Humanitext Reader

柏拉图 · 泰阿泰德篇 §166-167

苏格拉底代普罗泰戈拉的辩护与智慧的定义

第 16 段,共 45 段 · 希腊语

内容简介

苏格拉底拟人化地代普罗泰戈拉发声,对其之前的批评进行辩护。普罗泰戈拉捍卫其相对主义,主张尽管每个人都是事物的尺度,但“智慧”并不在于掌握绝对真理,而在于将人的状态和认识从较差改变为较好。

§166ΣΩ. ταῦτά τε δὴ πάντα ὅσα ἡμεῖς ἐπαμύνοντες αὐτῷ λέγομεν, καὶ ὁμόσε οἶμαι χωρήσεται καταφρονῶν ἡμῶν καὶ λέγων· οὗτος δὴ ὁ Σωκράτης ὁ χρηστός, ἐπειδὴ αὐτῷ παιδίον τι ἐρωτηθὲν ἔδεισεν εἰ οἷόν τε τὸν αὐτὸν τὸ αὐτὸ μεμνῆσθαι ἅμα καὶ μὴ εἰδέναι, καὶ δεῖσαν ἀπέφησεν διὰ τὸ μὴ δύνασθαι προορᾶν, γέλωτα δὴ τὸν ἐμὲ ἐν τοῖς λόγοις ἀπέδειξεν.
苏格拉底:这些就是我们为了援助他而说的一切。 我想他会亲自出面,鄙视着我们并说道: “这位高尚的苏格拉底,因为一个孩子在被他提问时,害怕‘同一个人是否可能同时既记住又不知道同一件事’,并因无法预见后果而在恐惧中予以否定,他就在论证中把我当成了笑柄。
τὸ δέ, ὦ ῥᾳθυμότατε Σώκρατες, τῇδʼ ἔχει· ὅταν τι τῶν ἐμῶν διʼ ἐρωτήσεως σκοπῇς, ἐὰν μὲν ὁ ἐρωτηθεὶς οἷάπερ ἂν ἐγὼ ἀποκριναίμην ἀποκρινάμενος σφάλληται, ἐγὼ ἐλέγχομαι, εἰ δὲ ἀλλοῖα, αὐτὸς ὁ ἐρωτηθείς.
但是,最懒散的苏格拉底啊,事情其实是这样的:当你通过提问来检验我的任何观点时,如果被提问者以我所会回答的方式作答而跌倒,那就是我被驳倒了;但如果他以不同的方式回答,那就是被提问者自己被驳倒了。
αὐτίκα γὰρ δοκεῖς τινά σοι συγχωρήσεσθαι μνήμην παρεῖναί τῳ ὧν ἔπαθε, τοιοῦτόν τι οὖσαν πάθος οἷον ὅτε ἔπασχε, μηκέτι πάσχοντι;
比如,你认为会有人向你承认,一个已经不再体验某事的人,脑中还存有关于他曾体验之事的记忆,而这种记忆竟是和他体验时完全相同的一种体验吗?
πολλοῦ γε δεῖ.
差得远呢!
ἢ αὖ ἀποκνήσειν ὁμολογεῖν οἷόν τʼ εἶναι εἰδέναι καὶ μὴ εἰδέναι τὸν αὐτὸν τὸ αὐτό;
或者,他会害怕承认同一个人有可能同时既知道又不知道同一件事吗?
ἢ ἐάνπερ τοῦτο δείσῃ, δώσειν ποτὲ τὸν αὐτὸν εἶναι τὸν ἀνομοιούμενον τῷ πρὶν ἀνομοιοῦσθαι ὄντι;
又或者,如果他害怕这一点,他会承认那个正在变得不同的人与他在变得不同之前是同一个人吗?
μᾶλλον δὲ τὸν εἶναί τινα ἀλλʼ οὐχὶ τούς, καὶ τούτους γιγνομένους ἀπείρους, ἐάνπερ ἀνομοίωσις γίγνηται, εἰ δὴ ὀνομάτων γε δεήσει θηρεύσεις διευλαβεῖσθαι ἀλλήλων;
或者更确切地说,会承认存在‘某一个’人而不是‘多个人’,且如果异质化在发生,这些人就会变得无限多吗——如果我们真的必须小心防范在言辞中互相猎捕的话?
ἀλλʼ, ὦ μακάριε, φήσει, γενναιοτέρως ἐπʼ αὐτὸ ἐλθὼν ὃ λέγω, εἰ δύνασαι, ἐξέλεγξον ὡς οὐχὶ ἴδιαι αἰσθήσεις ἑκάστῳ ἡμῶν γίγνονται, ἢ ὡς ἰδίων γιγνομένων οὐδέν τι ἂν μᾶλλον τὸ φαινόμενον μόνῳ ἐκείνῳ γίγνοιτο, ἢ εἰ εἶναι δεῖ ὀνομάζειν, εἴη ᾧπερ φαίνεται·
但是,幸福的人啊,” 他会说,“更宽宏地针对我真正所说的话,如果可以的话,请驳倒这个论点:即我们的知觉对我们每个人来说并不是各自私有的;或者驳倒这一论点:即使它们是私有的,对那个人显现的东西也不会仅对他显现(或者,如果我们必须称之为‘存在’,它也不会仅对显现的对象‘存在’)。
ὗς δὲ δὴ καὶ κυνοκεφάλους λέγων οὐ μόνον αὐτὸς ὑηνεῖς, ἀλλὰ καὶ τοὺς ἀκούοντας τοῦτο δρᾶν εἰς τὰ συγγράμματά μου ἀναπείθεις, οὐ καλῶς ποιῶν.
你口口声声说猪和狗头狒狒,不仅你自己表现得像猪一样,而且你还说服你的听众对我的著作也这样做,这真是不体面。
ἐγὼ γάρ φημι μὲν τὴν ἀλήθειαν ἔχειν ὡς γέγραφα· μέτρον γὰρ ἕκαστον ἡμῶν εἶναι τῶν τε ὄντων καὶ μή, μυρίον μέντοι διαφέρειν ἕτερον ἑτέρου αὐτῷ τούτῳ, ὅτι τῷ μὲν ἄλλα ἔστι τε καὶ φαίνεται, τῷ δὲ ἄλλα.
因为我声称,正如我所写的那样,真理确实存在:我们每个人都是存在和不存在的事物的尺度,然而一个人在这个问题上与另一个人有千差万别,因为对一个人来说有些事物存在且显现,而对另一个人来说则是别的事物。
καὶ σοφίαν καὶ σοφὸν ἄνδρα πολλοῦ δέω τὸ μὴ φάναι εἶναι, ἀλλʼ αὐτὸν τοῦτον καὶ λέγω σοφόν, ὃς ἄν τινι ἡμῶν, ᾧ φαίνεται καὶ ἔστι κακά, μεταβάλλων ποιήσῃ ἀγαθὰ φαίνεσθαί τε καὶ εἶναι.
对于智慧和智者,我绝不否认其存在,但我把这样的人称为智者:不论我们中谁觉得某事显现并存在为不好的,他能通过改变它,使它显现并存在为好的。
τὸν δὲ λόγον αὖ μὴ τῷ ῥήματί μου δίωκε, ἀλλʼ ὧδε ἔτι σαφέστερον μάθε τί λέγω.
另外,请不要仅凭我的字眼来追究我的论证,而要通过以下方式更清楚地理解我的意思。
οἷον γὰρ ἐν τοῖς πρόσθεν ἐλέγετο ἀναμνήσθητι, ὅτι τῷ μὲν ἀσθενοῦντι πικρὰ φαίνεται ἃ ἐσθίει καὶ ἔστι, τῷ δὲ ὑγιαίνοντι τἀναντία ἔστι καὶ φαίνεται.
请回想之前所说的话:对生病的人来说,他吃的东西显现且存在为苦的,但对健康的人来说,情况则相反,存在且显现为相反的。
§167ΣΩ. σοφώτερον μὲν οὖν τούτων οὐδέτερον δεῖ ποιῆσαι—οὐδὲ γὰρ δυνατόν—οὐδὲ κατηγορητέον ὡς ὁ μὲν κάμνων ἀμαθὴς ὅτι τοιαῦτα δοξάζει, ὁ δὲ ὑγιαίνων σοφὸς ὅτι ἀλλοῖα, μεταβλητέον δʼ ἐπὶ θάτερα·
” “因此,我们不需要让这两个人中的任何一个变得更有智慧—— 因为这甚至是不可能的——也不应该谴责说,生病的人因为抱有这样的看法就是无知的,而健康的人因为抱有不同的看法就是聪明的,而是必须改变到另一种状态,因为另一种习惯更好。
ἀμείνων γὰρ ἡ ἑτέρα ἕξις. οὕτω δὲ καὶ ἐν τῇ παιδείᾳ ἀπὸ ἑτέρας ἕξεως ἐπὶ τὴν ἀμείνω μεταβλητέον· ἀλλʼ ὁ μὲν ἰατρὸς φαρμάκοις μεταβάλλει, ὁ δὲ σοφιστὴς λόγοις.
在教育中也是如此,必须从一种状态改变到更好的状态;不过医生是用药物来改变,而所谓的智者则是用言辞。
ἐπεὶ οὔ τί γε ψευδῆ δοξάζοντά τίς τινα ὕστερον ἀληθῆ ἐποίησε δοξάζειν· οὔτε γὰρ τὰ μὴ ὄντα δυνατὸν δοξάσαι, οὔτε ἄλλα παρʼ ἃ ἂν πάσχῃ, ταῦτα δὲ ἀεὶ ἀληθῆ.
因为从来没有人能让一个持有错误信念的人在以后持有真正的信念;因为既不可能对不存在的事物抱有信念,也不可能对自身经历之外的事物抱有信念,而这些经历总是真实的。
ἀλλʼ οἶμαι πονηρᾶς ψυχῆς ἕξει δοξάζοντα συγγενῆ ἑαυτῆς χρηστὴ ἐποίησε δοξάσαι ἕτερα τοιαῦτα, ἃ δή τινες τὰ φαντάσματα ὑπὸ ἀπειρίας ἀληθῆ καλοῦσιν, ἐγὼ δὲ βελτίω μὲν τὰ ἕτερα τῶν ἑτέρων, ἀληθέστερα δὲ οὐδέν.
但我认为,当一个人由于灵魂的恶劣状态而持有与其相似的信念时,一种良好的状态会使他持有另一种类似的、但属于良好状态的信念,有些人由于缺乏经验而称这些信念为‘真实的显现’,但我称它们为比其他信念‘更好’,但绝非‘更真实’。
καὶ τοὺς σοφούς, ὦ φίλε Σώκρατες, πολλοῦ δέω βατράχους λέγειν, ἀλλὰ κατὰ μὲν σώματα ἰατροὺς λέγω, κατὰ δὲ φυτὰ γεωργούς.
至于智者,亲爱的苏格拉底,我绝不称他们为青蛙;相反,对于身体我称他们为医生,对于植物我称他们为农夫。
φημὶ γὰρ καὶ τούτους τοῖς φυτοῖς ἀντὶ πονηρῶν αἰσθήσεων, ὅταν τι αὐτῶν ἀσθενῇ, χρηστὰς καὶ ὑγιεινὰς αἰσθήσεις τε καὶ ἀληθεῖς ἐμποιεῖν, τοὺς δέ γε σοφούς τε καὶ ἀγαθοὺς ῥήτορας ταῖς πόλεσι τὰ χρηστὰ ἀντὶ τῶν πονηρῶν δίκαια δοκεῖν εἶναι ποιεῖν.
因为我声称,农夫在植物生病时,也会在植物中植入良好、健康且真实的知觉,以代替不良的知觉;而聪明且优秀的演说家则能让国家觉得好的事物是正义的,以此代替不好的事物。
ἐπεὶ οἷά γʼ ἂν ἑκάστῃ πόλει δίκαια καὶ καλὰ δοκῇ, ταῦτα καὶ εἶναι αὐτῇ, ἕως ἂν αὐτὰ νομίζῃ· ἀλλʼ ὁ σοφὸς ἀντὶ πονηρῶν ὄντων αὐτοῖς ἑκάστων χρηστὰ ἐποίησεν εἶναι καὶ δοκεῖν.
因为对每个国家来说,只要它认为某些事物是正义和美好的,这些事物对它来说就是如此;但是智者能使好的事物代替那些对它们来说是不好的具体事物,从而使好的事物存在且显得存在。
κατὰ δὲ τὸν αὐτὸν λόγον καὶ ὁ σοφιστὴς τοὺς παιδευομένους οὕτω δυνάμενος παιδαγωγεῖν σοφός τε καὶ ἄξιος πολλῶν χρημάτων τοῖς παιδευθεῖσιν.
根据同样的道理,能够这样引导受教育者的苏菲斯特也是智者,并且对受教育者来说是值得付给巨额酬金的。
καὶ οὕτω σοφώτεροί τέ εἰσιν ἕτεροι ἑτέρων καὶ οὐδεὶς ψευδῆ δοξάζει, καὶ σοί, ἐάντε βούλῃ ἐάντε μή, ἀνεκτέον ὄντι μέτρῳ· σῴζεται γὰρ ἐν τούτοις ὁ λόγος οὗτος.
因此,有些人确实比另一些人更聪明,而且没有人抱有虚假的信念,而你,无论愿意与否,都必须忍受自己是一个尺度;因为在这些情况下,这一论证得到了拯救。
ᾧ σὺ εἰ μὲν ἔχεις ἐξ ἀρχῆς ἀμφισβητεῖν, ἀμφισβήτει λόγῳ ἀντιδιεξελθών· εἰ δὲ διʼ ἐρωτήσεων βούλει, διʼ ἐρωτήσεων· οὐδὲ γὰρ τοῦτο φευκτέον, ἀλλὰ πάντων μάλιστα διωκτέον τῷ νοῦν ἔχοντι.
如果你有能力从头开始对这提出异议,就展开反驳,用论证来反驳;如果你想通过提问来反驳,那就通过提问;因为这也不是应该逃避的,而是有头脑的人最应该追求的。
ποίει μέντοι οὑτωσί· μὴ ἀδίκει ἐν τῷ ἐρωτᾶν.
但是,请务必这样做:在提问中不要行不义。
καὶ γὰρ πολλὴ ἀλογία ἀρετῆς φάσκοντα ἐπιμελεῖσθαι μηδὲν ἀλλʼ ἢ ἀδικοῦντα ἐν λόγοις διατελεῖν.
因为,口口声声说自己关切德行,却在言辞中始终行不义,这真是极大的荒谬。 ”

词汇与语法注释

  1. 166bτὸ δέ — 对格的副词性用法,意为“事实上”或“真相是”,用于引入针对前述论证的实际辩白和解释。
  2. 166bαὐτίκα — 此处并非表示“立刻”,而是作为引入例证的副词,意为“例如”或“首先”。
  3. 166bμᾶλλον δὲ τὸν εἶναί τινα ἀλλʼ οὐχὶ τούς — 依赖于前文动词 `δώσειν`(承认)的带对格的不定式(A.c.I.)结构。其主语是 `τὸν`(存在某一个单一的人),并与 `τοὺς`(存在多个人)相对置。
  4. 167aμεταβλητέον — 动词形容词的中性单数形式。非人称用法,表示必要性(必须改变/转换)。上下文中的施事者是医生或苏菲斯特(智者)。
  5. 167bπονηρᾶς ψυχῆς ἕξει δοξάζοντα — 与格 `ἕξει` 表示原因,译为“由于恶劣灵魂的状态”。分词 `δοξάζοντα` 是主动词 `ἐποίησε` 的直接宾语,省略的主语“良好状态”(`χρηστὴ [ἕξις]`)构成了使役结构,促使他产生(`δοξάσαι`)其他(更好的)信念。

引用这一段

柏拉图, 泰阿泰德篇 §166-167. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg006.humanitext-grc2:166-167

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。