Humanitext Reader

柏拉图 · 泰阿泰德篇 §169-170

狄奥多洛斯参辩与人是万物尺度说的自相矛盾

第 18 段,共 45 段 · 希腊语

内容简介

苏格拉底说服狄奥多洛斯参与讨论,并根据普罗泰戈拉自身的理论出发,指出人们的判断常常被他人视为虚假,从而开始揭示“人是万物的尺度”这一学说的自相矛盾。

§169ΣΩ. ἀλλʼ οὔ τι σοῦ γε, ὦ Θεόδωρε, ἄμεινον.
苏格拉底:但绝不会比你更好,狄奥多洛斯。
μὴ οὖν οἴου ἐμὲ μὲν τῷ σῷ ἑταίρῳ τετελευτηκότι δεῖν παντὶ τρόπῳ ἐπαμύνειν, σὲ δὲ μηδενί.
因此,不要以为我必须以各种方式援助你那已故的同伴,而你却什么都不用做。
ἀλλʼ ἴθι, ὦ ἄριστε, ὀλίγον ἐπίσπου, μέχρι τούτου αὐτοῦ ἕως ἂν εἰδῶμεν εἴτε ἄρα σὲ δεῖ διαγραμμάτων πέρι μέτρον εἶναι, εἴτε πάντες ὁμοίως σοὶ ἱκανοὶ ἑαυτοῖς εἴς τε ἀστρονομίαν καὶ τἆλλα ὧν δὴ σὺ πέρι αἰτίαν ἔχεις διαφέρειν.
来吧,优秀的人,请稍微跟上来,直到这一点,直到我们知道在几何图形方面你是否必须是尺度,还是所有人都在天文学以及其他你享有杰出声誉的事情上,都和你一样足以自立。
ΘΕΟ. οὐ ῥᾴδιον, ὦ Σώκρατες, σοὶ παρακαθήμενον μὴ διδόναι λόγον, ἀλλʼ ἐγὼ ἄρτι παρελήρησα φάσκων σε ἐπιτρέψειν μοι μὴ ἀποδύεσθαι, καὶ οὐχὶ ἀναγκάσειν καθάπερ Λακεδαιμόνιοι·
狄奥多洛斯:苏格拉底,坐在你身边而不进行辩论是不容易的。 我刚才说你会允许我不脱去衣服,不像拉刻代蒙人那样强迫我,这真是在说胡话。
σὺ δέ μοι δοκεῖς πρὸς τὸν Σκίρωνα μᾶλλον τείνειν.
在我看来,你倒更像是在倒向斯基伦。
Λακεδαιμόνιοι μὲν γὰρ ἀπιέναι ἢ ἀποδύεσθαι κελεύουσι, σὺ δὲ κατʼ Ἀνταῖόν τί μοι μᾶλλον δοκεῖς τὸ δρᾶμα δρᾶν·
因为拉刻代蒙人命令人要么离开要么脱衣,而你似乎更像安泰翁那样演戏。
τὸν γὰρ προσελθόντα οὐκ ἀνίης πρὶν ἂν ἀναγκάσῃς ἀποδύσας ἐν τοῖς λόγοις προσπαλαῖσαι.
因为任何走近的人,你都不会放过,直到你强迫他在辩论中脱下衣服与你角力。
ΣΩ. ἄριστά γε, ὦ Θεόδωρε, τὴν νόσον μου ἀπῄκασας·
苏格拉底:狄奥多洛斯,你对我的病症做出了极好的比喻。
ἰσχυρικώτερος μέντοι ἐγὼ ἐκείνων.
然而,我比他们还要顽强。
μυρίοι γὰρ ἤδη μοι Ἡρακλέες τε καὶ Θησέες ἐντυχόντες καρτεροὶ πρὸς τὸ λέγειν μάλʼ εὖ συγκεκόφασιν, ἀλλʼ ἐγὼ οὐδέν τι μᾶλλον ἀφίσταμαι·
已经有无数像赫拉克勒斯和忒修斯那样擅长辩论的强者与我交手并把我痛打了一顿,但我并没有因此而退缩。
οὕτω τις ἔρως δεινὸς ἐνδέδυκε τῆς περὶ ταῦτα γυμνασίας.
因为对这些事情的训练已经变成了一种可怕的渴望融入了我的身体。
μὴ οὖν μηδὲ σὺ φθονήσῃς προσανατριψάμενος σαυτόν τε ἅμα καὶ ἐμὲ ὀνῆσαι.
因此,你也不要吝啬,通过与我切磋,同时让我们彼此都受益。
ΘΕΟ. οὐδὲν ἔτι ἀντιλέγω, ἀλλʼ ἄγε ὅπῃ ʼθέλεις·
狄奥多洛斯:我不再反对了,随你带我去哪里吧。
πάντως τὴν περὶ ταῦτα εἱμαρμένην ἣν ἂν σὺ ἐπικλώσῃς δεῖ ἀνατλῆναι ἐλεγχόμενον.
无论你为这些事情纺出怎样的命运,我都必须在被检验中承受它。
οὐ μέντοι περαιτέρω γε ὧν προτίθεσαι οἷός τʼ ἔσομαι παρασχεῖν ἐμαυτόν σοι.
然而,我无法将自己托付给你超出你所提议的范围。
ΣΩ. ἀλλʼ ἀρκεῖ καὶ μέχρι τούτων.
苏格拉底:这就足够了。
καί μοι πάνυ τήρει τὸ τοιόνδε, μή που παιδικόν τι λάθωμεν εἶδος τῶν λόγων ποιούμενοι, καί τις πάλιν ἡμῖν αὐτὸ ὀνειδίσῃ.
并且请为我密切注视,以免我们不经意间把讨论变得像小孩子一样,再次让人为此指责我们。
ΘΕΟ. ἀλλὰ δὴ πειράσομαί γε καθʼ ὅσον ἂν δύνωμαι.
狄奥多洛斯:好的,我会尽力而为。
ΣΩ. τοῦδε τοίνυν πρῶτον πάλιν ἀντιλαβώμεθα οὗπερ τὸ πρότερον, καὶ ἴδωμεν ὀρθῶς ἢ οὐκ ὀρθῶς ἐδυσχεραίνομεν ἐπιτιμῶντες τῷ λόγῳ ὅτι αὐτάρκη ἕκαστον εἰς φρόνησιν ἐποίει, καὶ ἡμῖν συνεχώρησεν ὁ Πρωταγόρας περί τε τοῦ ἀμείνονος καὶ χείρονος διαφέρειν τινάς, οὓς δὴ καὶ εἶναι σοφούς.
苏格拉底:那么,让我们先重新回到刚才的那个论点,看看我们之前指责他的论证,说它让每个人在智慧上自足,我们这样表示不满是对还是不对。 普罗泰戈拉确实向我们承认过,有些人在好坏方面是有区别的,而这些人就是智者。
οὐχί;
不是吗?
ΘΕΟ. ναί.
狄奥多洛斯:是的。
ΣΩ. εἰ μὲν τοίνυν αὐτὸς παρὼν ὡμολόγει ἀλλὰ μὴ ἡμεῖς βοηθοῦντες ὑπὲρ αὐτοῦ συνεχωρήσαμεν, οὐδὲν ἂν πάλιν ἔδει ἐπαναλαβόντας βεβαιοῦσθαι·
苏格拉底:因此,如果是他本人在场并表示同意,而不是我们为了援助他而代表他表示同意,那就没有必要重新提出来加以确认。
νῦν δὲ τάχʼ ἄν τις ἡμᾶς ἀκύρους τιθείη τῆς ὑπὲρ ἐκείνου ὁμολογίας.
但现在,可能有人会认为我们代表他做的同意是无效的。
διὸ καλλιόνως ἔχει σαφέστερον περὶ τούτου αὐτοῦ διομολογήσασθαι·
所以,就这件事本身达成更清晰的相互协议是更好的。
οὐ γάρ τι σμικρὸν παραλλάττει οὕτως ἔχον ἢ ἄλλως.
因为,情况是这样还是那样,差别绝非微不足道。
ΘΕΟ. λέγεις ἀληθῆ.
狄奥多洛斯:你说得对。
§170ΣΩ. μὴ τοίνυν διʼ ἄλλων ἀλλʼ ἐκ τοῦ ἐκείνου λόγου ὡς διὰ βραχυτάτων λάβωμεν τὴν ὁμολογίαν.
苏格拉底:那么,让我们不要通过别人,而是直接从他自己的论证中,以最简短的方式取得这一同意。
ΘΕΟ. πῶς;
狄奥多洛斯:怎么做?
ΣΩ. οὑτωσί· τὸ δοκοῦν ἑκάστῳ τοῦτο καὶ εἶναί φησί που ᾧ δοκεῖ;
苏格拉底:就像这样:他不是说,对每个人显现的东西,对那个觉得它显现的人来说就是如此存在吗?
ΘΕΟ. φησὶ γὰρ οὖν.
狄奥多洛斯:他确实是这么说的。
ΣΩ. οὐκοῦν, ὦ Πρωταγόρα, καὶ ἡμεῖς ἀνθρώπου, μᾶλλον δὲ πάντων ἀνθρώπων δόξας λέγομεν, καὶ φαμὲν οὐδένα ὅντινα οὐ τὰ μὲν αὑτὸν ἡγεῖσθαι τῶν ἄλλων σοφώτερον, τὰ δὲ ἄλλους ἑαυτοῦ, καὶ ἔν γε τοῖς μεγίστοις κινδύνοις, ὅταν ἐν στρατείαις ἢ νόσοις ἢ ἐν θαλάττῃ χειμάζωνται, ὥσπερ πρὸς θεοὺς ἔχειν τοὺς ἐν ἑκάστοις ἄρχοντας, σωτῆρας σφῶν προσδοκῶντας, οὐκ ἄλλῳ τῳ διαφέροντας ἢ τῷ εἰδέναι·
苏格拉底:那么,普罗泰戈拉,我们也是在谈论一个人的,更确切地说是所有人的意见,并且我们说,没有一个人不认为自己在某些事情上比别人聪明,而在另一些事情上别人比自己聪明。 而且,在最大的危险中,当他们在战争、疾病或海上的风暴中,他们会像对待神一样看待每个领域的统治者,期待他们成为拯救者,这除了因为他们懂得更多之外,没有别的区别。
καὶ πάντα που μεστὰ τἀνθρώπινα ζητούντων διδασκάλους τε καὶ ἄρχοντας ἑαυτῶν τε καὶ τῶν ἄλλων ζῴων τῶν τε ἐργασιῶν, οἰομένων τε αὖ ἱκανῶν μὲν διδάσκειν, ἱκανῶν δὲ ἄρχειν εἶναι.
而且,人类社会到处都充满了寻找自己、其他动物以及各项工作的教师和统治者的人,而另一方面,也充满了认为自己有能力教学、有能力统治的人。
καὶ ἐν τούτοις ἅπασι τί ἄλλο φήσομεν ἢ αὐτοὺς τοὺς ἀνθρώπους ἡγεῖσθαι σοφίαν καὶ ἀμαθίαν εἶναι παρὰ σφίσιν;
在所有这些情况下,除了人们自己认为智慧和愚昧并存于他们之中以外,我们还能说什么呢?
ΘΕΟ. οὐδὲν ἄλλο.
狄奥多洛斯:没有别的内容。
ΣΩ. οὐκοῦν τὴν μὲν σοφίαν ἀληθῆ διάνοιαν ἡγοῦνται, τὴν δὲ ἀμαθίαν ψευδῆ δόξαν;
苏格拉底:因此,他们认为智慧是真实的思考,而愚昧是虚假的意见吗?
ΘΕΟ. τί μήν;
狄奥多洛斯:当然是这样。
ΣΩ. τί οὖν, ὦ Πρωταγόρα, χρησόμεθα τῷ λόγῳ;
苏格拉底:那么,普罗泰戈拉,我们将如何对待这一论证?
πότερον ἀληθῆ φῶμεν ἀεὶ τοὺς ἀνθρώπους δοξάζειν, ἢ τοτὲ μὲν ἀληθῆ, τοτὲ δὲ ψευδῆ;
我们是说人们总是持有真实的意见,还是有时是真实的,有时是虚假的?
ἐξ ἀμφοτέρων γάρ που συμβαίνει μὴ ἀεὶ ἀληθῆ ἀλλʼ ἀμφότερα αὐτοὺς δοξάζειν.
因为从这两者来看,显然可以得出,他们并不总是持有真实的意见,而是两者兼有。
σκόπει γάρ, ὦ Θεόδωρε, εἰ ἐθέλοι ἄν τις τῶν ἀμφὶ Πρωταγόραν ἢ σὺ αὐτὸς διαμάχεσθαι ὡς οὐδεὶς ἡγεῖται ἕτερος ἕτερον ἀμαθῆ τε εἶναι καὶ ψευδῆ δοξάζειν.
狄奥多洛斯,你想想看,普罗泰戈拉身边的人,或者你自己,是否愿意极力争辩,说没有一个人认为别人是愚昧的且持有虚假的意见?
ΘΕΟ. ἀλλʼ ἄπιστον, ὦ Σώκρατες.
狄奥多洛斯:那真是不可思议,苏格拉底。
ΣΩ. καὶ μὴν εἰς τοῦτό γε ἀνάγκης ὁ λόγος ἥκει ὁ πάντων χρημάτων μέτρον ἄνθρωπον λέγων.
苏格拉底:然而,宣称“人是万物的尺度”的那个论证,必然会走向这一境地。
ΘΕΟ. πῶς δή;
狄奥多洛斯:这到底是为什么呢?
ΣΩ. ὅταν σὺ κρίνας τι παρὰ σαυτῷ πρός με ἀποφαίνῃ περί τινος δόξαν, σοὶ μὲν δὴ τοῦτο κατὰ τὸν ἐκείνου λόγον ἀληθὲς ἔστω, ἡμῖν δὲ δὴ τοῖς ἄλλοις περὶ τῆς σῆς κρίσεως πότερον οὐκ ἔστιν κριταῖς γενέσθαι, ἢ ἀεὶ σὲ κρίνομεν ἀληθῆ δοξάζειν;
苏格拉底:当你自己在心中做出了判断,并向我表明关于某事的意见时,根据他的论证,这对你来说确实是真实的。 但对于我们其他人来说,难道我们就不能对你的判断进行判定吗? 还是说我们总是判定你持有真实的意见?
ἢ μυρίοι ἑκάστοτέ σοι μάχονται ἀντιδοξάζοντες, ἡγούμενοι ψευδῆ κρίνειν τε καὶ οἴεσθαι;
抑或每次都会有无数的人与你争辩,持有相反的意见,认为你的判定和想法是虚假的?
ΘΕΟ. νὴ τὸν Δία, ὦ Σώκρατες, μάλα μυρίοι δῆτα, φησὶν Ὅμηρος, οἵ γέ μοι τὰ ἐξ ἀνθρώπων πράγματα παρέχουσιν.
狄奥多洛斯:凭宙斯起誓,苏格拉底,正如荷马所说,确实有“无数的人”给我带来了人间的麻烦。
ΣΩ. τί οὖν;
苏格拉底:那么怎样?
βούλει λέγωμεν ὡς σὺ τότε σαυτῷ μὲν ἀληθῆ δοξάζεις, τοῖς δὲ μυρίοις ψευδῆ;
你希望我们说,你当时对自己而言持有真实的意见,而对那无数的人而言则持有虚假的意见吗?
ΘΕΟ. ἔοικεν ἔκ γε τοῦ λόγου ἀνάγκη εἶναι.
狄奥多洛斯:从这个论证来看,似乎必然如此。

词汇与语法注释

  1. 169aεἴτε ἄρα σὲ δεῖ διαγραμμάτων πέρι μέτρον εἶναι — 由“εἴτε ... εἴτε ...”引导的双重条件从句。结合狄奥多洛斯作为几何学(图形)专家的身份,探讨他是否应该成为该领域的“尺度(μέτρον)”,还是所有人都在此领域自足(ἱκανοὶ ἑαυτοῖς)。
  2. 170aοὐδένα ὅντινα οὐ — 使用双重否定(οὐδείς ὅστις οὐ)表示强烈的肯定,意为“毫无例外地每个人”。强调了一个普遍事实,即没有人不认为自己在某些事情上比别人聪明,而在另一些事情上别人比自己聪明。
  3. 170cἐξ ἀμφοτέρων γάρ που συμβαίνει μὴ ἀεὶ ἀληθῆ ἀλλʼ ἀμφότερα αὐτοὺς δοξάζειν — 带对格的不定式结构“αὐτοὺς δοξάζειν”作为无人称动词“συμβαίνει”(结果是……)的主语或补足语。“ἐξ ἀμφοτέρων”(从两种前提)指的是,无论假设人类总是持有真意见,还是假设他们既持有真意见又持有假意见,都会导向同样的结论。

引用这一段

柏拉图, 泰阿泰德篇 §169-170. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg006.humanitext-grc2:169-170

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。