Humanitext Reader

柏拉图 · 泰阿泰德篇 §171

人是尺度说的自我反驳与智慧差异的确认

第 19 段,共 45 段 · 希腊语

内容简介

苏格拉底通过指出普罗泰戈拉必须承认反对其学说者的意见为真,从而使“人是万物的尺度”走向自我否定,并重申在特定专业领域中,人与人之间确实存在着智慧与无知的差别。

§171ΣΩ. τί δὲ αὐτῷ Πρωταγόρᾳ;
苏格拉底:那么对于普罗泰戈拉本人呢?
ἆρʼ οὐχὶ ἀνάγκη, εἰ μὲν μηδὲ αὐτὸς ᾤετο μέτρον εἶναι ἄνθρωπον μηδὲ οἱ πολλοί, ὥσπερ οὐδὲ οἴονται, μηδενὶ δὴ εἶναι ταύτην τὴν ἀλήθειαν ἣν ἐκεῖνος ἔγραψεν;
如果他自己不认为人是尺度,而大众也不这样认为(正如他们确实不这样认为),那么他所写的那个“真理” 岂不是对任何人都不存在,这难道不是必然的吗?
εἰ δὲ αὐτὸς μὲν ᾤετο, τὸ δὲ πλῆθος μὴ συνοίεται, οἶσθʼ ὅτι πρῶτον μὲν ὅσῳ πλείους οἷς μὴ δοκεῖ ἢ οἷς δοκεῖ, τοσούτῳ μᾶλλον οὐκ ἔστιν ἢ ἔστιν.
而如果他自己这样认为,但大众不同意,你可知道,首先,不这样认为的人比这样认为的人多出多少,这个真理不存在就比存在多出多少?
ΘΕΟ. ἀνάγκη, εἴπερ γε καθʼ ἑκάστην δόξαν ἔσται καὶ οὐκ ἔσται.
狄奥多洛斯:这是必然的,如果它确实要根据每个人的意见而存在和不存在的话。
ΣΩ. ἔπειτά γε τοῦτʼ ἔχει κομψότατον· ἐκεῖνος μὲν περὶ τῆς αὑτοῦ οἰήσεως τὴν τῶν ἀντιδοξαζόντων οἴησιν, ᾗ ἐκεῖνον ἡγοῦνται ψεύδεσθαι, συγχωρεῖ που ἀληθῆ εἶναι ὁμολογῶν τὰ ὄντα δοξάζειν ἅπαντας.
苏格拉底:而且,这最妙的地方在于:关于他自己的意见,他承认那些持有相反意见的人的意见——他们认为他在撒谎——在某种程度上是真实的,因为他承认所有人持有的都是关于存在之物的意见。
ΘΕΟ. πάνυ μὲν οὖν.
狄奥多洛斯:确实如此。
ΣΩ. οὐκοῦν τὴν αὑτοῦ ἂν ψευδῆ συγχωροῖ, εἰ τὴν τῶν ἡγουμένων αὐτὸν ψεύδεσθαι ὁμολογεῖ ἀληθῆ εἶναι;
苏格拉底:那么,如果他承认那些认为他撒谎的人的意见是真实的,他岂不是承认他自己的意见是虚假的吗?
ΘΕΟ. ἀνάγκη.
狄奥多洛斯:必然如此。
ΣΩ. οἱ δέ γʼ ἄλλοι οὐ συγχωροῦσιν ἑαυτοῖς ψεύδεσθαι;
苏格拉底:但其他人可不承认自己是在撒谎吧?
ΘΕΟ. οὐ γὰρ οὖν.
狄奥多洛斯:当然不承认。
ΣΩ. ὁ δέ γʼ αὖ ὁμολογεῖ καὶ ταύτην ἀληθῆ τὴν δόξαν ἐξ ὧν γέγραφεν.
苏格拉底:而他根据自己所写的,反过来也承认这(别人的)意见是真实的。
ΘΕΟ. φαίνεται.
狄奥多洛斯:看起来是这样。
ΣΩ. ἐξ ἁπάντων ἄρα ἀπὸ Πρωταγόρου ἀρξαμένων ἀμφισβητήσεται, μᾶλλον δὲ ὑπό γε ἐκείνου ὁμολογήσεται, ὅταν τῷ τἀναντία λέγοντι συγχωρῇ ἀληθῆ αὐτὸν δοξάζειν, τότε καὶ ὁ Πρωταγόρας αὐτὸς συγχωρήσεται μήτε κύνα μήτε τὸν ἐπιτυχόντα ἄνθρωπον μέτρον εἶναι μηδὲ περὶ ἑνὸς οὗ ἂν μὴ μάθῃ.
苏格拉底:因此,从普罗泰戈拉开始的所有人都会对此提出异议,或者更确切地说,会得到他本人的承认。 当他向说相反话的人让步,承认那人持有真实的意见时,那时普罗泰戈拉自己也将承认,对于他未曾学习过的任何一件事,无论是狗还是任何一个普通人,都不是尺度。
οὐχ οὕτως;
难道不是这样吗?
ΘΕΟ. οὕτως.
狄奥多洛斯:是这样。
ΣΩ. οὐκοῦν ἐπειδὴ ἀμφισβητεῖται ὑπὸ πάντων, οὐδενὶ ἂν εἴη ἡ Πρωταγόρου Ἀλήθεια ἀληθής, οὔτε τινὶ ἄλλῳ οὔτʼ αὐτῷ ἐκείνῳ.
苏格拉底:因此,既然所有人对此都有异议,那么普罗泰戈拉的“真理”对任何人来说,无论是对其他任何人还是对他自己,都不会是真实的。
ΘΕΟ. ἄγαν, ὦ Σώκρατες, τὸν ἑταῖρόν μου καταθέομεν.
狄奥多洛斯:苏格拉底,我们把我的同伴贬低得太厉害了。
ΣΩ. ἀλλά τοι, ὦ φίλε, ἄδηλον εἰ καὶ παραθέομεν τὸ ὀρθόν.
苏格拉底:但是,我的朋友,我们是否也错过了正确的东西,这还很难说。
εἰκός γε ἄρα ἐκεῖνον πρεσβύτερον ὄντα σοφώτερον ἡμῶν εἶναι·
他比我们年长,比我们聪明,这本是合乎情理的。
καὶ εἰ αὐτίκα ἐντεῦθεν ἀνακύψειε μέχρι τοῦ αὐχένος, πολλὰ ἂν ἐμέ τε ἐλέγξας ληροῦντα, ὡς τὸ εἰκός, καὶ σὲ ὁμολογοῦντα, καταδὺς ἂν οἴχοιτο ἀποτρέχων.
如果他现在突然从地下冒出来,伸出脖子,很可能会把我当作胡说八道的人来痛加驳斥,也把你这个表示同意的人驳斥一番,然后缩回去跑掉。
ἀλλʼ ἡμῖν ἀνάγκη οἶμαι χρῆσθαι ἡμῖν αὐτοῖς ὁποῖοί τινές ἐσμεν, καὶ τὰ δοκοῦντα ἀεὶ ταῦτα λέγειν.
但是,我想我们必须面对现实,不管我们自己是怎样的人,都得始终说出自己觉得是真实的东西。
καὶ δῆτα καὶ νῦν ἄλλο τι φῶμεν ὁμολογεῖν ἂν τοῦτό γε ὁντινοῦν, τὸ εἶναι σοφώτερον ἕτερον ἑτέρου, εἶναι δὲ καὶ ἀμαθέστερον;
而现在,难道我们不该说任何人都必定会同意这一点,即一个人比另一个人聪明,同时一个人也比另一个人更愚昧吗?
ΘΕΟ. ἐμοὶ γοῦν δοκεῖ.
狄奥多洛斯:至少我觉得是这样。
ΣΩ. ἦ καὶ ταύτῃ ἂν μάλιστα ἵστασθαι τὸν λόγον, ᾗ ἡμεῖς ὑπεγράψαμεν βοηθοῦντες Πρωταγόρᾳ, ὡς τὰ μὲν πολλὰ ᾗ δοκεῖ, ταύτῃ καὶ ἔστιν ἑκάστῳ, θερμά, ξηρά, γλυκέα, πάντα ὅσα τοῦ τύπου τούτου·
苏格拉底:而且,这个论证在我们当初援助普罗泰戈拉时所描绘的那个方向上,是否最为站得住脚?
εἰ δέ που ἔν τισι συγχωρήσεται διαφέρειν ἄλλον ἄλλου, περὶ τὰ ὑγιεινὰ καὶ νοσώδη ἐθελῆσαι ἂν φάναι μὴ πᾶν γύναιον καὶ παιδίον, καὶ θηρίον δέ, ἱκανὸν εἶναι ἰᾶσθαι αὑτὸ γιγνῶσκον ἑαυτῷ τὸ ὑγιεινόν, ἀλλὰ ἐνταῦθα δὴ ἄλλον ἄλλου διαφέρειν, εἴπερ που;
即:在大多数情况下,对每个人显现出来的就是如此——热、干、甜,以及所有这一类的东西;但如果要在某些事情上承认人与人有所不同,他会愿意在涉及健康和疾病的事情上说,并不是每一个女人、小孩,甚至野兽,都能够通过自己懂得什么对自己健康来治愈自己,而恰恰是在这些事情上,如果真有不同的话,人与人是有区别的?
ΘΕΟ. ἔμοιγε δοκεῖ οὕτως.
狄奥多洛斯:至少我觉得是这样。

词汇与语法注释

  1. 171aτί δὲ αὐτῷ Πρωταγόρᾳ; — 与格 αὐτῷ Πρωταγόρᾳ 是表示参照或关系的与格,意为“那么对于普罗泰戈拉本人呢?”。它构成了一个独立的省略疑问句,没有支配特定动词或宾格加不定式结构。
  2. 171aὅσῳ πλείους οἷς μὴ δοκεῖ ἢ οἷς δοκεῖ, τοσούτῳ μᾶλλον οὐκ ἔστιν ἢ ἔστιν — 使用表示程度差异的副词性与格 ὅσῳ ... τοσούτῳ(越……就越……)的比较关联结构。关系代词 οἷς 因受省略的指示先行词(ἐκείνοις)的同化(attraction)而呈与格,代表“那些不这样认为的人”和“那些这样认为的人”。
  3. 171bᾗ ἐκεῖνον ἡγοῦνται ψεύδεσθαι — 关系副词与格 ᾗ 起到“在……方面”或“借此”的作用。它修饰接下来的宾格加不定式从句 ἐκεῖνον ἡγοῦνται ψεύδεσθαι(“他们认为他在撒谎”),指明他们判定他出错的基础或维度。
  4. 171dκαταθέομεν — 苏格拉底通过使用 παραθέομεν(“我们跑过/错过/跑偏”)来回应狄奥多洛斯所用的 καταθέομεν(“我们贬低/蹂躏”),这是一种双关修辞(paronomasia)。此处的 παραθέομεν 不仅指物理上的“跑过”,还暗指“超出了真理的范围”,从而在批判中偏离了目标。

引用这一段

柏拉图, 泰阿泰德篇 §171. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg006.humanitext-grc2:171

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。