§168ΣΩ.
ἀδικεῖν δʼ ἐστὶν ἐν τῷ τοιούτῳ, ὅταν τις μὴ χωρὶς μὲν ὡς ἀγωνιζόμενος τὰς διατριβὰς ποιῆται, χωρὶς δὲ διαλεγόμενος, καὶ ἐν μὲν τῷ παίζῃ τε καὶ σφάλλῃ καθʼ ὅσον ἂν δύνηται, ἐν δὲ τῷ διαλέγεσθαι σπουδάζῃ τε καὶ ἐπανορθοῖ τὸν προσδιαλεγόμενον, ἐκεῖνα μόνα αὐτῷ ἐνδεικνύμενος τὰ σφάλματα, ἃ αὐτὸς ὑφʼ ἑαυτοῦ καὶ τῶν προτέρων συνουσιῶν παρεκέκρουστο.
苏格拉底:在这种事情上行不义,是指一个人在讨论时不能把竞争性的辩论和建设性的对话分开。 在前者中,他尽可能地开玩笑并绊倒对手;而在对话中,他则态度认真并纠正与他对话的人,只向他指出那些他因自身以及先前的交往而误入歧途的错误。
ἂν μὲν γὰρ οὕτω ποιῇς, ἑαυτοὺς αἰτιάσονται οἱ προσδιατρίβοντές σοι τῆς αὑτῶν ταραχῆς καὶ ἀπορίας ἀλλʼ οὐ σέ, καὶ σὲ μὲν διώξονται καὶ φιλήσουσιν, αὑτοὺς δὲ μισήσουσι καὶ φεύξονται ἀφʼ ἑαυτῶν εἰς φιλοσοφίαν, ἵνʼ ἄλλοι γενόμενοι ἀπαλλαγῶσι τῶν οἳ πρότερον ἦσαν·
因为如果你这样做,那些与你交往的人就会把他们自己的混乱和困惑归咎于他们自己,而不是归咎于你;他们会追求你、喜爱你,而讨厌他们自己,并从自我中逃向哲学,以便通过变得与过去不同而摆脱过去的自己。
ἐὰν δὲ τἀναντία τούτων δρᾷς ὥσπερ οἱ πολλοί, τἀναντία συμβήσεταί σοι καὶ τοὺς συνόντας ἀντὶ φιλοσόφων μισοῦντας τοῦτο τὸ πρᾶγμα ἀποφανεῖς ἐπειδὰν πρεσβύτεροι γένωνται.
但如果你像大多数人那样反其道而行之,相反的事情就会发生在你身上,你会使你的同伴在年长时不仅不能成为哲学家,反而憎恨这件事情。
ἐὰν οὖν ἐμοὶ πείθῃ, ὃ καὶ πρότερον ἐρρήθη, οὐ δυσμενῶς οὐδὲ μαχητικῶς ἀλλʼ ἵλεῳ τῇ διανοίᾳ συγκαθεὶς ὡς ἀληθῶς σκέψῃ τί ποτε λέγομεν, κινεῖσθαί τε ἀποφαινόμενοι τὰ πάντα, τό τε δοκοῦν ἑκάστῳ τοῦτο καὶ εἶναι ἰδιώτῃ τε καὶ πόλει.
因此,如果你听从我的建议,正如先前所说的那样,不要怀着敌意或好斗的态度,而是以友善的心态平心静气地屈尊,真正审视我们所说的话——即当我们宣称万物皆动,且对每个人显现的东西对个人和国家来说都是如此存在的时候。
καὶ ἐκ τούτων ἐπισκέψῃ εἴτε ταὐτὸν εἴτε καὶ ἄλλο ἐπιστήμη καὶ αἴσθησις, ἀλλʼ οὐχ ὥσπερ ἄρτι ἐκ συνηθείας ῥημάτων τε καὶ ὀνομάτων, ἃ οἱ πολλοὶ ὅπῃ ἂν τύχωσιν ἕλκοντες ἀπορίας ἀλλήλοις παντοδαπὰς παρέχουσι.
从这些出发,你将审视知识与知觉是相同还是不同,而不是像刚才那样,仅仅根据言词和名称的习惯用法,大多数人随心所欲地拉扯这些词,从而给彼此带来各种各样的困惑。
ταῦτα, ὦ Θεόδωρε, τῷ ἑταίρῳ σου εἰς βοήθειαν προσηρξάμην κατʼ ἐμὴν δύναμιν σμικρὰ ἀπὸ σμικρῶν·
狄奥多洛斯,这些就是我尽我所能为你的同伴提供的援助,微薄的力量来自微薄的源泉。
εἰ δʼ αὐτὸς ἔζη, μεγαλειότερον ἂν τοῖς αὑτοῦ ἐβοήθησεν.
但如果他自己还活着,他会以更宏伟的方式来援助他自己的学说。
ΘΕΟ. παίζεις, ὦ Σώκρατες·
狄奥多洛斯:你是在开玩笑,苏格拉底。
πάνυ γὰρ νεανικῶς τῷ ἀνδρὶ βεβοήθηκας.
因为你非常充满活力地援助了那个人。
ΣΩ. εὖ λέγεις, ὦ ἑταῖρε. καί μοι εἰπέ·
苏格拉底:说得好,朋友。
ἐνενόησάς που λέγοντος ἄρτι τοῦ Πρωταγόρου καὶ ὀνειδίζοντος ἡμῖν ὅτι πρὸς παιδίον τοὺς λόγους ποιούμενοι τῷ τοῦ παιδὸς φόβῳ ἀγωνιζοίμεθα εἰς τὰ ἑαυτοῦ, καὶ χαριεντισμόν τινα ἀποκαλῶν, ἀποσεμνύνων δὲ τὸ πάντων μέτρον, σπουδάσαι ἡμᾶς διεκελεύσατο περὶ τὸν αὑτοῦ λόγον;
告诉我:你注意到刚才普罗泰戈拉所说的话了吗? 他指责我们是针对一个孩子进行论证,利用孩子的恐惧来对抗他的学说,并称这只是某种玩笑。 同时,他尊崇他的“万物的尺度”,敦促我们对他的论证认真起来。
ΘΕΟ. πῶς γὰρ οὐκ ἐνενόησα, ὦ Σώκρατες;
狄奥多洛斯:我怎能没注意到呢,苏格拉底?
ΣΩ. τί οὖν;
苏格拉底:那么怎么办?
κελεύεις πείθεσθαι αὐτῷ;
你要求我们听从他吗?
ΘΕΟ. σφόδρα γε.
狄奥多洛斯:非常要求。
ΣΩ. ὁρᾷς οὖν ὅτι τάδε πάντα πλὴν σοῦ παιδία ἐστίν.
苏格拉底:那么你看到了,除了你之外,这里的所有人都是孩子。
εἰ οὖν πεισόμεθα τῷ ἀνδρί, ἐμὲ καὶ σὲ δεῖ ἐρωτῶντάς τε καὶ ἀποκρινομένους ἀλλήλοις σπουδάσαι αὐτοῦ περὶ τὸν λόγον, ἵνα μὴ τοῦτό γε ἔχῃ ἐγκαλεῖν, ὡς παίζοντες πρὸς μειράκια διεσκεψάμεθʼ αὐτοῦ τὸν λόγον.
因此,如果我们听从那个人,我和你就必须互相提问和回答,对他的论证认真起来,以免他至少有这个借口来指责我们,说我们是在跟年轻人开玩笑的同时审视他的学说。
ΘΕΟ. τί δʼ;
狄奥多洛斯:怎么会?
οὐ πολλῶν τοι Θεαίτητος μεγάλους πώγωνας ἐχόντων ἄμεινον ἂν ἐπακολουθήσειε λόγῳ διερευνωμένῳ;
难道泰阿泰德不比许多留着大胡子的人更能跟上被深入探究的论证吗?