.
不过也许我说的毫无意义;因为它们如果碰巧存在,那就是不可战胜的,而那些断言它们是清晰的、是知识的人,也许说的是真话,这里泰阿泰德在把感觉和知识视为同一时,也没有说得偏离目标。
προσιτέον οὖν ἐγγυτέρω, ὡς ὁ ὑπὲρ Πρωταγόρου λόγος ἐπέταττε, καὶ σκεπτέον τὴν φερομένην ταύτην οὐσίαν διακρούοντα εἴτε ὑγιὲς εἴτε σαθρὸν φθέγγεται·
因此,正如代表普罗泰戈拉的论证所要求的那样,我们必须靠得更近,敲击来检验这种流动的实在,听它发出的声音是健全的还是沙哑的(有裂缝的)。
μάχη δʼ οὖν περὶ αὐτῆς οὐ φαύλη οὐδʼ ὀλίγοις γέγονεν.
无论如何,关于它的争论不是小事,也不是在少数人之间发生的。
ΘΕΟ. πολλοῦ καὶ δεῖ φαύλη εἶναι, ἀλλὰ περὶ μὲν τὴν Ἰωνίαν καὶ ἐπιδίδωσι πάμπολυ.
德奥多洛斯:确实绝非小事,而且在爱奥尼亚地区它正在极大地蔓延。
οἱ γὰρ τοῦ Ἡρακλείτου ἑταῖροι χορηγοῦσι τούτου τοῦ λόγου μάλα ἐρρωμένως.
因为赫拉克利特的同伴们非常卖力地推进这一学说。
ΣΩ. τῷ τοι, ὦ φίλε Θεόδωρε, μᾶλλον σκεπτέον καὶ ἐξ ἀρχῆς, ὥσπερ αὐτοὶ ὑποτείνονται.
苏格拉底:因此,亲爱的德奥多洛斯,我们必须更进一步且从头开始检验它,正如他们自己提议的那样。

词汇与语法注释

  1. 178cοἷον θερμή — 例如“热”。由于其后紧跟着阳性名词形式的修饰或阴性名词 `ταύτην τὴν θερμότητα`(这种热),此处被理解为省略了阴性名词 `θερμότης`(热)的形容词阴性单数形式。
  2. 178dὃ καὶ ἔπειτα αὐτῷ τῷ παιδοτρίβῃ δόξει εὐάρμοστον εἶναι — 关系代词 `ὃ` 指代体育教练此后将要判断其是否和谐的事态。它在由 `δόξει` 引导的、作宾语的不定式短语 `εὐάρμοστον εἶναι` 中充当主语。
  3. 179bὡς ἄρτι με ἠνάγκαζεν ὁ ὑπὲρ ἐκείνου λόγος — 由连词 `ὡς`(正如)引导的从句。主语是 `ὁ ὑπὲρ ἐκείνου λόγος`(代表他的论证,即前文166a-168c中对普罗泰戈拉的辩护),直接宾语是 `με`,动词为未完成过去式 `ἠνάγκαζεν`(强迫),指过去不情愿地被迫承认自己是尺度的情境。
  4. 179cχαλεπώτερον ἑλεῖν ὡς οὐκ ἀληθεῖς — 不定式 `ἑλεῖν`(驳倒,在论证中击败)修饰无人称句 `χαλεπώτερον [ἐστί]`(更困难)。而 `ὡς οὐκ ἀληθεῖς`(作为非真)的隐藏主语是前文提及的 `αἰσθήσεις`(感觉)和 `δόξαι`(意见)。

引用这一段

柏拉图, 泰阿泰德篇 §178-179. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg006.humanitext-grc2:178-179

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。