§178ΘΕΟ. οὐδαμῶς.
ΘΕΟ. 決してありません。
ΣΩ. ἦ οὖν καὶ τυγχάνει ἀεί, ἢ πολλὰ καὶ διαμαρτάνει ἑκάστη;
ソクラテス:それでは、各国家は常に成功する(目標を達成する)のだろうか、それとも多くの場合に見誤る(失敗する)のだろうか。
ΘΕΟ. οἶμαι ἔγωγε καὶ ἁμαρτάνειν.
ΘΕΟ. 私は、見誤ることもあると思います。
ΣΩ. ἔτι τοίνυν ἐνθένδε ἂν μᾶλλον πᾶς τις ὁμολογήσειεν ταὐτὰ ταῦτα, εἰ περὶ παντός τις τοῦ εἴδους ἐρωτῴη ἐν ᾧ καὶ τὸ ὠφέλιμον τυγχάνει ὄν·
ソクラテス:さらにここからなら、誰もがこれらの同じことをよりいっそう認めるだろう。 もし有益なこともまた属している、その類全体について尋ねるならば。
ἔστι δέ που καὶ περὶ τὸν μέλλοντα χρόνον.
そして、それはおそらく未来の時間に関係している。
ὅταν γὰρ νομοθετώμεθα, ὡς ἐσομένους ὠφελίμους τοὺς νόμους τιθέμεθα εἰς τὸν ἔπειτα χρόνον·
なぜなら、私たちが法を制定するとき、未来の時間に有益になるものとして法律を制定するからだ。
τοῦτο δὲ
μέλλον
ὀρθῶς ἂν λέγοιμεν.
そして私たちはこれを「未来」と正しく呼ぶだろう。
ΘΕΟ. πάνυ γε.
ΘΕΟ. 全くその通りです。
ΣΩ. ἴθι δή, οὑτωσὶ ἐρωτῶμεν Πρωταγόραν ἢ ἄλλον τινὰ τῶν ἐκείνῳ τὰ αὐτὰ λεγόντων·
ソクラテス:さあ、このようにプロタゴラス、あるいは彼と同じことを言う他の誰かに尋ねてみよう。
πάντων μέτρον ἄνθρωπός ἐστιν,
ὡς φατέ, ὦ Πρωταγόρα, λευκῶν βαρέων κούφων, οὐδενὸς ὅτου οὐ τῶν τοιούτων·
「人間はすべてのものの尺度である」と、プロタゴラスよ、あなた方は言う、白いもの、重いもの、軽いもの、およそそうしたもののすべてについて。
ἔχων γὰρ αὐτῶν τὸ κριτήριον ἐν αὑτῷ, οἷα πάσχει τοιαῦτα οἰόμενος, ἀληθῆ τε οἴεται αὑτῷ καὶ ὄντα.
なぜなら、人間はそれらの判定基準を自分の中に持っており、自分が受ける通りのものをそのように思って、自分にとって真実であり存在していると思うからだ。
οὐχ οὕτω;
そうではないかね?
ΘΕΟ. οὕτω.
ΘΕΟ. その通りです。
ΣΩ. ἦ καὶ τῶν μελλόντων ἔσεσθαι, φήσομεν, ὦ Πρωταγόρα, ἔχει τὸ κριτήριον ἐν αὑτῷ, καὶ οἷα ἂν οἰηθῇ ἔσεσθαι, ταῦτα καὶ γίγνεται ἐκείνῳ τῷ οἰηθέντι;
ソクラテス:それなら、未来に起こるであろうことについても、プロタゴラスよ、判定基準を自分の中に持っており、そうなるであろうと思った通りのことが、そのように思った人に対して実際に起こる、と私たちは言うのだろうか。
οἷον θερμή·
例えば熱さについて。
ἆρʼ ὅταν τις οἰηθῇ ἰδιώτης αὑτὸν πυρετὸν λήψεσθαι καὶ ἔσεσθαι ταύτην τὴν θερμότητα, καὶ ἕτερος, ἰατρὸς δέ, ἀντοιηθῇ, κατὰ τὴν ποτέρου δόξαν φῶμεν τὸ μέλλον ἀποβήσεσθαι, ἢ κατὰ τὴν ἀμφοτέρων, καὶ τῷ μὲν ἰατρῷ οὐ θερμὸς οὐδὲ πυρέττων γενήσεται, ἑαυτῷ δὲ ἀμφότερα;
ある専門家でない人が、自分が熱病にかかり、そのような熱が生じるだろうと思い、別の人、すなわち医者が反対に思うとき、私たちは未来がどちらの意見に従って結果となる(実現する)と言うべきだろうか。 それとも両方の意見に従ってであり、医者にとっては熱くも熱病にもならず、彼自身にとっては両方になるのだろうか。
ΘΕΟ. γελοῖον μεντἂν εἴη.
ΘΕΟ. それは実に滑稽でしょう。
ΣΩ. ἀλλʼ οἶμαι περὶ οἴνου γλυκύτητος καὶ αὐστηρότητος μελλούσης ἔσεσθαι ἡ τοῦ γεωργοῦ δόξα ἀλλʼ οὐχ ἡ τοῦ κιθαριστοῦ κυρία.
ソクラテス:また、将来生じるであろうワインの甘さや酸っぱさについては、農夫の意見が有効であって、キタラ奏者の意見ではないと思う。
ΘΕΟ. τί μήν;
ΘΕΟ. 当然です。
ΣΩ. οὐδʼ ἂν αὖ περὶ ἀναρμόστου τε καὶ εὐαρμόστου ἐσομένου παιδοτρίβης ἂν βέλτιον δοξάσειεν μουσικοῦ, ὃ καὶ ἔπειτα αὐτῷ τῷ παιδοτρίβῃ δόξει εὐάρμοστον εἶναι.
ソクラテス:また、将来不調和になるか調和的になるかについて、体育教師が音楽家よりも優れた意見を持つことはないだろう。 それは後になって体育教師自身にとっても調和的であると思われるようなものなのだが。
ΘΕΟ. οὐδαμῶς.
ΘΕΟ. 決してありません。
ΣΩ. οὐκοῦν καὶ τοῦ μέλλοντος ἑστιάσεσθαι μὴ μαγειρικοῦ ὄντος, σκευαζομένης θοίνης, ἀκυροτέρα ἡ κρίσις τῆς τοῦ ὀψοποιοῦ περὶ τῆς ἐσομένης ἡδονῆς.
ソクラテス:それなら、料理の準備がなされているとき、将来ご馳走を食べる予定の、料理人でない人の判断は、将来生じる美味しさについて、料理人の判断よりも効力がない(不確かである)。
περὶ μὲν γὰρ τοῦ ἤδη ὄντος ἑκάστῳ ἡδέος ἢ γεγονότος μηδέν πω τῷ λόγῳ διαμαχώμεθα, ἀλλὰ περὶ τοῦ μέλλοντος ἑκάστῳ καὶ δόξειν καὶ ἔσεσθαι πότερον αὐτὸς αὑτῷ ἄριστος κριτής, ἢ σύ, ὦ Πρωταγόρα, τό γε περὶ λόγους πιθανὸν ἑκάστῳ ἡμῶν ἐσόμενον εἰς δικαστήριον βέλτιον ἂν προδοξάσαις ἢ τῶν ἰδιωτῶν ὁστισοῦν;
なぜなら、すでに現在各自にとって心地よいこと、あるいは過去に起こったことについては、まだ議論で争わないでおこう。 しかし、将来各自にとって思われ、かつ実際にそうなるであろうことについて、彼自身が自分にとって最善の判定者であるのか、それとも、プロタゴラスよ、法廷で私たち各自にとって将来説得力を持つであろう議論について、あなたの方が素人の誰よりもあらかじめ優れた判断を下せるのか。
ΘΕΟ. καὶ μάλα, ὦ Σώκρατες, τοῦτό γε σφόδρα ὑπισχνεῖτο πάντων διαφέρειν αὐτός.
ΘΕΟ. まさに、ソクラテスよ、これこそは彼自身、自分がすべての人に勝っていると強く請け合っていたことです。
§179ΣΩ. νὴ Δία, ὦ μέλε·
ソクラテス:ゼウスにかけて、友よ。
ἢ οὐδείς γʼ ἂν αὐτῷ διελέγετο διδοὺς πολὺ ἀργύριον, εἰ μὴ τοὺς συνόντας ἔπειθεν ὅτι καὶ τὸ μέλλον ἔσεσθαί τε καὶ δόξειν οὔτε μάντις οὔτε τις ἄλλος ἄμεινον κρίνειεν ἂν ἢ αὐτός.
もし彼が、将来起こり、かつそう思われるであろうことについて、予言者も他の誰も自分よりうまく判定することはできないと、弟子たちに説得していなかったなら、誰も彼に大金を払って議論しなかっただろうからね。
ΘΕΟ. ἀληθέστατα.
ΘΕΟ. 全くその通りです。
ΣΩ. οὐκοῦν καὶ αἱ νομοθεσίαι καὶ τὸ ὠφέλιμον περὶ τὸ μέλλον ἐστί, καὶ πᾶς ἂν ὁμολογοῖ νομοθετουμένην πόλιν πολλάκις ἀνάγκην εἶναι τοῦ ὠφελιμωτάτου ἀποτυγχάνειν;
ソクラテス:それなら、立法も有益なことも未来に関するものであり、法を制定する国家が最も有益なものを見失うことがしばしば必然であると、誰もが認めるだろうね?
ΘΕΟ. μάλα γε.
ΘΕΟ. 全くその通りです。
ΣΩ. μετρίως ἄρα ἡμῖν πρὸς τὸν διδάσκαλόν σου εἰρήσεται ὅτι ἀνάγκη αὐτῷ ὁμολογεῖν σοφώτερόν τε ἄλλον ἄλλου εἶναι καὶ τὸν μὲν τοιοῦτον μέτρον εἶναι, ἐμοὶ δὲ τῷ ἀνεπιστήμονι μηδὲ ὁπωστιοῦν ἀνάγκην εἶναι μέτρῳ γίγνεσθαι, ὡς ἄρτι με ἠνάγκαζεν ὁ ὑπὲρ ἐκείνου λόγος, εἴτʼ ἐβουλόμην εἴτε μή, τοιοῦτον εἶναι.
ソクラテス:それなら、あなたの先生に対して、私たちは穏当にこう言うことになるだろう。 彼は、ある人が他の人より賢く、そのような賢い人が尺度であることを認めざるを得ず、また、知識のない私にとっては、好むと好まざるとにかかわらず、先ほど彼の擁護論が私にそうであることを強いたように、決して尺度になる必然性はない、と。
ΘΕΟ. ἐκείνῃ μοι δοκεῖ, ὦ Σώκρατες, μάλιστα ἁλίσκεσθαι ὁ λόγος, ἁλισκόμενος καὶ ταύτῃ, ᾗ τὰς τῶν ἄλλων δόξας κυρίας ποιεῖ, αὗται δὲ ἐφάνησαν τοὺς ἐκείνου λόγους οὐδαμῇ ἀληθεῖς ἡγούμεναι.
ΘΕΟ. ソクラテスよ、彼の議論はその点で最も確実に打破されるように私には思われます。 同様に、他人の意見を有効とする点でも打破されますが、それらの意見は彼の議論を全く真実ではないとみなしていることが明らかになったからです。
ΣΩ. πολλαχῇ, ὦ Θεόδωρε, καὶ ἄλλῃ ἂν τό γε τοιοῦτον ἁλοίη μὴ πᾶσαν παντὸς ἀληθῆ δόξαν εἶναι·
ソクラテス:テオドロスよ、そのような主張、すなわち「誰もが抱くすべての意見が真実であるわけではない」ということは、他の多くの方法でも打破されうる。
περὶ δὲ τὸ παρὸν ἑκάστῳ πάθος, ἐξ ὧν αἱ αἰσθήσεις καὶ αἱ κατὰ ταύτας δόξαι γίγνονται, χαλεπώτερον ἑλεῖν ὡς οὐκ ἀληθεῖς.
しかし、各自の現在の直接の経験(受動状態)、すなわちそれから感覚やそれに応じた意見が生じるものについては、それらが真実ではないとして打破することはより困難だ。
ἴσως δὲ οὐδὲν λέγω·
あるいは、私は的外れなことを言っているのかもしれない。
ἀνάλωτοι γάρ, εἰ ἔτυχον, εἰσίν, καὶ οἱ φάσκοντες αὐτὰς ἐναργεῖς τε εἶναι καὶ ἐπιστήμας τάχα ἂν ὄντα λέγοιεν, καὶ Θεαίτητος ὅδε οὐκ ἀπὸ σκοποῦ εἴρηκεν αἴσθησιν καὶ ἐπιστήμην ταὐτὸν θέμενος.
なぜなら、それらは、もしそうなら、攻略不可能であり、それらが明白であり知識であると主張する人々は、おそらく真実を語っているのだろう。 そしてここにいるテアイテトスも、感覚と知識を同一のものと措定したとき、的を外さずに語ったことになるのだから。
προσιτέον οὖν ἐγγυτέρω, ὡς ὁ ὑπὲρ Πρωταγόρου λόγος ἐπέταττε, καὶ σκεπτέον τὴν φερομένην ταύτην οὐσίαν διακρούοντα εἴτε ὑγιὲς εἴτε σαθρὸν φθέγγεται·
したがって、プロタゴラスの擁護論が命じたように、もっと近くにアプローチし、この流動する存在を叩いてみて、それが健全な音を出すか、それともひびの入った音を出すかを検証せねばならない。
μάχη δʼ οὖν περὶ αὐτῆς οὐ φαύλη οὐδʼ ὀλίγοις γέγονεν.
いずれにせよ、それに関する争いは些細なものではなく、少数の人々の間のものでもない。
ΘΕΟ. πολλοῦ καὶ δεῖ φαύλη εἶναι, ἀλλὰ περὶ μὲν τὴν Ἰωνίαν καὶ ἐπιδίδωσι πάμπολυ.
ΘΕΟ. 些細なものであるはずがありません。 それどころか、イオニア地方では、それは非常に大きく広がっています。
οἱ γὰρ τοῦ Ἡρακλείτου ἑταῖροι χορηγοῦσι τούτου τοῦ λόγου μάλα ἐρρωμένως.
ヘラクレイトスの仲間たちが、この説を非常に精力的に推進しているからです。
ΣΩ. τῷ τοι, ὦ φίλε Θεόδωρε, μᾶλλον σκεπτέον καὶ ἐξ ἀρχῆς, ὥσπερ αὐτοὶ ὑποτείνονται.
ソクラテス:だからこそ、友なるテオドロスよ、彼ら自身が提示しているように、よりいっそう、かつ最初から検証せねばならないのだ。