§159ΘΕΑΙ. ἀδύνατον τοίνυν ταὐτόν τι ἔχειν ἢ ἐν δυνάμει ἢ ἐν ἄλλῳ ὁτῳοῦν, ὅταν ᾖ κομιδῇ ἕτερον.
泰阿泰德:因此,当某物完全不同时,它在力量或任何其他方面都不可能拥有任何相同的东西。
ΣΩ. ἆρʼ οὖν οὐ καὶ ἀνόμοιον ἀναγκαῖον τὸ τοιοῦτον ὁμολογεῖν;
苏格拉底:那么,难道不也必须承认这样的人(或事物)是不相似的吗?
ΘΕΑΙ. ἔμοιγε δοκεῖ.
泰阿泰德:我觉得是这样。
ΣΩ. εἰ ἄρα τι συμβαίνει ὅμοιόν τῳ γίγνεσθαι ἢ ἀνόμοιον, εἴτε ἑαυτῷ εἴτε ἄλλῳ, ὁμοιούμενον μὲν ταὐτὸν φήσομεν γίγνεσθαι, ἀνομοιούμενον δὲ ἕτερον;
苏格拉底:那么,如果某物变得与某物相似或不相似,无论是与自身还是与他物,当它变得相似时,我们是否要说它变得相同,而当它变得不相似时,它变得不同?
ΘΕΑΙ. ἀνάγκη.
泰阿泰德:必然如此。
ΣΩ. οὐκοῦν πρόσθεν ἐλέγομεν ὡς πολλὰ μὲν εἴη τὰ ποιοῦντα καὶ ἄπειρα, ὡσαύτως δέ γε τὰ πάσχοντα;
苏格拉底:我们先前不是说过,施动者是多数且无限的,受动者同样也是如此吗?
ΘΕΑΙ. ναί.
泰阿泰德:是的。
ΣΩ. καὶ μὴν ὅτι γε ἄλλο ἄλλῳ συμμειγνύμενον καὶ ἄλλῳ οὐ ταὐτὰ ἀλλʼ ἕτερα γεννήσει;
苏格拉底:而且,一物与另一物相混合,以及与又一物相混合,所产生的将不是相同的而是不同的东西,对吗?
ΘΕΑΙ. πάνυ μὲν οὖν.
泰阿泰德:确实完全如此。
ΣΩ. λέγωμεν δὴ ἐμέ τε καὶ σὲ καὶ τἆλλα ἤδη κατὰ τὸν αὐτὸν λόγον, Σωκράτη ὑγιαίνοντα καὶ Σωκράτη αὖ ἀσθενοῦντα.
苏格拉底:那么,现在让我们按照同样的道理来说说我和你以及其他事物,比如健康的苏格拉底,和生病的苏格拉底。
πότερον ὅμοιον τοῦτʼ ἐκείνῳ ἢ ἀνόμοιον φήσομεν;
我们是说这一个与那一个相似呢,还是不相似呢?
ΘΕΑΙ. ἆρα τὸν ἀσθενοῦντα Σωκράτη, ὅλον τοῦτο λέγεις ὅλῳ ἐκείνῳ, τῷ ὑγιαίνοντι Σωκράτει;
泰阿泰德:你是指生病的苏格拉底,即这整个,与那整个,即健康的苏格拉底相比吗?
ΣΩ. κάλλιστα ὑπέλαβες· αὐτὸ τοῦτο λέγω.
苏格拉底:你理解得极好;我正是这个意思。
ΘΕΑΙ. ἀνόμοιον δήπου.
泰阿泰德:当然是不相似的。
ΣΩ. καὶ ἕτερον ἄρα οὕτως ὥσπερ ἀνόμοιον;
苏格拉底:那么,它也是不同的,正如它是不相似的一样?
ΘΕΑΙ. ἀνάγκη.
泰阿泰德:必然如此。
ΣΩ. καὶ καθεύδοντα δὴ καὶ πάντα ἃ νυνδὴ διήλθομεν, ὡσαύτως φήσεις;
苏格拉底:那么,对于睡觉的人,以及我们刚才经历的所有状态,你也会同样这么说吗?
ΘΕΑΙ. ἔγωγε.
泰阿泰德:我确实会。
ΣΩ. ἕκαστον δὴ τῶν πεφυκότων τι ποιεῖν, ἄλλο τι, ὅταν μὲν λάβῃ ὑγιαίνοντα Σωκράτη, ὡς ἑτέρῳ μοι χρήσεται, ὅταν δὲ ἀσθενοῦντα, ὡς ἑτέρῳ;
苏格拉底:那么,每一个天生能施加作用的事物,当它遇到健康的苏格拉底时,会把我当作一个不同的事物来对待,而当它遇到生病的苏格拉底时,又当作另一个不同的事物来对待,是吗?
ΘΕΑΙ. τί δʼ οὐ μέλλει;
泰阿泰德:怎么会不这样呢?
ΣΩ. καὶ ἕτερα δὴ ἐφʼ ἑκατέρου γεννήσομεν ἐγώ τε ὁ πάσχων καὶ ἐκεῖνο τὸ ποιοῦν;
苏格拉底:因此,在每一种情况下,作为受动者的我和那施动者都会产生不同的东西,对吗?
ΘΕΑΙ. τί μήν;
泰阿泰德:当然。
ΣΩ. ὅταν δὴ οἶνον πίνω ὑγιαίνων, ἡδύς μοι φαίνεται καὶ γλυκύς;
苏格拉底:那么,当我健康时喝葡萄酒,它对我显现为是愉悦且甘甜的吗?
ΘΕΑΙ. ναί.
泰阿泰德:是的。
ΣΩ. ἐγέννησε γὰρ δὴ ἐκ τῶν προωμολογημένων τό τε ποιοῦν καὶ τὸ πάσχον γλυκύτητά τε καὶ αἴσθησιν, ἅμα φερόμενα ἀμφότερα, καὶ ἡ μὲν αἴσθησις πρὸς τοῦ πάσχοντος οὖσα αἰσθανομένην τὴν γλῶτταν ἀπηργάσατο, ἡ δὲ γλυκύτης πρὸς τοῦ οἴνου περὶ αὐτὸν φερομένη γλυκὺν τὸν οἶνον τῇ ὑγιαινούσῃ γλώττῃ ἐποίησεν καὶ εἶναι καὶ φαίνεσθαι.
苏格拉底:因为,根据我们先前的协定,那施动者和受动者确实产生了甘甜和知觉,两者同时运动;知觉在受动者一侧,使得舌头成为在知觉着的,而甘甜在葡萄酒一侧并围绕它运动,使得葡萄酒对健康的舌头来说,既是甘甜的,也显现为是甘甜的。
ΘΕΑΙ. πάνυ μὲν οὖν τὰ πρότερα ἡμῖν οὕτως ὡμολόγητο.
泰阿泰德:确实完全如此,我们之前就是这样同意的。
ΣΩ. ὅταν δὲ ἀσθενοῦντα, ἄλλο τι πρῶτον μὲν τῇ ἀληθείᾳ οὐ τὸν αὐτὸν ἔλαβεν;
苏格拉底:但是当它遇到生病的苏格拉底时,首先,在真实中它所遇到的难道不是另一个人吗?
ἀνομοίῳ γὰρ δὴ προσῆλθεν.
因为它接近的是一个不相似的人。
ΘΕΑΙ. ναί.
泰阿泰德:是的。
ΣΩ. ἕτερα δὴ αὖ ἐγεννησάτην ὅ τε τοιοῦτος Σωκράτης καὶ ἡ τοῦ οἴνου πόσις, περὶ μὲν τὴν γλῶτταν αἴσθησιν πικρότητος, περὶ δὲ τὸν οἶνον γιγνομένην καὶ φερομένην πικρότητα, καὶ τὸν μὲν οὐ πικρότητα ἀλλὰ πικρόν, ἐμὲ δὲ οὐκ αἴσθησιν ἀλλʼ αἰσθανόμενον;
苏格拉底:那么,这一次,这样状态下的苏格拉底和喝葡萄酒这两者,又产生了不同的东西:在舌头周围产生了对苦味的知觉,在葡萄酒周围产生了生成并运动的苦味,使得葡萄酒不是苦味本身而是变苦,而使我不是知觉本身而是成为知觉着的?
ΘΕΑΙ. κομιδῇ μὲν οὖν.
泰阿泰德:确实完全如此。
§160ΣΩ. οὔκουν ἐγώ τε οὐδὲν ἄλλο ποτὲ γενήσομαι οὕτως αἰσθανόμενος· τοῦ γὰρ ἄλλου ἄλλη αἴσθησις, καὶ ἀλλοῖον καὶ ἄλλον ποιεῖ τὸν αἰσθανόμενον· οὔτʼ ἐκεῖνο τὸ ποιοῦν ἐμὲ μήποτʼ ἄλλῳ συνελθὸν ταὐτὸν γεννῆσαν τοιοῦτον γένηται· ἀπὸ γὰρ ἄλλου ἄλλο γεννῆσαν ἀλλοῖον γενήσεται.
苏格拉底:因此,对于任何其他事物,我都绝不会成为这样去知觉它的;因为对另一事物的知觉是另一种知觉,它使知觉者成为不同的、另一个人;同样,那个对我施加作用的事物,如果与另一个人相结合,也绝不会产生相同的东西并成为现在这样的东西;因为由于从另一个主体那里产生出另一个东西,它本身也将变得不同。
ΘΕΑΙ. ἔστι ταῦτα.
泰阿泰德:确实如此。
ΣΩ. οὐδὲ μὴν ἔγωγε ἐμαυτῷ τοιοῦτος, ἐκεῖνό τε ἑαυτῷ τοιοῦτον γενήσεται.
苏格拉底:而且当然,我仅凭自己不会对自己成为这样,它仅凭自己也不会对自己成为这样。
ΘΕΑΙ. οὐ γὰρ οὖν.
泰阿泰德:确实不。
ΣΩ. ἀνάγκη δέ γε ἐμέ τε τινὸς γίγνεσθαι, ὅταν αἰσθανόμενος γίγνωμαι· αἰσθανόμενον γάρ, μηδενὸς δὲ αἰσθανόμενον, ἀδύνατον γίγνεσθαι· ἐκεῖνό τε τινὶ γίγνεσθαι, ὅταν γλυκὺ ἢ πικρὸν ἤ τι τοιοῦτον γίγνηται· γλυκὺ γάρ, μηδενὶ δὲ γλυκὺ ἀδύνατον γενέσθαι.
苏格拉底:但是,当我成为知觉着的时,我必须成为对某物的知觉者;因为成为知觉着的,却不在知觉任何东西,这是不可能的;同样,当那个事物变得甘甜或苦或诸如此类时,它必须是对某人而言如此;因为成为甘甜的,却不对任何人甘甜,这也是不可能的。
ΘΕΑΙ. παντάπασι μὲν οὖν.
泰阿泰德:确实完全如此。
ΣΩ. λείπεται δὴ οἶμαι ἡμῖν ἀλλήλοις, εἴτʼ ἐσμέν, εἶναι, εἴτε γιγνόμεθα, γίγνεσθαι, ἐπείπερ ἡμῶν ἡ ἀνάγκη τὴν οὐσίαν συνδεῖ μέν, συνδεῖ δὲ οὐδενὶ τῶν ἄλλων οὐδʼ αὖ ἡμῖν αὐτοῖς.
苏格拉底:因此,我想剩下的就是,无论我们是存在还是生成,我们都被相互绑定在一起,因为必然性虽然将我们的存在绑定在一起,却不将它与任何其他事物绑定,也不将它与我们自身绑定。
ἀλλήλοις δὴ λείπεται συνδεδέσθαι.
因此,剩下的只能是相互绑定。
ὥστε εἴτε τις εἶναί τι ὀνομάζει, τινὶ εἶναι ἢ τινὸς ἢ πρός τι ῥητέον αὐτῷ, εἴτε γίγνεσθαι· αὐτὸ δὲ ἐφʼ αὑτοῦ τι ἢ ὂν ἢ γιγνόμενον οὔτε αὐτῷ λεκτέον οὔτʼ ἄλλου λέγοντος ἀποδεκτέον, ὡς ὁ λόγος ὃν διεληλύθαμεν σημαίνει.
所以,如果有人称某物“存在”,他必须说它是“对某人存在”,或是“属于某人”,或是“相对于某物”,在它“生成”时也是如此;但绝不能说任何事物本身自存或自生,自己不能这样说,别人这样说时也不能接受,正如我们刚才阐述的论点所指明的那样。
ΘΕΑΙ. παντάπασι μὲν οὖν, ὦ Σώκρατες.
泰阿泰德:确实完全如此,苏格拉底。
ΣΩ. οὐκοῦν ὅτε δὴ τὸ ἐμὲ ποιοῦν ἐμοί ἐστιν καὶ οὐκ ἄλλῳ, ἐγὼ καὶ αἰσθάνομαι αὐτοῦ, ἄλλος δʼ οὔ;
苏格拉底:那么,既然那对我施加作用的事物是对我而言,而不是对别人而言,那么也是我知觉到它,而别人没有知觉到,对吗?
ΘΕΑΙ. πῶς γὰρ οὔ;
泰阿泰德:怎么会不呢?
ΣΩ. ἀληθὴς ἄρα ἐμοὶ ἡ ἐμὴ αἴσθησις—τῆς γὰρ ἐμῆς οὐσίας ἀεί ἐστιν—καὶ ἐγὼ κριτὴς κατὰ τὸν Πρωταγόραν τῶν τε ὄντων ἐμοὶ ὡς ἔστι, καὶ τῶν μὴ ὄντων ὡς οὐκ ἔστιν.
苏格拉底:因此,我的知觉对我而言是真实的——因为它总是属于我的存在——而我,根据普罗泰戈拉,是那些对我而言存在的事物之存在的判定者,也是那些不存在的事物之不存在的判定者。
ΘΕΑΙ. ἔοικεν.
泰阿泰德:似乎是这样。
ΣΩ. πῶς ἂν οὖν ἀψευδὴς ὢν καὶ μὴ πταίων τῇ διανοίᾳ περὶ τὰ ὄντα ἢ γιγνόμενα οὐκ ἐπιστήμων ἂν εἴην ὧνπερ αἰσθητής;
苏格拉底:那么,既然我在关于存在或生成的事物的思考上是不虚假的且不犯错的,我怎么可能不是我所知觉到的那些事物的知者呢?
ΘΕΑΙ. οὐδαμῶς ὅπως οὔ.
泰阿泰德:绝不可能不是。
ΣΩ. παγκάλως ἄρα σοι εἴρηται ὅτι ἐπιστήμη οὐκ ἄλλο τί ἐστιν ἢ αἴσθησις, καὶ εἰς ταὐτὸν συμπέπτωκεν, κατὰ μὲν Ὅμηρον καὶ Ἡράκλειτον καὶ πᾶν τὸ τοιοῦτον φῦλον οἷον ῥεύματα κινεῖσθαι τὰ πάντα, κατὰ δὲ Πρωταγόραν τὸν σοφώτατον πάντων χρημάτων ἄνθρωπον μέτρον εἶναι, κατὰ δὲ Θεαίτητον τούτων οὕτως ἐχόντων αἴσθησιν ἐπιστήμην γίγνεσθαι.
苏格拉底:那么,你所说的“知识不是别的东西,正是知觉”真是说得太妙了;而这正合流到了同一个结论:按照荷马、赫拉克利特和所有那一派人的说法,万物如溪流般运动;按照最智慧的普罗泰戈拉,人是万物的尺度;而按照泰阿泰德,既然这些情况如此,知觉就成了知识。
ἦ γάρ, ὦ Θεαίτητε;
不是吗,泰阿泰德?
φῶμεν τοῦτο σὸν μὲν εἶναι οἷον νεογενὲς παιδίον, ἐμὸν δὲ μαίευμα;
我们要说这是你的新生儿,而我是为你助产的吗?
ἢ πῶς λέγεις;
还是你怎么说?
ΘΕΑΙ. οὕτως ἀνάγκη, ὦ Σώκρατες.
泰阿泰德:必须如此,苏格拉底。