Humanitext Reader

柏拉图 · 泰阿泰德篇 §173-174

哲学家的超然世外与泰勒斯坠井

第 21 段,共 45 段 · 希腊语

内容简介

苏格拉底论述了在法廷等缺乏闲暇的环境中成长的人其灵魂如何被扭曲,并对比了不关注世俗琐事和虚荣、一心探求万物本性与宇宙整体的哲学家。他还引用泰勒斯坠井的逸事,说明哲学家在面对眼前现实时表现出的缺乏经验和滑稽外貌。

§173ΣΩ. τὴν γὰρ αὔξην καὶ τὸ εὐθύ τε καὶ τὸ ἐλευθέριον ἡ ἐκ νέων δουλεία ἀφῄρηται, ἀναγκάζουσα πράττειν σκολιά, μεγάλους κινδύνους καὶ φόβους ἔτι ἁπαλαῖς ψυχαῖς ἐπιβάλλουσα, οὓς οὐ δυνάμενοι μετὰ τοῦ δικαίου καὶ ἀληθοῦς ὑποφέρειν, εὐθὺς ἐπὶ τὸ ψεῦδός τε καὶ τὸ ἀλλήλους ἀνταδικεῖν τρεπόμενοι πολλὰ κάμπτονται καὶ συγκλῶνται, ὥσθʼ ὑγιὲς οὐδὲν ἔχοντες τῆς διανοίας εἰς ἄνδρας ἐκ μειρακίων τελευτῶσι, δεινοί τε καὶ σοφοὶ γεγονότες, ὡς οἴονται.
苏格拉底:因为年轻时的奴役夺走了他们的成长、正直和自由,强迫他们做歪门邪道的事,给他们尚且稚嫩的灵魂施加了巨大的危险和恐惧。 他们无法在正义与真理中承受这些,于是立即转向虚伪和互相伤害,从而被极大地扭曲和摧毁。 结果,他们的智力毫无健全之处,从青年走向成年,成了自以为聪明能干的人。
καὶ οὗτοι μὲν δὴ τοιοῦτοι, ὦ Θεόδωρε· τοὺς δὲ τοῦ ἡμετέρου χοροῦ πότερον βούλει διελθόντες ἢ ἐάσαντες πάλιν ἐπὶ τὸν λόγον τρεπώμεθα, ἵνα μὴ καί, ὃ νυνδὴ ἐλέγομεν, λίαν πολὺ τῇ ἐλευθερίᾳ καὶ μεταλήψει τῶν λόγων καταχρώμεθα;
德奥多洛斯,这些人确实就是这样;但是,关于我们这个合唱队的人,你是希望我们详细谈谈,还是放过去,重新回到我们的论证中,免得像我们刚才说的那样,我们过度滥用了论证的自由和转换呢?
ΘΕΟ. μηδαμῶς, ὦ Σώκρατες, ἀλλὰ διελθόντες.
德奥多洛斯:苏格拉底,千万不要这样,而是请详细谈谈。
πάνυ γὰρ εὖ τοῦτο εἴρηκας, ὅτι οὐχ ἡμεῖς οἱ ἐν τῷ τοιῷδε χορεύοντες τῶν λόγων ὑπηρέται, ἀλλʼ οἱ λόγοι ἡμέτεροι ὥσπερ οἰκέται, καὶ ἕκαστος αὐτῶν περιμένει ἀποτελεσθῆναι ὅταν ἡμῖν δοκῇ·
因为你说得很对,我们这些在这样合唱中舞蹈的人不是论证的仆人,相反,论证就像我们的奴仆一样,它们之中的每一个都在等待着,在我们认为合适的时候完成。
οὔτε γὰρ δικαστὴς οὔτε θεατὴς ὥσπερ ποιηταῖς ἐπιτιμήσων τε καὶ ἄρξων ἐπιστατεῖ παρʼ ἡμῖν.
因为在我们的讨论中,既没有裁判官,也没有像对待诗人那样进行指责和统治的观众来监督我们。
ΣΩ. λέγωμεν δή, ὡς ἔοικεν, ἐπεὶ σοί γε δοκεῖ, περὶ τῶν κορυφαίων·
苏格拉底:那么,既然你同意,看来我们该谈谈那些领队了。
τί γὰρ ἄν τις τούς γε φαύλως διατρίβοντας ἐν φιλοσοφίᾳ λέγοι;
因为对于那些在哲学中虚度光阴的人,又有什么好谈的呢?
οὗτοι δέ που ἐκ νέων πρῶτον μὲν εἰς ἀγορὰν οὐκ ἴσασι τὴν ὁδόν, οὐδὲ ὅπου δικαστήριον ἢ βουλευτήριον ἤ τι κοινὸν ἄλλο τῆς πόλεως συνέδριον· νόμους δὲ καὶ ψηφίσματα λεγόμενα ἢ γεγραμμένα οὔτε ὁρῶσιν οὔτε ἀκούουσι· σπουδαὶ δὲ ἑταιριῶν ἐπʼ ἀρχὰς καὶ σύνοδοι καὶ δεῖπνα καὶ σὺν αὐλητρίσι κῶμοι, οὐδὲ ὄναρ πράττειν προσίσταται αὐτοῖς.
这些人从年轻时起,首先不知道去广场的路,不知道法廷、议事厅或城邦的任何其他公共集会场所何在;口头说出的或写下来的法律和法令,他们既看不见也听不着;为了官职而进行的党派斗争、集会、宴会,以及伴随笛女的狂欢,他们连做梦也想不到要去参与。
εὖ δὲ ἢ κακῶς τις γέγονεν ἐν πόλει, ἤ τί τῳ κακόν ἐστιν ἐκ προγόνων γεγονὸς ἢ πρὸς ἀνδρῶν ἢ γυναικῶν, μᾶλλον αὐτὸν λέληθεν ἢ οἱ τῆς θαλάττης λεγόμενοι χόες.
城邦中某人生得高贵还是卑贱,或者祖先(无论是男系还是女系)给某人遗留下了什么劣迹,他对此的一无所知,比所谓的海中之波更甚。
καὶ ταῦτα πάντʼ οὐδʼ ὅτι οὐκ οἶδεν, οἶδεν·
甚至连自己不知道这些,他都不知道。
οὐδὲ γὰρ αὐτῶν ἀπέχεται τοῦ εὐδοκιμεῖν χάριν, ἀλλὰ τῷ ὄντι τὸ σῶμα μόνον ἐν τῇ πόλει κεῖται αὐτοῦ καὶ ἐπιδημεῖ, ἡ δὲ διάνοια, ταῦτα πάντα ἡγησαμένη σμικρὰ καὶ οὐδέν, ἀτιμάσασα πανταχῇ πέτεται κατὰ Πίνδαρον τᾶς τε γᾶς ὑπένερθε καὶ τὰ ἐπίπεδα γεωμετροῦσα, οὐρανοῦ θʼ ὕπερ ἀστρονομοῦσα, καὶ πᾶσαν πάντῃ φύσιν ἐρευνωμένη τῶν ὄντων ἑκάστου ὅλου, εἰς τῶν ἐγγὺς οὐδὲν αὑτὴν συγκαθιεῖσα.
因为他远离这些并不是为了博得名声,而是实际上只有他的肉体留在城邦中居住,而他的思想则把这一切视为渺小和虚无,予以蔑视,并如品达所说,飞往各处,不仅在地的深处,也测量着地表,并在天穹之上观测星空,在各方面彻底探究每个存在物的整体本性,绝不把自身降格到身边的任何事物中。
§174ΘΕΟ. πῶς τοῦτο λέγεις, ὦ Σώκρατες;
德奥多洛斯:苏格拉底,你这是什么意思?
ΣΩ. ὥσπερ καὶ Θαλῆν ἀστρονομοῦντα, ὦ Θεόδωρε, καὶ ἄνω βλέποντα, πεσόντα εἰς φρέαρ, Θρᾷττά τις ἐμμελὴς καὶ χαρίεσσα θεραπαινὶς ἀποσκῶψαι λέγεται ὡς τὰ μὲν ἐν οὐρανῷ προθυμοῖτο εἰδέναι, τὰ δʼ ἔμπροσθεν αὐτοῦ καὶ παρὰ πόδας λανθάνοι αὐτόν.
苏格拉底:德奥多洛斯,就像泰勒斯观测星空向上看而掉进井里时,一个聪明伶俐、招人喜欢的色雷斯女仆嘲笑他说,他急于知道天上的事情,却看不见自己面前和脚下的东西。
ταὐτὸν δὲ ἀρκεῖ σκῶμμα ἐπὶ πάντας ὅσοι ἐν φιλοσοφίᾳ διάγουσι.
这同样的嘲讽足以适用于所有在哲学中度日的人。
τῷ γὰρ ὄντι τὸν τοιοῦτον ὁ μὲν πλησίον καὶ ὁ γείτων λέληθεν, οὐ μόνον ὅτι πράττει, ἀλλʼ ὀλίγου καὶ εἰ ἄνθρωπός ἐστιν ἤ τι ἄλλο θρέμμα· τί δέ ποτʼ ἐστὶν ἄνθρωπος καὶ τί τῇ τοιαύτῃ φύσει προσήκει διάφορον τῶν ἄλλων ποιεῖν ἢ πάσχειν, ζητεῖ τε καὶ πράγματʼ ἔχει διερευνώμενος.
因为实际上,这样的人不知道他的邻居和同伴在做什么,甚至几乎不知道对方是人还是其他什么动物;但是,人究竟是什么,以及这样一种本性适合去做或承受什么不同于其他事物的事,他却在探求并费尽心机地研究。
μανθάνεις γάρ που, ὦ Θεόδωρε·
我想你明白吧,德奥多洛斯?
ἢ οὔ;
还是不明白?
ΘΕΟ. ἔγωγε· καὶ ἀληθῆ λέγεις.
德奥多洛斯:我明白,你说的很对。
ΣΩ. τοιγάρτοι, ὦ φίλε, ἰδίᾳ τε συγγιγνόμενος ὁ τοιοῦτος ἑκάστῳ καὶ δημοσίᾳ, ὅπερ ἀρχόμενος ἔλεγον, ὅταν ἐν δικαστηρίῳ ἤ που ἄλλοθι ἀναγκασθῇ περὶ τῶν παρὰ πόδας καὶ τῶν ἐν ὀφθαλμοῖς διαλέγεσθαι, γέλωτα παρέχει οὐ μόνον Θρᾴτταις ἀλλὰ καὶ τῷ ἄλλῳ ὄχλῳ, εἰς φρέατά τε καὶ πᾶσαν ἀπορίαν ἐμπίπτων ὑπὸ ἀπειρίας, καὶ ἡ ἀσχημοσύνη δεινή, δόξαν ἀβελτερίας παρεχομένη·
苏格拉底:所以,我的朋友,当这样的人在私下或在公共场合与每个人交往时——正如我一开始所说的,当他在法廷或别处被迫讨论脚下和眼前的事物时,他不仅让色雷斯女仆,也让其他大众笑话。 由于缺乏经验,他掉进了井里和各种困境中,他的笨拙是极其可怕的,显出一副愚蠢的模样。
ἔν τε γὰρ ταῖς λοιδορίαις ἴδιον ἔχει οὐδὲν οὐδένα λοιδορεῖν, ἅτʼ οὐκ εἰδὼς κακὸν οὐδὲν οὐδενὸς ἐκ τοῦ μὴ μεμελετηκέναι· ἀπορῶν οὖν γελοῖος φαίνεται.
因为在互相谩骂中,他没有任何私人的黑料去辱骂任何人,因为他由于没有关注而不知道任何人的任何恶事;由于不知所措,他因此显得滑稽。
ἔν τε τοῖς ἐπαίνοις καὶ ταῖς τῶν ἄλλων μεγαλαυχίαις οὐ προσποιήτως ἀλλὰ τῷ ὄντι γελῶν ἔνδηλος γιγνόμενος ληρώδης δοκεῖ εἶναι.
而在赞美和别人的吹嘘中,他由于不是做作而是真心地发笑,显得一清二楚,因而被认为是个傻瓜。
τύραννόν τε γὰρ ἢ βασιλέα ἐγκωμιαζόμενον, ἕνα τῶν νομέων, οἷον συβώτην ἢ ποιμένα ἤ τινα βουκόλον, ἡγεῖται ἀκούειν εὐδαιμονιζόμενον πολὺ βδάλλοντα·
因为当一个僭主或国王受到颂扬时,他以为自己听到的是一个牧人——比如猪倌、羊倌或牛倌——因为挤了许多奶而被祝贺;但他认为,这些人放牧和挤奶的对象,是比那些牧人所面对的更难对付、更阴险的动物。
δυσκολώτερον δὲ ἐκείνων ζῷον καὶ ἐπιβουλότερον ποιμαίνειν τε καὶ βδάλλειν νομίζει αὐτούς, ἄγροικον δὲ καὶ ἀπαίδευτον ὑπὸ ἀσχολίας οὐδὲν ἧττον τῶν νομέων τὸν τοιοῦτον ἀναγκαῖον γίγνεσθαι, σηκὸν ἐν ὄρει τὸ τεῖχος περιβεβλημένον.
而且,这样的统治者由于缺乏闲暇,必然变得和那些牧人一样粗野和没有教养,就像在山里把城墙围成羊圈一样。
γῆς δὲ ὅταν μυρία πλέθρα ἢ ἔτι πλείω ἀκούσῃ ὥς τις ἄρα κεκτημένος θαυμαστὰ πλήθει κέκτηται, πάνσμικρα δοκεῖ ἀκούειν εἰς ἅπασαν εἰωθὼς τὴν γῆν βλέπειν.
而当他听到有人拥有万普勒特罗或更多的土地,好似此人拥有了惊人的财富时,他觉得听到的不过是极其微不足道的东西,因为他习惯于俯瞰整个地球。

词汇与语法注释

  1. 173aτὴν γὰρ αὔξην... ἀφῄρηται — 动词 `ἀφαιρέομαι`(夺去)通常带双宾格(夺去“某人”的“某物”),但在本句中,被剥夺的对象(“他们”)在上下文里被省略了,只有被剥夺的事物(`τὴν αὔξην...`)作为宾格目的语出现。
  2. 173bοὓς οὐ δυνάμενοι... τρεπόμενοι πολλὰ κάμπτονται — 在由关系代词 `οὓς`(先行词为 `κινδύνους καὶ φόβους`)引导的从句中,主格分词 `δυνάμενοι` 和 `τρεπόμενοι` 修饰了主句动词 `κάμπτονται καὶ συγκλῶνται` 所隐含的主语(“他们”)。在语法上,这构成了一种破格(anacoluthon)结构,关系从句带有主格分词,最后汇入主句动词中。
  3. 174aὥσπερ καὶ Θαλῆν... ἀποσκῶψαι λέγεται — 这是依赖于非人称动词 `λέγεται`(据说)的“对格加不定式”(A.c.I.)结构。不定式 `ἀποσκῶψαι` 的逻辑主语是对格的 `Θρᾷττά τις... θεραπαινὶς`,而句首的 `Θαλῆν`(连同其分词 `ἀστρονομοῦντα` 和 `πεσόντα`)也是对格,作为 `ἀποσκῶψαι`(嘲笑)的宾语。
  4. 174dγελῶν ἔνδηλος γιγνόμενος — 形容词 `ἔνδηλος`(明显的)与 `φανερός`、`δῆλος` 一样,带主格补充性分词(此处为 `γελῶν`),用来表示“显然在笑/笑得一清二楚”。

引用这一段

柏拉图, 泰阿泰德篇 §173-174. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg006.humanitext-grc2:173-174

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。