§172ΣΩ. οὐκοῦν καὶ περὶ πολιτικῶν, καλὰ μὲν καὶ αἰσχρὰ καὶ δίκαια καὶ ἄδικα καὶ ὅσια καὶ μή, οἷα ἂν ἑκάστη πόλις οἰηθεῖσα θῆται νόμιμα αὑτῇ, ταῦτα καὶ εἶναι τῇ ἀληθείᾳ ἑκάστῃ, καὶ ἐν τούτοις μὲν οὐδὲν σοφώτερον οὔτε ἰδιώτην ἰδιώτου οὔτε πόλιν πόλεως εἶναι·
苏格拉底:因此,关于城邦的事物也是如此,美与丑、正义与不正义、虔敬与不虔敬,凡是每个城邦认为如此并为自己制定的法令,这些对于每个城邦来说也确实在真理中存在;在这些事物上,既没有哪个私人比另一个私人更聪明,也没有哪个城邦比另一个城邦更聪明。
ἐν δὲ τῷ συμφέροντα ἑαυτῇ ἢ μὴ συμφέροντα τίθεσθαι, ἐνταῦθʼ, εἴπερ που, αὖ ὁμολογήσει σύμβουλόν τε συμβούλου διαφέρειν καὶ πόλεως δόξαν ἑτέραν ἑτέρας πρὸς ἀλήθειαν, καὶ οὐκ ἂν πάνυ τολμήσειε φῆσαι, ἃ ἂν θῆται πόλις συμφέροντα οἰηθεῖσα αὑτῇ, παντὸς μᾶλλον ταῦτα καὶ συνοίσειν·
但在制定对自己有利或不利的法令时,在这里,如果说在什么地方有区别的话,他反过来会同意,顾问与顾问之间有所不同,一个城邦的意见与另一个城邦的意见在真理上也不同;他绝不敢说,一个城邦认为对自己有利而制定的一切法令,肯定也绝对应当是有利的。
ἀλλʼ ἐκεῖ οὗ λέγω, ἐν τοῖς δικαίοις καὶ ἀδίκοις καὶ ὁσίοις καὶ ἀνοσίοις, ἐθέλουσιν ἰσχυρίζεσθαι ὡς οὐκ ἔστι φύσει αὐτῶν οὐδὲν οὐσίαν ἑαυτοῦ ἔχον, ἀλλὰ τὸ κοινῇ δόξαν τοῦτο γίγνεται ἀληθὲς τότε, ὅταν δόξῃ καὶ ὅσον ἂν δοκῇ χρόνον.
但是在我所说的那个领域,即在正义与不正义、虔敬与不虔敬的事物中,他们愿意坚称,这些事物在自然上没有任何一个拥有其自身的本质,相反,公众所认为的,就在它被认为的时候成为真实的,且在它被如此认为的时间内都是真实的。
καὶ ὅσοι γε ἂν μὴ παντάπασι τὸν Πρωταγόρου λόγον λέγωσιν, ὧδέ πως τὴν σοφίαν ἄγουσι.
那些不完全赞同普罗泰戈拉理论的人,也是这样在某种程度上引导他们的智慧的。
λόγος δὲ ἡμᾶς, ὦ Θεόδωρε, ἐκ λόγου μείζων ἐξ ἐλάττονος καταλαμβάνει.
但是,狄奥多洛斯,一个从较小论证中产生出来的更大论证,正在论证接连论证中追上我们。
ΘΕΟ. οὐκοῦν σχολὴν ἄγομεν, ὦ Σώκρατες;
狄奥多洛斯:苏格拉底,我们难道没有闲暇吗?
ΣΩ. φαινόμεθα.
苏格拉底:看起来是这样。
καὶ πολλάκις μέν γε δή, ὦ δαιμόνιε, καὶ ἄλλοτε κατενόησα, ἀτὰρ καὶ νῦν, ὡς εἰκότως οἱ ἐν ταῖς φιλοσοφίαις πολὺν χρόνον διατρίψαντες εἰς τὰ δικαστήρια ἰόντες γελοῖοι φαίνονται ῥήτορες.
其实,我亲爱的朋友,我多次在其他时候也注意到,而且现在也同样注意到,那些在哲学中度过许多时间的人,当他们去法庭作为发言人时,显得多么自然地可笑。
ΘΕΟ. πῶς δὴ οὖν λέγεις;
狄奥多洛斯:你这究竟是什么意思呢?
ΣΩ. κινδυνεύουσιν οἱ ἐν δικαστηρίοις καὶ τοῖς τοιούτοις ἐκ νέων κυλινδούμενοι πρὸς τοὺς ἐν φιλοσοφίᾳ καὶ τῇ τοιᾷδε διατριβῇ τεθραμμένους ὡς οἰκέται πρὸς ἐλευθέρους τεθράφθαι.
苏格拉底:那些从小就在法庭和类似地方摸爬滚打的人,比起那些在哲学和这种研究中培养出来的人,似乎就像奴隶比起自由人一样被培养出来。
ΘΕΟ. πῇ δή;
狄奥多洛斯:究竟在什么地方呢?
ΣΩ. ἧι τοῖς μὲν τοῦτο ὃ σὺ εἶπες ἀεὶ πάρεστι, σχολή, καὶ τοὺς λόγους ἐν εἰρήνῃ ἐπὶ σχολῆς ποιοῦνται·
苏格拉底:在于后者始终拥有你刚才提到的这个东西,即闲暇,并且他们在和平中闲暇地进行讨论。
ὥσπερ ἡμεῖς νυνὶ τρίτον ἤδη λόγον ἐκ λόγου μεταλαμβάνομεν, οὕτω κἀκεῖνοι, ἐὰν αὐτοὺς ὁ ἐπελθὼν τοῦ προκειμένου μᾶλλον καθάπερ ἡμᾶς ἀρέσῃ· καὶ διὰ μακρῶν ἢ βραχέων μέλει οὐδὲν λέγειν, ἂν μόνον τύχωσι τοῦ ὄντος·
正如我们现在已经在论证接连论证中换到了第三个论证,他们也同样如此,如果后续出现的论证比摆在面前的更让他们满意,就像我们一样;只要能达到存在之真,他们根本不在意是长篇大论还是简短发言。
οἱ δὲ ἐν ἀσχολίᾳ τε ἀεὶ λέγουσι—κατεπείγει γὰρ ὕδωρ ῥέον—καὶ οὐκ ἐγχωρεῖ περὶ οὗ ἂν ἐπιθυμήσωσι τοὺς λόγους ποιεῖσθαι, ἀλλʼ ἀνάγκην ἔχων ὁ ἀντίδικος ἐφέστηκεν καὶ ὑπογραφὴν παραναγιγνωσκομένην ὧν ἐκτὸς οὐ ῥητέον·
但是,前者却始终在没有闲暇中发言——因为流逝的水在催促着他们——而且他们不被允许就自己所渴望的任何事物进行讨论,相反,带着强制力的对手就站在身边,读着那不准超范围发言的起诉书。
οἱ δὲ λόγοι ἀεὶ περὶ ὁμοδούλου πρὸς δεσπότην καθήμενον, ἐν χειρί τινα δίκην ἔχοντα, καὶ οἱ ἀγῶνες οὐδέποτε τὴν ἄλλως ἀλλʼ ἀεὶ τὴν περὶ αὐτοῦ, πολλάκις δὲ καὶ περὶ ψυχῆς ὁ δρόμος·
而他们的辩论总是关于一个同伴奴隶,面对着坐在那里的主人,主人手里握着某种诉讼,而他们的竞争绝非无关痛痒,而是始终关系到自己,而且常常是关系到生命的奔跑。
ὥστʼ ἐξ ἁπάντων τούτων ἔντονοι καὶ δριμεῖς γίγνονται, ἐπιστάμενοι τὸν δεσπότην λόγῳ τε θωπεῦσαι καὶ ἔργῳ ὑπελθεῖν, σμικροὶ δὲ καὶ οὐκ ὀρθοὶ τὰς ψυχάς.
因此,由于所有这些,他们变得紧张而敏锐,懂得用言辞奉承主人,用行动讨好主人,但在灵魂上却变得矮小且不正直。