Humanitext Reader

柏拉图 · 泰阿泰德篇 §175

世俗之人的狼狈与真正哲学家的对比

第 22 段,共 45 段 · 希腊语

内容简介

苏格拉底解释了哲学家如何嘲笑大众对高贵世系或广阔土地的狭隘自豪。相反,当哲学家将世俗、长于诉讼的人拉向关于正义与幸福的更高层次讨论时,那些世俗之人反倒变得不知所措、滑稽可笑。最后,他对比了在自由中培养出的哲学家与被世俗琐事束缚的凡庸之人的不同性格。

§175ΣΩ. τὰ δὲ δὴ γένη ὑμνούντων, ὡς γενναῖός τις ἑπτὰ πάππους πλουσίους ἔχων ἀποφῆναι, παντάπασιν ἀμβλὺ καὶ ἐπὶ σμικρὸν ὁρώντων ἡγεῖται τὸν ἔπαινον, ὑπὸ ἀπαιδευσίας οὐ δυναμένων εἰς τὸ πᾶν ἀεὶ βλέπειν οὐδὲ λογίζεσθαι ὅτι πάππων καὶ προγόνων μυριάδες ἑκάστῳ γεγόνασιν ἀναρίθμητοι, ἐν αἷς πλούσιοι καὶ πτωχοὶ καὶ βασιλῆς καὶ δοῦλοι βάρβαροί τε καὶ Ἕλληνες πολλάκις μυρίοι γεγόνασιν ὁτῳοῦν·
苏格拉底:而至于那些歌颂世系家传的人,以某人能指认出七代富有的祖先为由而称其高贵,他认为这种赞美完全属于那些目光迟钝且短浅的人,因为由于缺乏教养,他们无法总是放眼于整体,也无法推算出,每个人都有无数成千上万的祖父和先辈,在这些人当中,富人与穷人、君王与奴隶、蛮族与希腊人,对任何一个人来说都常常有过成千上万个。
ἀλλʼ ἐπὶ πέντε καὶ εἴκοσι καταλόγῳ προγόνων σεμνυνομένων καὶ ἀναφερόντων εἰς Ἡρακλέα τὸν Ἀμφιτρύωνος ἄτοπα αὐτῷ καταφαίνεται τῆς σμικρολογίας, ὅτι δὲ ὁ ἀπʼ Ἀμφιτρύωνος εἰς τὸ ἄνω πεντεκαιεικοστὸς τοιοῦτος ἦν οἵα συνέβαινεν αὐτῷ τύχη, καὶ ὁ πεντηκοστὸς ἀπʼ αὐτοῦ, γελᾷ οὐ δυναμένων λογίζεσθαί τε καὶ χαυνότητα ἀνοήτου ψυχῆς ἀπαλλάττειν.
相反,对于那些为二十五代先祖的谱系自豪、并将其追溯到安菲特律翁之子赫拉克勒斯的人,他们的气量狭小在他看来是荒谬的,因为从安菲特律翁向上数第二十五代先祖,其状况不过取决于碰巧降临在他身上的命运,而从他算起第五十代先祖也是如此,他笑话那些无法推算这一点、也无法摆脱愚蠢灵魂之虚荣心的人。
ἐν ἅπασι δὴ τούτοις ὁ τοιοῦτος ὑπὸ τῶν πολλῶν καταγελᾶται, τὰ μὲν ὑπερηφάνως ἔχων, ὡς δοκεῖ, τὰ δʼ ἐν ποσὶν ἀγνοῶν τε καὶ ἐν ἑκάστοις ἀπορῶν.
在所有这些事情中,这样的人确实被大众所嘲笑,一方面,在他人看来他显得傲慢自大,另一方面,他又对脚下的事物一无所知,并在各种境遇中手足无措。
ΘΕΟ. παντάπασι τὰ γιγνόμενα λέγεις, ὦ Σώκρατες.
德奥多洛斯:苏格拉底,你说的完全是实际发生的情况。
ΣΩ. ὅταν δέ γέ τινα αὐτός, ὦ φίλε, ἑλκύσῃ ἄνω, καὶ ἐθελήσῃ τις αὐτῷ ἐκβῆναι ἐκ τοῦ τί ἐγὼ σὲ ἀδικῶ ἢ σὺ ἐμέ ;
苏格拉底:但是,我的朋友,当他自己把某人拉向上方,并且那个人愿意同他一起,从‘我对你有什么不公,或者你对我有什么不公?
εἰς σκέψιν αὐτῆς δικαιοσύνης τε καὶ ἀδικίας, τί τε ἑκάτερον αὐτοῖν καὶ τί τῶν πάντων ἢ ἀλλήλων διαφέρετον, ἢ ἐκ τοῦ εἰ βασιλεὺς εὐδαίμων, κεκτημένος τʼ αὖ χρυσίον, βασιλείας πέρι καὶ ἀνθρωπίνης ὅλως εὐδαιμονίας καὶ ἀθλιότητος ἐπὶ σκέψιν, ποίω τέ τινε ἐστὸν καὶ τίνα τρόπον ἀνθρώπου φύσει προσήκει τὸ μὲν κτήσασθαι αὐτοῖν, τὸ δὲ ἀποφυγεῖν—περὶ τούτων ἁπάντων ὅταν αὖ δέῃ λόγον διδόναι τὸν σμικρὸν ἐκεῖνον τὴν ψυχὴν καὶ δριμὺν καὶ δικανικόν, πάλιν αὖ τὰ ἀντίστροφα ἀποδίδωσιν· εἰλιγγιῶν τε ἀπὸ ὑψηλοῦ κρεμασθεὶς καὶ βλέπων μετέωρος ἄνωθεν ὑπὸ ἀηθείας ἀδημονῶν τε καὶ ἀπορῶν καὶ βατταρίζων γέλωτα Θρᾴτταις μὲν οὐ παρέχει οὐδʼ ἄλλῳ ἀπαιδεύτῳ οὐδενί, οὐ γὰρ αἰσθάνονται, τοῖς δʼ ἐναντίως ἢ ὡς ἀνδραπόδοις τραφεῖσι πᾶσιν.
’这样的问题中走出来,去考察正义与不公本身,考察它们两者各自是什么,以及它们与万物或彼此之间有什么不同,或者从‘拥有黄金的国王是否幸福’的问题,转向对王权以及人类整体的幸福与悲惨的考察,考察这两者是怎样的东西,以及人类本性应该以何种方式获得其中之一、避免其中之二——当对于所有这些事情,轮到那个灵魂狭窄、敏锐且长于诉讼的人来做出辩论和说明时,他又会表现出完全相反的情形;他悬在高处,头晕目眩,从空中向下俯视,由于不习惯而焦虑不安、不知所措、结结巴巴,他并不会让色雷斯女仆或任何其他没有教养的人发笑,因为他们感觉不到,而是会让所有那些以与奴隶相反的方式抚养长大的人发笑。
οὗτος δὴ ἑκατέρου τρόπος, ὦ Θεόδωρε, ὁ μὲν τῷ ὄντι ἐν ἐλευθερίᾳ τε καὶ σχολῇ τεθραμμένου, ὃν δὴ φιλόσοφον καλεῖς, ᾧ ἀνεμέσητον εὐήθει δοκεῖν καὶ οὐδενὶ εἶναι ὅταν εἰς δουλικὰ ἐμπέσῃ διακονήματα, οἷον στρωματόδεσμον μὴ ἐπισταμένου συσκευάσασθαι μηδὲ ὄψον ἡδῦναι ἢ θῶπας λόγους· ὁ δʼ αὖ τὰ μὲν τοιαῦτα πάντα δυναμένου τορῶς τε καὶ ὀξέως διακονεῖν, ἀναβάλλεσθαι δὲ οὐκ ἐπισταμένου ἐπιδέξια ἐλευθερίως οὐδέ γʼ ἁρμονίαν λόγων λαβόντος ὀρθῶς ὑμνῆσαι θεῶν τε καὶ ἀνδρῶν εὐδαιμόνων βίον.
德奥多洛斯,这确实是他们两者的性格特征:一种是真正生长在自由与闲暇之中的人的性格,你称他为哲学家,当他陷入奴隶般的杂务时,比如不知道如何捆包行李,不知道如何调味菜肴,也不懂得阿谀奉承,即使显得愚笨无能也无需感到羞愧;而另一种人则能精明快捷地料理好所有这类事务,却不知道如何像自由人那样优雅地披上斗篷,也无法把握言辞的和谐,以正确颂扬神明和幸福之人的生活。

词汇与语法注释

  1. 175τὰ δὲ δὴ γένη ὑμνούντων — 句首由属格复数分词构成的短语的句法解析。该结构既可以解释为属格绝对结构(“当人们歌颂世系时……”),也可以理解为与主动词 ἡγεῖται 的宾语 τὸν ἔπαινον(赞美)相关联。译文将其处理为与“那些歌颂世系的人”相关联,指出哲学家将这种赞美视为缺乏教养者眼光短浅的体现。
  2. 175dτὸν σμικρὸν ἐκεῖνον τὴν ψυχὴν καὶ δριμὺν καὶ δικανικόν — 作为由无人称动词 δέῃ 控制的不定式结构(AcI)的主语。宾格短语“τὸν σμικρὸν ἐκεῖνον...”是不定式 λόγον διδόναι(进行说明/辩论)的逻辑主语。“τὴν ψυχὴν”是关系宾格(或限定宾格),修饰形容词 σμικρόν,表示“在灵魂方面狭隘”。

引用这一段

柏拉图, 泰阿泰德篇 §175. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg006.humanitext-grc2:175

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。