Humanitext Reader

柏拉图 · 泰阿泰德篇 §176-177

同化于神的逃离与重返主题讨论

第 23 段,共 45 段 · 希腊语

内容简介

苏格拉底解释了邪恶的必然性以及通过像神一样的“逃离”,阐述了恶人无法逃脱的惩罚,随后回到了关于普罗泰戈拉尺度说以及城邦立法中有益性(善)的主题讨论。

§176ΘΕΟ. εἰ πάντας, ὦ Σώκρατες, πείθοις ἃ λέγεις ὥσπερ ἐμέ, πλείων ἂν εἰρήνη καὶ κακὰ ἐλάττω κατʼ ἀνθρώπους εἴη.
德奥多洛斯:苏格拉底,如果你能像说服我一样,把你说的话说服所有人,那么人们中间就会有更多的和平,也会少一些邪恶。
ΣΩ. ἀλλʼ οὔτʼ ἀπολέσθαι τὰ κακὰ δυνατόν, ὦ Θεόδωρε— ὑπεναντίον γάρ τι τῷ ἀγαθῷ ἀεὶ εἶναι ἀνάγκη—οὔτʼ ἐν θεοῖς αὐτὰ ἱδρῦσθαι, τὴν δὲ θνητὴν φύσιν καὶ τόνδε τὸν τόπον περιπολεῖ ἐξ ἀνάγκης.
苏格拉底:但是,德奥多洛斯,要消灭邪恶是不可能的——因为必然总是存在着某种与善相对立的东西——邪恶也无法在神明之中安身,而是必然在凡俗的本性以及我们这个地方徘徊。
διὸ καὶ πειρᾶσθαι χρὴ ἐνθένδε ἐκεῖσε φεύγειν ὅτι τάχιστα.
因此,我们也必须努力尽快从这里逃往那里。
φυγὴ δὲ ὁμοίωσις θεῷ κατὰ τὸ δυνατόν· ὁμοίωσις δὲ δίκαιον καὶ ὅσιον μετὰ φρονήσεως γενέσθαι.
而逃离就是尽可能地变得像神一样;变得像神一样,就是怀着智慧而变得正义且虔敬。
ἀλλὰ γάρ, ὦ ἄριστε, οὐ πάνυ τι ῥᾴδιον πεῖσαι ὡς ἄρα οὐχ ὧν ἕνεκα οἱ πολλοί φασι δεῖν πονηρίαν μὲν φεύγειν, ἀρετὴν δὲ διώκειν, τούτων χάριν τὸ μὲν ἐπιτηδευτέον, τὸ δʼ οὔ, ἵνα δὴ μὴ κακὸς καὶ ἵνα ἀγαθὸς δοκῇ εἶναι· ταῦτα μὲν γάρ ἐστιν ὁ λεγόμενος γραῶν ὕθλος, ὡς ἐμοὶ φαίνεται· τὸ δὲ ἀληθὲς ὧδε λέγωμεν.
但是,我优秀的年轻朋友,要让人们相信,避开邪恶和追求美德并不是像大众所说的那样,是为了“显得不坏且显得好”——因为在我看来,这些说法不过是所谓的“老婆子的胡说八道”——然而,让我们这样来阐明真理。
θεὸς οὐδαμῇ οὐδαμῶς ἄδικος, ἀλλʼ ὡς οἷόν τε δικαιότατος, καὶ οὐκ ἔστιν αὐτῷ ὁμοιότερον οὐδὲν ἢ ὃς ἂν ἡμῶν αὖ γένηται ὅτι δικαιότατος.
神在任何方面任何情况下都不是不正义的,而是尽可能最正义的,并且没有什么比我们当中谁能变得尽可能最正义更像神的了。
περὶ τοῦτο καὶ ἡ ὡς ἀληθῶς δεινότης ἀνδρὸς καὶ οὐδενία τε καὶ ἀνανδρία.
一个人的真正能干,以及他的无能和懦弱,都取决于这一点。
ἡ μὲν γὰρ τούτου γνῶσις σοφία καὶ ἀρετὴ ἀληθινή, ἡ δὲ ἄγνοια ἀμαθία καὶ κακία ἐναργής· αἱ δʼ ἄλλαι δεινότητές τε δοκοῦσαι καὶ σοφίαι ἐν μὲν πολιτικαῖς δυναστείαις γιγνόμεναι φορτικαί, ἐν δὲ τέχναις βάναυσοι.
因为对此的认识才是真正的智慧和美德,而对此的无知则是显而易见的愚蠢和邪恶;至于其他那些看似能干和智慧的东西,在政治统治中出现时就变得粗俗,在技术中出现时就变得卑下。
τῷ οὖν ἀδικοῦντι καὶ ἀνόσια λέγοντι ἢ πράττοντι μακρῷ ἄριστʼ ἔχει τὸ μὴ συγχωρεῖν δεινῷ ὑπὸ πανουργίας εἶναι·
因此,对于那些行事不正义、言行不虔敬的人,因其奸诈而承认他们“能干”,对他们自己来说是最糟糕不过的。
ἀγάλλονται γὰρ τῷ ὀνείδει καὶ οἴονται ἀκούειν ὅτι οὐ λῆροί εἰσι, γῆς ἄλλως ἄχθη, ἀλλʼ ἄνδρες οἵους δεῖ ἐν πόλει τοὺς σωθησομένους.
因为他们为这种恶名而自豪,以为自己听到的评价是:他们不是无足轻重的人,不是“大地的无用累赘”,而是城邦中那些注定要生存下去的人所应有的样子。
λεκτέον οὖν τἀληθές, ὅτι τοσούτῳ μᾶλλόν εἰσιν οἷοι οὐκ οἴονται, ὅτι οὐχὶ οἴονται·
因此,必须对他们说出真理:正因为他们不这么认为,他们才更是他们所不认为的那种人。
ἀγνοοῦσι γὰρ ζημίαν ἀδικίας, ὃ δεῖ ἥκιστα ἀγνοεῖν.
因为他们不知道不正义的惩罚,而这正是最不该无知的。
οὐ γάρ ἐστιν ἣν δοκοῦσιν, πληγαί τε καὶ θάνατοι, ὧν ἐνίοτε πάσχουσιν οὐδὲν ἀδικοῦντες, ἀλλὰ ἣν ἀδύνατον ἐκφυγεῖν.
因为这种惩罚并不是他们所想象的鞭笞和死亡——这些惩罚有时即使没有犯下任何不正义的人也会遭受——而是一种无法逃脱的惩罚。
ΘΕΟ. τίνα δὴ λέγεις;
德奥多洛斯:那么,你指的是什么惩罚呢?
§177ΣΩ. παραδειγμάτων, ὦ φίλε, ἐν τῷ ὄντι ἑστώτων, τοῦ μὲν θείου εὐδαιμονεστάτου, τοῦ δὲ ἀθέου ἀθλιωτάτου, οὐχ ὁρῶντες ὅτι οὕτως ἔχει, ὑπὸ ἠλιθιότητός τε καὶ τῆς ἐσχάτης ἀνοίας λανθάνουσι τῷ μὲν ὁμοιούμενοι διὰ τὰς ἀδίκους πράξεις, τῷ δὲ ἀνομοιούμενοι.
苏格拉底:我的朋友,在实在中有两个确立好的榜样,一个是最高尚幸福的神圣榜样,另一个是最悲惨痛苦的无神榜样。 因为他们看不清事实如此,由于愚蠢和极端的 177a¦ 盲目,他们没有意识到,通过自己不正义的行为,他们正在变得像其中一个榜样,而变得不像另一个榜样。
οὗ δὴ τίνουσι δίκην ζῶντες τὸν εἰκότα βίον ᾧ ὁμοιοῦνται·
他们正在通过过着与他们所像的榜样相符的生活来为此付出代价。
ἐὰν δʼ εἴπωμεν ὅτι, ἂν μὴ ἀπαλλαγῶσι τῆς δεινότητος, καὶ τελευτήσαντας αὐτοὺς ἐκεῖνος μὲν ὁ τῶν κακῶν καθαρὸς τόπος οὐ δέξεται, ἐνθάδε δὲ τὴν αὑτοῖς ὁμοιότητα τῆς διαγωγῆς ἀεὶ ἕξουσι, κακοὶ κακοῖς συνόντες, ταῦτα δὴ καὶ παντάπασιν ὡς δεινοὶ καὶ πανοῦργοι ἀνοήτων τινῶν ἀκούσονται.
但是,如果我们告诉他们,如果他们不摆脱这种“能干”,那么即使在他们死后,那个没有邪恶的清净之地也不会接纳他们,而在人间,他们将永远过着与自己相符的生活,恶人与恶人聚在一起,那么他们作为极其能干和奸诈的人,会把这些话当作某些愚人的胡言乱语来听。
ΘΕΟ. καὶ μάλα δή, ὦ Σώκρατες.
德奥多洛斯:确实如此,苏格拉底。
ΣΩ. οἶδά τοι, ὦ ἑταῖρε. ἓν μέντοι τι αὐτοῖς συμβέβηκεν·
苏格拉底:我很清楚,我的同伴。
ὅταν ἰδίᾳ λόγον δέῃ δοῦναί τε καὶ δέξασθαι περὶ ὧν ψέγουσι, καὶ ἐθελήσωσιν ἀνδρικῶς πολὺν χρόνον ὑπομεῖναι καὶ μὴ ἀνάνδρως φυγεῖν, τότε ἀτόπως, ὦ δαιμόνιε, τελευτῶντες οὐκ ἀρέσκουσιν αὐτοὶ αὑτοῖς περὶ ὧν λέγουσι, καὶ ἡ ῥητορικὴ ἐκείνη πως ἀπομαραίνεται, ὥστε παίδων μηδὲν δοκεῖν διαφέρειν.
然而,有一件事确实会发生在他们身上:每当他们必须在私底下就他们所指责的事物进行辩论,并且愿意像男子汉一样坚持很长时间而不懦弱地逃避时,奇怪的是,我的好朋友,他们最后会对自己在这些问题上的言论感到不满,他们原先的那种雄辩术不知怎么就萎缩了,以至于显得跟小孩子没什么两样。
περὶ μὲν οὖν τούτων, ἐπειδὴ καὶ πάρεργα τυγχάνει λεγόμενα, ἀποστῶμεν—εἰ δὲ μή, πλείω ἀεὶ ἐπιρρέοντα καταχώσει ἡμῶν τὸν ἐξ ἀρχῆς λόγον—ἐπὶ δὲ τὰ ἔμπροσθεν ἴωμεν, εἰ καὶ σοὶ δοκεῖ.
不过,既然这些话只是作为插话而说的,我们就到此为止吧——否则,不断涌入的更多言论会把我们最初的讨论埋没——如果我们也同意的话,让我们回到前面的论题。
ΘΕΟ. ἐμοὶ μὲν τὰ τοιαῦτα, ὦ Σώκρατες, οὐκ ἀηδέστερα ἀκούειν· ῥᾴω γὰρ τηλικῷδε ὄντι ἐπακολουθεῖν.
德奥多洛斯:苏格拉底,对我来说,听这些话并不令人愉快;因为像我这个年纪的人,更容易跟上这种讨论。
εἰ μέντοι δοκεῖ, πάλιν ἐπανίωμεν.
不过,如果可以的话,让我们回去吧。
ΣΩ. οὐκοῦν ἐνταῦθά που ἦμεν τοῦ λόγου, ἐν ᾧ ἔφαμεν τοὺς τὴν φερομένην οὐσίαν λέγοντας, καὶ τὸ ἀεὶ δοκοῦν ἑκάστῳ τοῦτο καὶ εἶναι τούτῳ ᾧ δοκεῖ, ἐν μὲν τοῖς ἄλλοις ἐθέλειν διισχυρίζεσθαι καὶ οὐχ ἥκιστα περὶ τὰ δίκαια, ὡς παντὸς μᾶλλον ἃ ἂν θῆται πόλις δόξαντα αὑτῇ, ταῦτα καὶ ἔστι δίκαια τῇ θεμένῃ, ἕωσπερ ἂν κέηται· περὶ δὲ τἀγαθὰ οὐδένα ἀνδρεῖον ἔθʼ οὕτως εἶναι ὥστε τολμᾶν διαμάχεσθαι ὅτι καὶ ἃ ἂν ὠφέλιμα οἰηθεῖσα πόλις ἑαυτῇ θῆται, καὶ ἔστι τοσοῦτον χρόνον ὅσον ἂν κέηται ὠφέλιμα, πλὴν εἴ τις τὸ ὄνομα λέγοι·
苏格拉底:那么,我们刚才大概讨论到了这里:我们曾说,那些声称实在处于流动之中、且对每个人来说总是显得如此的东西对那个显得如此的人来说就是如此的人,在其他事情上,尤其是在关于正义的事情上,愿意坚持认为无论城邦认为什么对自己合适并将其确立下来,这些东西对于确立它们的城邦来说就是正义的,只要它们还被确立着;但在关于善(有益的东西)方面,没有人再有勇气敢于争辩说,无论城邦认为对自己有益并确立了什么,只要它还被确立着,它就确实是有益的——除非有人只是在名字上这么说。
τοῦτο δέ που σκῶμμʼ ἂν εἴη πρὸς ὃ λέγομεν.
但这无疑是对我们所说的话的一种嘲弄。
ἢ οὐχί;
难道不是吗?
ΘΕΟ. πάνυ γε.
德奥多洛斯:完全是。
ΣΩ. μὴ γὰρ λεγέτω τὸ ὄνομα, ἀλλὰ τὸ πρᾶγμα τὸ ὀνομαζόμενον θεωρείτω.
苏格拉底:那好,就让他不要只说名字,而是考察被命名的事物本身。
ΘΕΟ. μὴ γάρ.
德奥多洛斯:确实应当如此。
ΣΩ. ἀλλʼ ὃ ἂν τοῦτο ὀνομάζῃ, τούτου δήπου στοχάζεται νομοθετουμένη, καὶ πάντας τοὺς νόμους, καθʼ ὅσον οἴεταί τε καὶ δύναται, ὡς ὠφελιμωτάτους ἑαυτῇ τίθεται· ἢ πρὸς ἄλλο τι βλέπουσα νομοθετεῖται;
苏格拉底:但是,城邦无论如何命名它,在立法时无疑都以它为目标,并且在它所认为且能做到的范围内,将所有的法律都制定得对自己最有利;或者,它在立法时还会着眼于其他什么目标吗?

词汇与语法注释

  1. 176bφυγὴ δὲ ὁμοίωσις θεῷ κατὰ τὸ δυνατόν· ὁμοίωσις δὲ δίκαιον καὶ ὅσιον μετὰ φρονήσεως γενέσθαι. — δίκαιον καὶ ὅσιον 作为 γενέσθαι 的表语,说明像神(ὁμοίωσις)的本质在于“怀着智慧变得正义且虔敬”。
  2. 176bοὐχ ὧν ἕνεκα οἱ πολλοί φασι δεῖν πονηρίαν μὲν φεύγειν — 关系代词 ὧν 因其先行词(隐含在 τούτων χάριν 中)而发生了格吸引(属格)。直译为“并非为了大众所说的必须规避邪恶的那些原因”。
  3. 176dτῷ οὖν ἀδικοῦντι καὶ ἀνόσια λέγοντι ἢ πράττοντι μακρῷ ἄριστʼ ἔχει τὸ μὴ συγχωρεῖν δεινῷ ὑπὸ πανουργίας εἶναι· — 与格 τῷ ἀδικοῦντι... 与非人称表达 ἄριστʼ ἔχει(“对……是最好的”)连用。意为“对于行事不正义的人来说,不承认他们因奸诈而‘能干’,是对他们大有裨益的”。
  4. 176dὅτι τοσούτῳ μᾶλλόν εἰσιν οἷοι οὐκ οἴονται, ὅτι οὐχὶ οἴονται· — 区分两个 ὅτι 的功能极为重要:第一个 ὅτι 引导宾语从句,接在 λεκτέον 后面(“必须说明……”),第二个 ὅτι 表示原因(“因为……”)。οἷοι οὐκ οἴονται 意为“他们自以为不是的那种人”。
  5. 177bὅταν ἰδίᾳ λόγον δέῃ δοῦναί τε καὶ δέξασθαι — λόγον δοῦναί τε καὶ δέξασθαι(“给出和接受说明”)是哲学对话或辩证讨论中的经典习语。

引用这一段

柏拉图, 泰阿泰德篇 §176-177. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg006.humanitext-grc2:176-177

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。