§166ΣΩ. ταῦτά τε δὴ πάντα ὅσα ἡμεῖς ἐπαμύνοντες αὐτῷ λέγομεν, καὶ ὁμόσε οἶμαι χωρήσεται καταφρονῶν ἡμῶν καὶ λέγων·
ソクラテス:これらすべて、私たちが彼を救援して語るすべてのことを、そして彼は、私たちのことを侮蔑しつつ、次のように言って真っ向から立ち向かってくるだろうと私は思う。
οὗτος δὴ ὁ Σωκράτης ὁ χρηστός, ἐπειδὴ αὐτῷ παιδίον τι ἐρωτηθὲν ἔδεισεν εἰ οἷόν τε τὸν αὐτὸν τὸ αὐτὸ μεμνῆσθαι ἅμα καὶ μὴ εἰδέναι, καὶ δεῖσαν ἀπέφησεν διὰ τὸ μὴ δύνασθαι προορᾶν, γέλωτα δὴ τὸν ἐμὲ ἐν τοῖς λόγοις ἀπέδειξεν.
「この立派なソクラテスは、ある子供が彼に問いかけられて、同じ人が同じものを同時に記憶していながら知らないなどということがあり得るかということに怯え、先を見通すことができないために怯えて否定したからといって、議論の中で私を物笑いの種にしたのだ。
τὸ δέ, ὦ ῥᾳθυμότατε Σώκρατες, τῇδʼ ἔχει·
しかし、最も気楽なソクラテスよ、真相はこうだ。
ὅταν τι τῶν ἐμῶν διʼ ἐρωτήσεως σκοπῇς, ἐὰν μὲν ὁ ἐρωτηθεὶς οἷάπερ ἂν ἐγὼ ἀποκριναίμην ἀποκρινάμενος σφάλληται, ἐγὼ ἐλέγχομαι, εἰ δὲ ἀλλοῖα, αὐτὸς ὁ ἐρωτηθείς.
君が私の説の何かを問いによって吟味するとき、問いかけられた者が、ちょうど私が答えるであろうような仕方で答えてつまずくなら、私が論破されたことになる。 しかし、異なる答え方をするなら、問いかけられた者自身が論破されたのだ。
αὐτίκα γὰρ δοκεῖς τινά σοι συγχωρήσεσθαι μνήμην παρεῖναί τῳ ὧν ἔπαθε, τοιοῦτόν τι οὖσαν πάθος οἷον ὅτε ἔπασχε, μηκέτι πάσχοντι;
例えば、誰かが君に対して、かつて経験したことの記憶が、もはや経験していない人において、経験していたときと同じような経験として存在しているなどと、同意してくれると思うかね。
πολλοῦ γε δεῖ.
とんでもないことだ。
ἢ αὖ ἀποκνήσειν ὁμολογεῖν οἷόν τʼ εἶναι εἰδέναι καὶ μὴ εἰδέναι τὸν αὐτὸν τὸ αὐτό;
あるいはまた、同じ人が同じものを知っていると同時に知らないということがあり得ると合意することを、躊躇すると思うかね。
ἢ ἐάνπερ τοῦτο δείσῃ, δώσειν ποτὲ τὸν αὐτὸν εἶναι τὸν ἀνομοιούμενον τῷ πρὶν ἀνομοιοῦσθαι ὄντι;
あるいは、もしこのことを恐れたとして、変化しつつある者が、変化する前にあった者と同じであるなどと、認めることがあるだろうか。
μᾶλλον δὲ τὸν εἶναί τινα ἀλλʼ οὐχὶ τούς, καὶ τούτους γιγνομένους ἀπείρους, ἐάνπερ ἀνομοίωσις γίγνηται, εἰ δὴ ὀνομάτων γε δεήσει θηρεύσεις διευλαβεῖσθαι ἀλλήλων;
あるいはむしろ、言葉によって互いを詮索し合うことを慎まねばならないとすればだが、もし異質化が生じるならば、ある『一人の人間』が存在するのであって、『複数の人間』が存在するのでもなく、またそれら(複数の人間)が無限に生じるのでもない、などということを認めるだろうか。
ἀλλʼ, ὦ μακάριε,
φήσει,
γενναιοτέρως ἐπʼ αὐτὸ ἐλθὼν ὃ λέγω, εἰ δύνασαι, ἐξέλεγξον ὡς οὐχὶ ἴδιαι αἰσθήσεις ἑκάστῳ ἡμῶν γίγνονται, ἢ ὡς ἰδίων γιγνομένων οὐδέν τι ἂν μᾶλλον τὸ φαινόμενον μόνῳ ἐκείνῳ γίγνοιτο, ἢ εἰ εἶναι δεῖ ὀνομάζειν, εἴη ᾧπερ φαίνεται·
そうではなく、幸福な人よ」と彼は言うだろう。 「もっと潔く、私が言っているそのこと自体に向き合って、もしできるなら、私たちの知覚が各人にとって独自のものとして生じるのではないということ、あるいは、それらが独自のものとして生じるとしても、現れるものが、それが現れる当人にとってのみ(あるいは、もし『ある』と呼ばねばならないなら、『ある』ことに)なるのではないということを、論破してみせよ。
ὗς δὲ δὴ καὶ κυνοκεφάλους λέγων οὐ μόνον αὐτὸς ὑηνεῖς, ἀλλὰ καὶ τοὺς ἀκούοντας τοῦτο δρᾶν εἰς τὰ συγγράμματά μου ἀναπείθεις, οὐ καλῶς ποιῶν.
豚や犬頭猿などを口にすることで、君自身が豚のように振る舞うだけでなく、聞き手たちに対しても私の著作に対してそうするように説得しているが、それは感心しない。
ἐγὼ γάρ φημι μὲν τὴν ἀλήθειαν ἔχειν ὡς γέγραφα·
なぜなら私は、自分が書いた通りに真理があると言っているのだから。
μέτρον γὰρ ἕκαστον ἡμῶν εἶναι τῶν τε ὄντων καὶ μή, μυρίον μέντοι διαφέρειν ἕτερον ἑτέρου αὐτῷ τούτῳ, ὅτι τῷ μὲν ἄλλα ἔστι τε καὶ φαίνεται, τῷ δὲ ἄλλα.
すなわち、私たち各人はあるものとあらぬものの尺度であるが、まさにこの点、つまり、ある人にはある事柄があり、かつ現れ、別の人には別の事柄があるという点において、人は他の人と限りなく異なっているのだ。
καὶ σοφίαν καὶ σοφὸν ἄνδρα πολλοῦ δέω τὸ μὴ φάναι εἶναι, ἀλλʼ αὐτὸν τοῦτον καὶ λέγω σοφόν, ὃς ἄν τινι ἡμῶν, ᾧ φαίνεται καὶ ἔστι κακά, μεταβάλλων ποιήσῃ ἀγαθὰ φαίνεσθαί τε καὶ εἶναι.
そして、知恵や知者が存在しないなどと言うつもりは毛頭なく、むしろ、私たちのうちで悪いものが現れ、かつある者に対して、それを変化させることで、良いものが現れ、かつあるようにする、その人こそを私は知者と呼ぶのだ。
τὸν δὲ λόγον αὖ μὴ τῷ ῥήματί μου δίωκε, ἀλλʼ ὧδε ἔτι σαφέστερον μάθε τί λέγω.
また、私の議論を言葉尻をとらえて追及するのではなく、私の言うことをこのようにさらに明確に理解してほしい。
οἷον γὰρ ἐν τοῖς πρόσθεν ἐλέγετο ἀναμνήσθητι, ὅτι τῷ μὲν ἀσθενοῦντι πικρὰ φαίνεται ἃ ἐσθίει καὶ ἔστι, τῷ δὲ ὑγιαίνοντι τἀναντία ἔστι καὶ φαίνεται.
例えば、先ほど語られたことを思い起こしてほしい。 病気の人には、自分が食べるものが苦く現れ、かつ苦いのであるが、健康な人には、反対のことがあり、かつ現れるのだ。
§167ΣΩ.
σοφώτερον μὲν οὖν τούτων οὐδέτερον δεῖ ποιῆσαι—οὐδὲ γὰρ δυνατόν—οὐδὲ κατηγορητέον ὡς ὁ μὲν κάμνων ἀμαθὴς ὅτι τοιαῦτα δοξάζει, ὁ δὲ ὑγιαίνων σοφὸς ὅτι ἀλλοῖα, μεταβλητέον δʼ ἐπὶ θάτερα·
」「したがって、これら二人のうちどちらかをより知恵のある者にしなければならないわけではなく(それは不可能だからだ)、また、病んでいる者はそのような思いなしを抱くから無知であり、健康な者は異なる思いなしを抱くから知者であると非難すべきでもない。 むしろ、もう一方の状態へと移行させねばならない。
ἀμείνων γὰρ ἡ ἑτέρα ἕξις.
もう一方の状態のほうがより優れているからだ。
οὕτω δὲ καὶ ἐν τῇ παιδείᾳ ἀπὸ ἑτέρας ἕξεως ἐπὶ τὴν ἀμείνω μεταβλητέον·
このように教育においても、ある状態からより優れた状態へと移行させねばならない。
ἀλλʼ ὁ μὲν ἰατρὸς φαρμάκοις μεταβάλλει, ὁ δὲ σοφιστὴς λόγοις.
ただし、医者は薬によって変化させ、ソフィストは言葉によって変化させる。
ἐπεὶ οὔ τί γε ψευδῆ δοξάζοντά τίς τινα ὕστερον ἀληθῆ ἐποίησε δοξάζειν·
なぜなら、偽なる思いなしを抱いている人を、後に真なる思いなしを抱くようにさせた者など誰もいないからだ。
οὔτε γὰρ τὰ μὴ ὄντα δυνατὸν δοξάσαι, οὔτε ἄλλα παρʼ ἃ ἂν πάσχῃ, ταῦτα δὲ ἀεὶ ἀληθῆ.
というのも、あらぬものを思いなすことも、自分が経験していること以外のものを思いなすことも不可能であり、経験していることこそが常に真なのだから。
ἀλλʼ οἶμαι πονηρᾶς ψυχῆς ἕξει δοξάζοντα συγγενῆ ἑαυτῆς χρηστὴ ἐποίησε δοξάσαι ἕτερα τοιαῦτα, ἃ δή τινες τὰ φαντάσματα ὑπὸ ἀπειρίας ἀληθῆ καλοῦσιν, ἐγὼ δὲ βελτίω μὲν τὰ ἕτερα τῶν ἑτέρων, ἀληθέστερα δὲ οὐδέν.
しかし思うに、魂の悪い状態のためにそれに似わしい思いなしを抱いている人に対して、良い状態は、それとは異なる、やはりその状態に似わしい思いなしを抱かせるのであり、まさにこれらを、ある人々は経験のなさから『真なる現れ』と呼ぶが、私は、一方が他方より『優れている』とは言っても、決して『より真である』とは言わない。
καὶ τοὺς σοφούς, ὦ φίλε Σώκρατες, πολλοῦ δέω βατράχους λέγειν, ἀλλὰ κατὰ μὲν σώματα ἰατροὺς λέγω, κατὰ δὲ φυτὰ γεωργούς.
そして、親愛なるソクラテスよ、私は知者たちをカエルなどと呼ぶつもりは毛頭なく、むしろ、身体に関しては医者と呼び、植物に関しては農夫と呼ぶ。
φημὶ γὰρ καὶ τούτους τοῖς φυτοῖς ἀντὶ πονηρῶν αἰσθήσεων, ὅταν τι αὐτῶν ἀσθενῇ, χρηστὰς καὶ ὑγιεινὰς αἰσθήσεις τε καὶ ἀληθεῖς ἐμποιεῖν, τοὺς δέ γε σοφούς τε καὶ ἀγαθοὺς ῥήτορας ταῖς πόλεσι τὰ χρηστὰ ἀντὶ τῶν πονηρῶν δίκαια δοκεῖν εἶναι ποιεῖν.
というのも、農夫たちも、植物のどれかが病気になったとき、悪い知覚の代わりに、良くて健康的、かつ真なる知覚をそれらに植え付けるのだと私は主張するからだ。 そして、知恵があり優れた弁論家たちは、国家にとって、悪いものの代わりに良いものが正義であると思われるようにする。
ἐπεὶ οἷά γʼ ἂν ἑκάστῃ πόλει δίκαια καὶ καλὰ δοκῇ, ταῦτα καὶ εἶναι αὐτῇ, ἕως ἂν αὐτὰ νομίζῃ· ἀλλʼ ὁ σοφὸς ἀντὶ πονηρῶν ὄντων αὐτοῖς ἑκάστων χρηστὰ ἐποίησεν εἶναι καὶ δοκεῖν.
なぜなら、それぞれの国家にとって正義であり美であると思われるような事柄は、国家がそう制度化している限り、その国家にとってその通りに存在するのであるが、知者は、彼らにとって個々に存在する悪いものの代わりに、良いものが存在し、かつそう思われるようにするからだ。
κατὰ δὲ τὸν αὐτὸν λόγον καὶ ὁ σοφιστὴς τοὺς παιδευομένους οὕτω δυνάμενος παιδαγωγεῖν σοφός τε καὶ ἄξιος πολλῶν χρημάτων τοῖς παιδευθεῖσιν.
同じ理屈によって、教育を受ける者たちをこのように指導することができるソフィストもまた、知者であり、教育された者たちから多くの報酬を得るに値するのだ。
καὶ οὕτω σοφώτεροί τέ εἰσιν ἕτεροι ἑτέρων καὶ οὐδεὶς ψευδῆ δοξάζει, καὶ σοί, ἐάντε βούλῃ ἐάντε μή, ἀνεκτέον ὄντι μέτρῳ·
そしてこのようにして、ある人は他の人より知恵があり、誰も偽なる思いなしを抱くことはなく、君もまた、望むと望まざるとにかかわらず、自分が尺度であることを耐え忍ばねばならない。
σῴζεται γὰρ ἐν τούτοις ὁ λόγος οὗτος.
なぜなら、これらのことによって、この議論は救われるのだから。
ᾧ σὺ εἰ μὲν ἔχεις ἐξ ἀρχῆς ἀμφισβητεῖν, ἀμφισβήτει λόγῳ ἀντιδιεξελθών·
これに対して、もし君が最初から異議を唱えることができるなら、反論を展開して議論によって異議を唱えるがよい。
εἰ δὲ διʼ ἐρωτήσεων βούλει, διʼ ἐρωτήσεων·
もし問いかけを通してそうしたいなら、問いかけを通してせよ。
οὐδὲ γὰρ τοῦτο φευκτέον, ἀλλὰ πάντων μάλιστα διωκτέον τῷ νοῦν ἔχοντι.
なぜなら、この方法も避けるべきではなく、むしろ思慮のある者にとっては何よりも追求されるべきものだからだ。
ποίει μέντοι οὑτωσί·
ただし、次のようにしてほしい。
μὴ ἀδίκει ἐν τῷ ἐρωτᾶν.
問いかけるにあた实现に不正を行わないこと。
καὶ γὰρ πολλὴ ἀλογία ἀρετῆς φάσκοντα ἐπιμελεῖσθαι μηδὲν ἀλλʼ ἢ ἀδικοῦντα ἐν λόγοις διατελεῖν.
徳に配慮していると主張しながら、議論において終始不正を行い続けることほど、甚だしい矛盾はないのだから。 」