← プラトン

テアイテトス

§180-181

流動説と静止説の対立および運動の二種類の分類

テオドロスがエペソスのヘラクレイトス派の人々の落ち着きのなさと議論の不可能性を語った後、ソクラテスは「万物は流動する」という流動説と、それに対立するパルメニデスらの静止説という二つの哲学史的主張を整理し、まずは流動説を検証するために運動を「場所移動」と「変異」の二種類に区分する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§180

ΘΕΟ. παντάπασι μὲν οὖν. καὶ γάρ, ὦ Σώκρατες, περὶ τούτων τῶν Ἡρακλειτείων ἤ, ὥσπερ σὺ λέγεις, Ὁμηρείων καὶ ἔτι παλαιοτέρων, αὐτοῖς μὲν τοῖς περὶ τὴν Ἔφεσον, ὅσοι προσποιοῦνται ἔμπειροι, οὐδὲν μᾶλλον οἷόν τε διαλεχθῆναι ἢ τοῖς οἰστρῶσιν. ἀτεχνῶς γὰρ κατὰ τὰ συγγράμματα φέρονται, τὸ δʼ ἐπιμεῖναι ἐπὶ λόγῳ καὶ ἐρωτήματι καὶ ἡσυχίως ἐν μέρει ἀποκρίνασθαι καὶ ἐρέσθαι ἧττον αὐτοῖς ἔνι ἢ τὸ μηδέν·1 μᾶλλον δὲ ὑπερβάλλει τὸ οὐδʼ οὐδὲν πρὸς τὸ μηδὲ σμικρὸν ἐνεῖναι τοῖς ἀνδράσιν ἡσυχίας. ἀλλʼ ἄν τινά τι ἔρῃ, ὥσπερ ἐκ φαρέτρας ῥηματίσκια αἰνιγματώδη ἀνασπῶντες ἀποτοξεύουσι, κἂν τούτου ζητῇς λόγον λαβεῖν τί εἴρηκεν, ἑτέρῳ πεπλήξῃ καινῶς μετωνομασμένῳ. περανεῖς δὲ οὐδέποτε οὐδὲν πρὸς οὐδένα αὐτῶν· οὐδέ γε ἐκεῖνοι αὐτοὶ πρὸς ἀλλήλους, ἀλλʼ εὖ πάνυ φυλάττουσι τὸ μηδὲν βέβαιον ἐᾶν εἶναι μήτʼ ἐν λόγῳ μήτʼ ἐν ταῖς αὑτῶν ψυχαῖς, ἡγούμενοι, ὡς ἐμοὶ δοκεῖ, αὐτὸ στάσιμον εἶναι· τούτῳ δὲ πάνυ πολεμοῦσιν, καὶ καθʼ ὅσον δύνανται πανταχόθεν ἐκβάλλουσιν. ΣΩ. ἴσως, ὦ Θεόδωρε, τοὺς ἄνδρας μαχομένους ἑώρακας, εἰρηνεύουσιν δὲ οὐ συγγέγονας· οὐ γὰρ σοὶ ἑταῖροί εἰσιν. ἀλλʼ οἶμαι τὰ τοιαῦτα τοῖς μαθηταῖς ἐπὶ σχολῆς φράζουσιν, οὓς ἂν βούλωνται ὁμοίους αὑτοῖς ποιῆσαι. ΘΕΟ. ποίοις μαθηταῖς, ὦ δαιμόνιε; οὐδὲ γίγνεται τῶν τοιούτων ἕτερος ἑτέρου μαθητής, ἀλλʼ αὐτόματοι ἀναφύονται ὁπόθεν ἂν τύχῃ ἕκαστος αὐτῶν ἐνθουσιάσας, καὶ τὸν ἕτερον ὁ ἕτερος οὐδὲν ἡγεῖται εἰδέναι. παρὰ μὲν οὖν τούτων, ὅπερ ᾖα ἐρῶν, οὐκ ἄν ποτε λάβοις λόγον οὔτε ἑκόντων οὔτε ἀκόντων· αὐτοὺς δὲ δεῖ παραλαβόντας ὥσπερ πρόβλημα ἐπισκοπεῖσθαι. ΣΩ. καὶ μετρίως γε λέγεις. τὸ δὲ δὴ πρόβλημα ἄλλο τι παρειλήφαμεν2 παρὰ μὲν τῶν ἀρχαίων μετὰ ποιήσεως ἐπικρυπτομένων τοὺς πολλούς, ὡς ἡ γένεσις τῶν ἄλλων πάντων Ὠκεανός τε καὶ Τηθὺς ῥεύματα ὄντα τυγχάνει καὶ οὐδὲν ἕστηκε, παρὰ δὲ τῶν ὑστέρων ἅτε σοφωτέρων ἀναφανδὸν ἀποδεικνυμένων, ἵνα καὶ οἱ σκυτοτόμοι αὐτῶν τὴν σοφίαν μάθωσιν ἀκούσαντες καὶ παύσωνται ἠλιθίως οἰόμενοι τὰ μὲν ἑστάναι, τὰ δὲ κινεῖσθαι τῶν ὄντων, μαθόντες δὲ ὅτι πάντα κινεῖται τιμῶσιν αὐτούς; ὀλίγου δὲ ἐπελαθόμην, ὦ Θεόδωρε, ὅτι ἄλλοι αὖ τἀναντία τούτοις ἀπεφήναντο, "οἷον ἀκίνητον τελέθει τῷ παντὶ ὄνομʼ εἶναι" καὶ ἄλλα ὅσα Μέλισσοί τε καὶ Παρμενίδαι ἐναντιούμενοι πᾶσι τούτοις διισχυρίζονται, ὡς ἕν τε πάντα ἐστὶ καὶ ἕστηκεν αὐτὸ ἐν αὑτῷ οὐκ ἔχον χώραν ἐν ᾗ κινεῖται.

テオドロス:まさにその通りです。ソクラテスよ、これらヘラクレイトス派の人々、あるいはあなたが言うようにホメロス派、さらに昔の人々について言えば、エペソス周辺の自称専門家たち自身と議論することは、アブに刺されて狂った人々(あるいは狂い走る人々)と議論するのと全く同様に不可能なのです。なぜなら、彼らはまさに自らの書物の通りに流されるように動き回っており、一つの議論や質問に留まり、静かに順番に答えたり質問したりすることは、彼らには全く不可能なこと(ゼロ)以下なのです。いや、彼らに静けさが少しも存在しないということは、「全くない(ゼロ)」という表現を遥かに超えています。もし誰かが彼らに何かを尋ねると、彼らはまるで箙から謎めいた小言葉を引き出すようにして矢を放ち、あなたがその言葉の理由を求めて「彼は何を言ったのか」と問おうものなら、新しく名付け替えられた別の言葉で撃たれることになります。そして、あなたは彼らの誰とも決して何事も決着させることができません。彼ら自身も互いの間で決着させることができず、むしろ議論の中にも彼ら自身の魂の中にも、何一つ確かなものを残さないように、実によく警戒しています。なぜなら、私の思うに、彼らは「静止していること」それ自体を(自分たちの敵として)考え、これを激しく攻撃し、できる限りあらゆる場所から追い出そうとしているからです。 ソクラテス:テオドロスよ、おそらくあなたは彼らが戦っているところだけを見たのであって、平和にしているときには一緒にいなかったのだろう。彼らはあなたの仲間ではないのだから。しかし、彼らはそのようなことを、自分たちに似た者に育てたいと思う弟子たちに、暇なときに教えているのだと思う。 テオドロス:弟子だって、不思議な人よ!そのような人々の間では一人が他人の弟子になるなどということはありません。むしろ、各自がどこからともなく、たまたま神がかりになった場所から、勝手に生えてくるのです。そして、お互いに、他方が何も知らないと考えているのです。したがって、これらの人々からは、私が言おうとしていたように、彼らが自発的であろうと非自発的であろうと、決して議論を引き出すことはできないでしょう。むしろ、私たち自身がそれを課題として受け取って検討せねばなりません。 ソクラテス:それはもっともな言い分だ。ところで、私たちが受け取ったこの課題は、他ならぬ、古代の人々からは、詩によって大衆から隠されながら、「万物の生成はオケアノスとテテュスという流れであり、何一つ静止していない」と語られ、後世の人々からは、より賢いものとして公然と示され、靴職人たちでさえ彼らの知恵を聞いて学び、存在するもののうちあるものは静止し、あるものは動いていると愚かにも思うのをやめ、すべては動いていると学んで彼らを敬うようになった、というものだね?テオドロスよ、危うく忘れるところだったが、別の人々はこれらと反対のことを主張していたのだね。例えば 「全体にとって、不動であることが名前である」 といったことや、メリッソスやパルメニデスの一派がこれらすべてに反対して、万物は一つであり、それ自身のうちに静止しており、動くための場所を持たない、と強く主張しているような、すべてのことだ。

§181

ΣΩ. τούτοις οὖν, ὦ ἑταῖρε, πᾶσι τί χρησόμεθα; κατὰ σμικρὸν γὰρ προϊόντες λελήθαμεν ἀμφοτέρων εἰς τὸ μέσον πεπτωκότες, καὶ ἂν μή πῃ ἀμυνόμενοι διαφύγωμεν, δίκην δώσομεν ὥσπερ οἱ ἐν ταῖς παλαίστραις διὰ γραμμῆς παίζοντες, ὅταν ὑπʼ ἀμφοτέρων ληφθέντες ἕλκωνται εἰς τἀναντία. δοκεῖ οὖν μοι τοὺς ἑτέρους πρότερον σκεπτέον, ἐφʼ οὕσπερ ὡρμήσαμεν, τοὺς ῥέοντας, καὶ ἐὰν μέν τι φαίνωνται λέγοντες, συνέλξομεν μετʼ αὐτῶν ἡμᾶς αὐτούς, τοὺς ἑτέρους ἐκφυγεῖν πειρώμενοι· ἐὰν δὲ οἱ τοῦ ὅλου στασιῶται ἀληθέστερα λέγειν δοκῶσι, φευξόμεθα παρʼ αὐτοὺς ἀπʼ αὖ τῶν τὰ ἀκίνητα κινούντων. ἀμφότεροι δʼ ἂν φανῶσι μηδὲν μέτριον λέγοντες, γελοῖοι ἐσόμεθα ἡγούμενοι ἡμᾶς μὲν τὶ λέγειν φαύλους ὄντας, παμπαλαίους δὲ καὶ πασσόφους ἄνδρας ἀποδεδοκιμακότες. ὅρα οὖν, ὦ Θεόδωρε, εἰ λυσιτελεῖ εἰς τοσοῦτον προϊέναι κίνδυνον. ΘΕΟ. οὐδὲν μὲν οὖν ἀνεκτόν, ὦ Σώκρατες, μὴ οὐ διασκέψασθαι3 τί λέγουσιν ἑκάτεροι τῶν ἀνδρῶν. ΣΩ. σκεπτέον ἂν εἴη σοῦ γε οὕτω προθυμουμένου. δοκεῖ οὖν μοι ἀρχὴ εἶναι τῆς σκέψεως κινήσεως πέρι, ποῖόν τί ποτε ἄρα λέγοντές φασι τὰ πάντα κινεῖσθαι. βούλομαι δὲ λέγειν τὸ τοιόνδε· πότερον ἕν τι εἶδος αὐτῆς λέγουσιν ἤ, ὥσπερ ἐμοὶ φαίνεται, δύο; μὴ μέντοι μόνον ἐμοὶ δοκείτω, ἀλλὰ συμμέτεχε καὶ σύ, ἵνα κοινῇ πάσχωμεν ἄν τι καὶ δέῃ. καί μοι λέγε· ἆρα κινεῖσθαι καλεῖς ὅταν τι χώραν ἐκ χώρας μεταβάλλῃ ἢ καὶ ἐν τῷ αὐτῷ στρέφηται; ΘΕΟ. ἔγωγε. ΣΩ. τοῦτο μὲν τοίνυν ἓν ἔστω εἶδος. ὅταν δὲ ᾖ μὲν ἐν τῷ αὐτῷ, γηράσκῃ δέ, ἢ μέλαν ἐκ λευκοῦ ἢ σκληρὸν ἐκ μαλακοῦ γίγνηται, ἤ τινα ἄλλην ἀλλοίωσιν ἀλλοιῶται, ἆρα οὐκ ἄξιον ἕτερον εἶδος φάναι κινήσεως; ΘΕΟ. ἀναγκαῖον μὲν οὖν. ΣΩ. δύο δὴ λέγω τούτω εἴδει κινήσεως, ἀλλοίωσιν, τὴν δὲ φοράν. ΘΕΟ. ὀρθῶς γε λέγων. ΣΩ. τοῦτο τοίνυν οὕτω διελόμενοι διαλεγώμεθα ἤδη τοῖς τὰ πάντα φάσκουσιν κινεῖσθαι καὶ ἐρωτῶμεν· πότερον πᾶν φατε ἀμφοτέρως κινεῖσθαι, φερόμενόν τε καὶ ἀλλοιούμενον, ἢ τὸ μέν τι ἀμφοτέρως, τὸ δʼ ἑτέρως; ΘΕΟ. ἀλλὰ μὰ Δίʼ ἔγωγε οὐκ ἔχω εἰπεῖν· οἶμαι δʼ ἂν φάναι ἀμφοτέρως. ΣΩ. εἰ δέ γε μή, ὦ ἑταῖρε, κινούμενά τε αὐτοῖς καὶ ἑστῶτα φανεῖται, καὶ οὐδὲν μᾶλλον ὀρθῶς ἕξει εἰπεῖν ὅτι κινεῖται τὰ πάντα ἢ ὅτι ἕστηκεν. ΘΕΟ. ἀληθέστατα λέγεις.

ソクラテス:それなら、友よ、これらすべてに対して私たちはどうすべきだろうか。少しずつ進むうちに、私たちは気づかぬうちに両者の真ん中に落ち込んでしまったのだ。もし私たちが何とか防戦して逃げ出さないなら、体育場で線の両側で遊ぶ人々のように、両方から捕まえられて反対方向に引っ張られて、罰を受けることになるだろう。したがって、私たちが最初に向かおうとした一方、すなわち「流動する人々」を先に検討するのがよいと思う。もし彼らが何か中身のあることを言っているように見えるなら、私たちは彼らと一緒に自分たちを引っ張り、もう一方から逃れようと試みよう。しかし、もし「全体の静止を主張する人々」がより真実を語っているように見えるなら、私たちは動かないものを動かしている人々から、彼ら(静止派)の方へと逃げ込もう。そして、もし両者ともにまともなことを言っていないことが明らかになれば、私たちは、自分たちの知恵が取るに足らないものであるにもかかわらず、大昔の極めて賢い人々を退けたことになり、滑稽なことになるだろう。テオドロスよ、それほど大きな危険に踏み込むことが有益かどうか、考えてみてくれ。 テオドロス:ソクラテスよ、それぞれの側の者が何を言っているのかを徹底的に検討しないことは、到底容認できません。 ソクラテス:あなたがそれほど熱心であるなら、検討せねばなるまい。それなら、検討の出発点は運動についてであり、彼らが「万物は動いている」と言うとき、一体どのようなことを言っているのか、ということだと思う。私は次のようなことを言いたいのだ。彼らは運動の種を一つだと言っているのか、それとも、私に見えるように、二つだと言っているのか。もっとも、私だけにそう思われるのではなく、あなたも共有してくれ、何かあれば共に経験できるように。さあ言ってくれ。あるものが場所から場所へと移動するとき、あるいは同じ場所で回転するとき、君はそれを「動く」と呼ぶかね? テオドロス:呼びますとも。 ソクラテス:それでは、これを一つの種としよう。では、あるものが同じ場所に留まりながらも、老いたり、白から黒に、あるいは硬いものから柔らかいものに変化したり、あるいは他の何らかの変異を被ったりするとき、これを運動の別の種と言う価値があるのではないかね? テオドロス:必然的にそうです。 ソクラテス:それなら、私はこれら二つの運動の種、すなわち変異と、移動を主張する。 テオドロス:実に正しく言っています。 ソクラテス:それでは、このように区別した上で、すでに「万物は動いている」と主張する人々と対話し、問いかけよう。あなた方は、万物が移動し、かつ変異するという、両方の仕方で動いていると言うのか、それとも、あるものは両方であり、あるものは一方の仕方で動いていると言うのか? テオドロス:ゼウスにかけて、私には何とも言えません。しかし、彼らは両方の仕方で動いていると言うと思います。 ソクラテス:もしそうでなければ、友よ、彼らにとって動いているものと静止しているものが同時に現れることになり、「万物は動いている」と言うことは、「万物は静止している」と言うことと少しも違わずに正しくなくなってしまうだろう。 テオドロス:全くその通りです。

構文注3 件
  1. 180aἧττον αὐτοῖς ἔνι ἢ τὸ μηδέν

    「彼らにとっては、全く存在しないこと(ゼロ)以下である」の意。否定の程度を極限まで強調するための誇張表現であり、比較級 ἧττον と ἢ τὸ μηδέν(ゼロよりも)が、実質的な否定を表す ἔνι (= ἔνεστι) の文脈に置かれている。

  2. 180cτὸ δὲ δὴ πρόβλημα ἄλλο τι παρειλήφαμεν

    ἄλλο τι(または ἄλλο τι ἤ)は「〜ではないか(nonne)」という、強い肯定の同意を求める修飾句として機能している。ここでは、主動詞 παρειλήφαμεν に係り、「私たちが受け取ったのは、他ならぬこの課題(以下のような内容)ではないか」という疑問のニュンスを文全体に与えている。

  3. 181bμὴ οὐ διασκέψασθαι

    二重否定の構文。οὐδὲν ἀνεκτόν(到底許容できない)という否定的な表現に導かれる不定詞句の前に、否定の小辞 μὴ οὐ が置かれている。このような否定的意味の語(ἀνεκτόν)に続く不定詞には、文脈全体を二重否定にするために μὴ οὐ を用いるのが古典期のギリシア語の文法規則である。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・修正履歴(1 件・最終 2026-09-21)
  • 2026-09-21 AI校閲 — 訳文 1 件
urn:cts:greekLit:tlg0059.tlg006.humanitext-grc2:180-181