§176ΘΕΟ. εἰ πάντας, ὦ Σώκρατες, πείθοις ἃ λέγεις ὥσπερ ἐμέ, πλείων ἂν εἰρήνη καὶ κακὰ ἐλάττω κατʼ ἀνθρώπους εἴη.
テオドロス:ソクラテスよ、あなたが言うことを、私に対してと同じようにすべての人に説得できたなら、人々の間にはより多くの平和が生まれ、悪はより少なくなるでしょうに。
ΣΩ. ἀλλʼ οὔτʼ ἀπολέσθαι τὰ κακὰ δυνατόν, ὦ Θεόδωρε— ὑπεναντίον γάρ τι τῷ ἀγαθῷ ἀεὶ εἶναι ἀνάγκη—οὔτʼ ἐν θεοῖς αὐτὰ ἱδρῦσθαι, τὴν δὲ θνητὴν φύσιν καὶ τόνδε τὸν τόπον περιπολεῖ ἐξ ἀνάγκης.
ソクラテス:いや、悪が滅びることは不可能なのだ、テオドロスよ。 ――善には常に対立する何かが存在することが必然だからだ。 ――また、悪が神々の間に居場所を持つことも不可能であり、滅ぶべき本性とこの世界を、悪は必然的に徘徊している。
διὸ καὶ πειρᾶσθαι χρὴ ἐνθένδε ἐκεῖσε φεύγειν ὅτι τάχιστα.
それゆえ、ここからあちらへと、できるだけ早く逃れるように努めねばならない。
φυγὴ δὲ ὁμοίωσις θεῷ κατὰ τὸ δυνατόν·
逃れるとは、できる限り神に似ることだ。
ὁμοίωσις δὲ δίκαιον καὶ ὅσιον μετὰ φρονήσεως γενέσθαι.
そして、神に似ることとは、知恵を伴って正しく、かつ敬虔になることなのだ。
ἀλλὰ γάρ, ὦ ἄριστε, οὐ πάνυ τι ῥᾴδιον πεῖσαι ὡς ἄρα οὐχ ὧν ἕνεκα οἱ πολλοί φασι δεῖν πονηρίαν μὲν φεύγειν, ἀρετὴν δὲ διώκειν, τούτων χάριν τὸ μὲν ἐπιτηδευτέον, τὸ δʼ οὔ, ἵνα δὴ μὴ κακὸς καὶ ἵνα ἀγαθὸς δοκῇ εἶναι·
しかし、友よ、大衆が言うように、悪を避け徳を追うべきなのは、「悪人と思われず、善人と思われるため」であり、そのために一方は実践し他方は実践すべきではないのだ、と説得することはまったく容易なことではない。
ταῦτα μὲν γάρ ἐστιν ὁ λεγόμενος γραῶν ὕθλος, ὡς ἐμοὶ φαίνεται·
これらは、私に思われるところでは、いわゆる「老婆のたわごと」だからだ。
τὸ δὲ ἀληθὲς ὧδε λέγωμεν.
真実をこのように語ることにしよう。
θεὸς οὐδαμῇ οὐδαμῶς ἄδικος, ἀλλʼ ὡς οἷόν τε δικαιότατος, καὶ οὐκ ἔστιν αὐτῷ ὁμοιότερον οὐδὲν ἢ ὃς ἂν ἡμῶν αὖ γένηται ὅτι δικαιότατος.
神はいかなる点でもいかなる方法でも不正ではなく、できる限り最も正しい。 そして、神にとって、我々のうちでできる限り最も正しい者となる者以上に、神に似ているものは何もない。
περὶ τοῦτο καὶ ἡ ὡς ἀληθῶς δεινότης ἀνδρὸς καὶ οὐδενία τε καὶ ἀνανδρία.
人間の真の有能さ、また無能さや臆病さは、このことをめぐって現れる。
ἡ μὲν γὰρ τούτου γνῶσις σοφία καὶ ἀρετὴ ἀληθινή, ἡ δὲ ἄγνοια ἀμαθία καὶ κακία ἐναργής·
なぜなら、これを知ることが真の知恵であり美徳であり、これを知らないことは明白な無知であり悪徳だからだ。
αἱ δʼ ἄλλαι δεινότητές τε δοκοῦσαι καὶ σοφίαι ἐν μὲν πολιτικαῖς δυναστείαις γιγνόμεναι φορτικαί, ἐν δὲ τέχναις βάναυσοι.
他の、有能さや知恵と思われるものは、政治的な支配権において現れるときには粗野なものとなり、技術において現れるときには卑俗なものとなる。
τῷ οὖν ἀδικοῦντι καὶ ἀνόσια λέγοντι ἢ πράττοντι μακρῷ ἄριστʼ ἔχει τὸ μὴ συγχωρεῖν δεινῷ ὑπὸ πανουργίας εἶναι·
それゆえ、不正を行い、不敬な言葉を吐き、あるいは不敬な行為をする者に対して、その悪賢さのゆえに有能であると認めてやらないことは、彼らにとって遥かに最善なのだ。
ἀγάλλονται γὰρ τῷ ὀνείδει καὶ οἴονται ἀκούειν ὅτι οὐ λῆροί εἰσι, γῆς ἄλλως ἄχθη, ἀλλʼ ἄνδρες οἵους δεῖ ἐν πόλει τοὺς σωθησομένους.
なぜなら、彼らはその不名誉を誇り、自分たちは「大地の無駄飯食い」のようなくだらない存在ではなく、国家において生き残るべき者たちなのだ、と言われていると思い込むからだ。
λεκτέον οὖν τἀληθές, ὅτι τοσούτῳ μᾶλλόν εἰσιν οἷοι οὐκ οἴονται, ὅτι οὐχὶ οἴονται·
だから真実を語らねばならない。 彼らは自分がそう(=愚か者)だと思っていないからこそ、いよいよますます、自分が思っていない通りの者なのだ。
ἀγνοοῦσι γὰρ ζημίαν ἀδικίας, ὃ δεῖ ἥκιστα ἀγνοεῖν.
というのも、彼らは不正の罰を知らないからであり、それこそが最も知るべきことなのだ。
οὐ γάρ ἐστιν ἣν δοκοῦσιν, πληγαί τε καὶ θάνατοι, ὧν ἐνίοτε πάσχουσιν οὐδὲν ἀδικοῦντες, ἀλλὰ ἣν ἀδύνατον ἐκφυγεῖν.
その罰とは、彼らが思い込んでいるような、時には何の不正も犯していないのに被ることもある、殴打や死ではなく、決して逃れることのできない罰なのだ。
ΘΕΟ. τίνα δὴ λέγεις;
テオドロス:それでは、どのような罰のことを言っておられるのですか。
§177ΣΩ. παραδειγμάτων, ὦ φίλε, ἐν τῷ ὄντι ἑστώτων, τοῦ μὲν θείου εὐδαιμονεστάτου, τοῦ δὲ ἀθέου ἀθλιωτάτου, οὐχ ὁρῶντες ὅτι οὕτως ἔχει, ὑπὸ ἠλιθιότητός τε καὶ τῆς ἐσχάτης ἀνοίας λανθάνουσι τῷ μὲν ὁμοιούμενοι διὰ τὰς ἀδίκους πράξεις, τῷ δὲ ἀνομοιούμενοι.
ソクラテス:友よ、実在の中に二つの手本が確立されている。 一つは最も幸福な神的なものであり、他方は最も悲惨な非神的なものだ。 彼らは事態がそのようになっていることを見ようとせず、愚かさと極度の177a¦ 盲目のために、不正な行為によって一人の手本に似ていき、他方の手本とは似ていかなくなっていることに気づかない。
οὗ δὴ τίνουσι δίκην ζῶντες τὸν εἰκότα βίον ᾧ ὁμοιοῦνται·
そこで彼らは、自分が似ている手本に相応する生を生きることによって、その罰を支払っている。
ἐὰν δʼ εἴπωμεν ὅτι, ἂν μὴ ἀπαλλαγῶσι τῆς δεινότητος, καὶ τελευτήσαντας αὐτοὺς ἐκεῖνος μὲν ὁ τῶν κακῶν καθαρὸς τόπος οὐ δέξεται, ἐνθάδε δὲ τὴν αὑτοῖς ὁμοιότητα τῆς διαγωγῆς ἀεὶ ἕξουσι, κακοὶ κακοῖς συνόντες, ταῦτα δὴ καὶ παντάπασιν ὡς δεινοὶ καὶ πανοῦργοι ἀνοήτων τινῶν ἀκούσονται.
だが、もし我々が彼らに「もしその悪賢さを取り除かなければ、死後も、悪のない清らかな場所はあなた方を受け入れず、この世においてあなた方は自分たちに似た生き方を常に送り続け、悪人は悪人と交わることになる」と言ったとしても、彼らは極めて有能で悪賢い者として、これらを愚か者たちの戯言として聞くことになるだろう。
ΘΕΟ. καὶ μάλα δή, ὦ Σώκρατες.
テオドロス:まさにその通りですね、ソクラテスよ。
ΣΩ. οἶδά τοι, ὦ ἑταῖρε.
ソクラテス:よく分かっているよ、友よ。
ἓν μέντοι τι αὐτοῖς συμβέβηκεν·
しかし、彼らに一つだけこのようなことが起こる。
ὅταν ἰδίᾳ λόγον δέῃ δοῦναί τε καὶ δέξασθαι περὶ ὧν ψέγουσι, καὶ ἐθελήσωσιν ἀνδρικῶς πολὺν χρόνον ὑπομεῖναι καὶ μὴ ἀνάνδρως φυγεῖν, τότε ἀτόπως, ὦ δαιμόνιε, τελευτῶντες οὐκ ἀρέσκουσιν αὐτοὶ αὑτοῖς περὶ ὧν λέγουσι, καὶ ἡ ῥητορικὴ ἐκείνη πως ἀπομαραίνεται, ὥστε παίδων μηδὲν δοκεῖν διαφέρειν.
自分たちが非難する事柄について、私的に議論を戦わせねばならなくなり、男らしく長い時間耐えて逃げ出さないとき、不思議なことに、最後には彼らは自分たちの言うことに不満を抱くようになり、あの雄弁さはいつの間にか消え去り、子供と少しも変わらなくなってしまうのだ。
περὶ μὲν οὖν τούτων, ἐπειδὴ καὶ πάρεργα τυγχάνει λεγόμενα, ἀποστῶμεν—εἰ δὲ μή, πλείω ἀεὶ ἐπιρρέοντα καταχώσει ἡμῶν τὸν ἐξ ἀρχῆς λόγον—ἐπὶ δὲ τὰ ἔμπροσθεν ἴωμεν, εἰ καὶ σοὶ δοκεῖ.
さて、これらのことは余談として語られたことだから、ここで止めておこう。 さもないと、さらに多くの議論が次から次へと流れ込んで、我々の最初の議論を埋もれさせてしまうだろう。 君もよければ、以前の議論に戻ることにしよう。
ΘΕΟ. ἐμοὶ μὲν τὰ τοιαῦτα, ὦ Σώκρατες, οὐκ ἀηδέστερα ἀκούειν·
テオドロス:私にとっては、ソクラテスよ、このような話を聞くのも不快ではありません。
ῥᾴω γὰρ τηλικῷδε ὄντι ἐπακολουθεῖν.
私のような年齢の者には、こちらの話の方がついていきやすいからです。
εἰ μέντοι δοκεῖ, πάλιν ἐπανίωμεν.
しかし、よろしければ、戻りましょう。
ΣΩ. οὐκοῦν ἐνταῦθά που ἦμεν τοῦ λόγου, ἐν ᾧ ἔφαμεν τοὺς τὴν φερομένην οὐσίαν λέγοντας, καὶ τὸ ἀεὶ δοκοῦν ἑκάστῳ τοῦτο καὶ εἶναι τούτῳ ᾧ δοκεῖ, ἐν μὲν τοῖς ἄλλοις ἐθέλειν διισχυρίζεσθαι καὶ οὐχ ἥκιστα περὶ τὰ δίκαια, ὡς παντὸς μᾶλλον ἃ ἂν θῆται πόλις δόξαντα αὑτῇ, ταῦτα καὶ ἔστι δίκαια τῇ θεμένῃ, ἕωσπερ ἂν κέηται·
ソクラテス:それでは、我々は議論のこのあたりにいた。 すなわち、流動する実在を主張する人々、そして、各人に常に思われることが、それを思う者にとってそれであると主張する人々は、他の事柄、特に正義については、国家が自ら正しいと定めたことは、それが定められている限りにおいて、それを定めた国家にとってまさに正しいのだと、何よりも強く主張しようとする。
περὶ δὲ τἀγαθὰ οὐδένα ἀνδρεῖον ἔθʼ οὕτως εἶναι ὥστε τολμᾶν διαμάχεσθαι ὅτι καὶ ἃ ἂν ὠφέλιμα οἰηθεῖσα πόλις ἑαυτῇ θῆται, καὶ ἔστι τοσοῦτον χρόνον ὅσον ἂν κέηται ὠφέλιμα, πλὴν εἴ τις τὸ ὄνομα λέγοι·
しかし、善(有益なもの)については、国家が自らにとって有益であると思って定めたことも、それが定められている限りにおいて実際に有益であるとあえて主張するほどの勇気は、もはや誰にもない。 単に言葉の上だけで言うのでなければ。
τοῦτο δέ που σκῶμμʼ ἂν εἴη πρὸς ὃ λέγομεν.
だが、それでは我々の言うことに対する冷やかしになってしまうだろう。
ἢ οὐχί;
そうではないかね。
ΘΕΟ. πάνυ γε.
テオドロス:まったくその通りです。
ΣΩ. μὴ γὰρ λεγέτω τὸ ὄνομα, ἀλλὰ τὸ πρᾶγμα τὸ ὀνομαζόμενον θεωρείτω.
ソクラテス:では、言葉ではなく、名指されている事柄そのものを考察しよう。
ΘΕΟ. μὴ γάρ.
テオドロス:そうしましょう。
ΣΩ. ἀλλʼ ὃ ἂν τοῦτο ὀνομάζῃ, τούτου δήπου στοχάζεται νομοθετουμένη, καὶ πάντας τοὺς νόμους, καθʼ ὅσον οἴεταί τε καὶ δύναται, ὡς ὠφελιμωτάτους ἑαυτῇ τίθεται·
ソクラテス:国家がこれを何と呼ぼうとも、立法を行うにあたってこのことを目指しているのは確かであり、すべての法律を、自ら考え得る限り、また可能である限り、自らにとって最も有益なものとして制定する。
ἢ πρὸς ἄλλο τι βλέπουσα νομοθετεῖται;
それとも、国家は他の何かを目指して立法を行うだろうか。