§175ΣΩ. τὰ δὲ δὴ γένη ὑμνούντων, ὡς γενναῖός τις ἑπτὰ πάππους πλουσίους ἔχων ἀποφῆναι, παντάπασιν ἀμβλὺ καὶ ἐπὶ σμικρὸν ὁρώντων ἡγεῖται τὸν ἔπαινον, ὑπὸ ἀπαιδευσίας οὐ δυναμένων εἰς τὸ πᾶν ἀεὶ βλέπειν οὐδὲ λογίζεσθαι ὅτι πάππων καὶ προγόνων μυριάδες ἑκάστῳ γεγόνασιν ἀναρίθμητοι, ἐν αἷς πλούσιοι καὶ πτωχοὶ καὶ βασιλῆς καὶ δοῦλοι βάρβαροί τε καὶ Ἕλληνες πολλάκις μυρίοι γεγόνασιν ὁτῳοῦν·
ソクラテス:また、家柄をたたえる人々については、ある人が七代にわたる裕福な祖先を示すことができるからというので高貴であるとするのを、彼はそのような称賛を、まったくの鈍感で狭い視野しか持たない人々のものと見なすのだ。 教養がないために、常に全体へと目を向けることも、何であれ誰にでも何万という数え切れない祖先や先祖がおり、その中には、富める者も貧しい者も、王も奴隷も、野蛮人もギリシア人も、しばしば何万ともなく存在したのだということを計算に入れることもできないからだ。
ἀλλʼ ἐπὶ πέντε καὶ εἴκοσι καταλόγῳ προγόνων σεμνυνομένων καὶ ἀναφερόντων εἰς Ἡρακλέα τὸν Ἀμφιτρύωνος ἄτοπα αὐτῷ καταφαίνεται τῆς σμικρολογίας, ὅτι δὲ ὁ ἀπʼ Ἀμφιτρύωνος εἰς τὸ ἄνω πεντεκαιεικοστὸς τοιοῦτος ἦν οἵα συνέβαινεν αὐτῷ τύχη, καὶ ὁ πεντηκοστὸς ἀπʼ αὐτοῦ, γελᾷ οὐ δυναμένων λογίζεσθαί τε καὶ χαυνότητα ἀνοήτου ψυχῆς ἀπαλλάττειν.
そうではなく、二十五代の祖先の系譜を誇り、それをアムピトリュオンの子ヘラクレスにまで遡らせる人々に対して、彼はその視野の狭さを途方もないものと見なすのだ。 なぜなら、アムピトリュオンから遡って二十五代目の祖先がどのような者であったかは、その人にたまたま訪れた運命次第であったし、そこから五十代目の祖先についても同様だからであり、それを計算して愚かな魂の虚栄心を取り除くことができない人々を、彼は笑うのだ。
ἐν ἅπασι δὴ τούτοις ὁ τοιοῦτος ὑπὸ τῶν πολλῶν καταγελᾶται, τὰ μὲν ὑπερηφάνως ἔχων, ὡς δοκεῖ, τὰ δʼ ἐν ποσὶν ἀγνοῶν τε καὶ ἐν ἑκάστοις ἀπορῶν.
これらすべてのことにおいて、そのような人は大衆から嘲笑されるのだ。 ある点では傲慢であると思われるからであり、別の点では足元にあるものを知らず、あらゆる状況で行き詰まるからだ。
ΘΕΟ. παντάπασι τὰ γιγνόμενα λέγεις, ὦ Σώκρατες.
テオドロス:ソクラテスよ、まさに実際に起こっている通りのことをおっしゃっています。
ΣΩ. ὅταν δέ γέ τινα αὐτός, ὦ φίλε, ἑλκύσῃ ἄνω, καὶ ἐθελήσῃ τις αὐτῷ ἐκβῆναι ἐκ τοῦ
τί ἐγὼ σὲ ἀδικῶ ἢ σὺ ἐμέ
; εἰς σκέψιν αὐτῆς δικαιοσύνης τε καὶ ἀδικίας, τί τε ἑκάτερον αὐτοῖν καὶ τί τῶν πάντων ἢ ἀλλήλων διαφέρετον, ἢ ἐκ τοῦ
εἰ βασιλεὺς εὐδαίμων,
κεκτημένος τʼ αὖ χρυσίον,
βασιλείας πέρι καὶ ἀνθρωπίνης ὅλως εὐδαιμονίας καὶ ἀθλιότητος ἐπὶ σκέψιν, ποίω τέ τινε ἐστὸν καὶ τίνα τρόπον ἀνθρώπου φύσει προσήκει τὸ μὲν κτήσασθαι αὐτοῖν, τὸ δὲ ἀποφυγεῖν—περὶ τούτων ἁπάντων ὅταν αὖ δέῃ λόγον διδόναι τὸν σμικρὸν ἐκεῖνον τὴν ψυχὴν καὶ δριμὺν καὶ δικανικόν, πάλιν αὖ τὰ ἀντίστροφα ἀποδίδωσιν·
ソクラテス:だが、友よ、彼自身が誰かを上へと引き上げ、その人が彼とともに、『私が君にどんな不正をしているか、あるいは君が私にどんな不正をしているか』という問いから抜け出て、正義そのものと不正そのものの考察へと進み、それら二つのそれぞれが何であるか、またそれらが他のすべてのものや互いとどう異なるのかを考察しようと望むとき、あるいは、『金を手に入れた王は幸福であるか』という問いから、王権について、また人間の幸福と悲惨さ全般についての考察へと進み、それらがどのようなものであって、人間の本性にとってその一方を獲得し、他方を避けることがいかにふさわしいかを考察しようと望むとき、――これらすべてのことについて、今度はあの、魂が狭く、抜け目がなく、訴訟慣れした者が議論の根拠を示さねばならなくなるとき、彼は今度は逆に反対の報いを示すことになるのだ。
εἰλιγγιῶν τε ἀπὸ ὑψηλοῦ κρεμασθεὶς καὶ βλέπων μετέωρος ἄνωθεν ὑπὸ ἀηθείας ἀδημονῶν τε καὶ ἀπορῶν καὶ βατταρίζων γέλωτα Θρᾴτταις μὲν οὐ παρέχει οὐδʼ ἄλλῳ ἀπαιδεύτῳ οὐδενί, οὐ γὰρ αἰσθάνονται, τοῖς δʼ ἐναντίως ἢ ὡς ἀνδραπόδοις τραφεῖσι πᾶσιν.
高いところに吊るされ、宙に浮いた状態で上から見下ろすことで目眩を起こし、不慣れなために苦悩し、当惑し、吃る彼は、トラキア人の小間使いたちや、他のいかなる無教養な人々にも笑いを提供することはない。 彼らにはそれが感知できないからだ。 そうではなく、奴隷として育てられた人々とは反対のあり方で育てられたすべての人々に、笑いを提供するのだ。
οὗτος δὴ ἑκατέρου τρόπος, ὦ Θεόδωρε, ὁ μὲν τῷ ὄντι ἐν ἐλευθερίᾳ τε καὶ σχολῇ τεθραμμένου, ὃν δὴ φιλόσοφον καλεῖς, ᾧ ἀνεμέσητον εὐήθει δοκεῖν καὶ οὐδενὶ εἶναι ὅταν εἰς δουλικὰ ἐμπέσῃ διακονήματα, οἷον στρωματόδεσμον μὴ ἐπισταμένου συσκευάσασθαι μηδὲ ὄψον ἡδῦναι ἢ θῶπας λόγους·
テオドロスよ、これが両者のそれぞれのあり方だ。 一方は、真に自由と暇の中で育てられた人のあり方であり、君が哲学者と呼ぶ人のものだ。 彼は、奴隷的な雑用に直面したとき、例えば荷物をまとめることもできず、料理の味付けをすることも、へつらいの言葉を述べることもできないために、愚かで何の役にも立たないように見えたとしても、非難されるべきではない。
ὁ δʼ αὖ τὰ μὲν τοιαῦτα πάντα δυναμένου τορῶς τε καὶ ὀξέως διακονεῖν, ἀναβάλλεσθαι δὲ οὐκ ἐπισταμένου ἐπιδέξια ἐλευθερίως οὐδέ γʼ ἁρμονίαν λόγων λαβόντος ὀρθῶς ὑμνῆσαι θεῶν τε καὶ ἀνδρῶν εὐδαιμόνων βίον.
他方は、そのようなすべての雑用を如領にまた抜け目なくこなすことはできるが、自由人のようにマントを器用に羽織ることも知らず、また言葉の調和を正しく捉えて、神々と幸福な人々の生を正しく讃えることもできない人のあり方なのだ。