Humanitext Reader

柏拉图 · 泰阿泰德篇 §154

感觉的相对性与骰子比较的悖论

第 8 段,共 45 段 · 希腊语

内容简介

苏格拉底解释说,像颜色这样的感觉特性是眼睛与运动接触而产生的相对现象,并用骰子的例子提出了一个悖论:在自身不发生改变的情况下,一个事物会因为与之相比的对象不同而显得不同。

§154ΣΩ. ἑπώμεθα τῷ ἄρτι λόγῳ, μηδὲν αὐτὸ καθʼ αὑτὸ ἓν ὂν τιθέντες·
苏格拉底:让我们遵循刚才的论点,假定没有任何事物其自身是单一存在的。
καὶ ἡμῖν οὕτω μέλαν τε καὶ λευκὸν καὶ ὁτιοῦν ἄλλο χρῶμα ἐκ τῆς προσβολῆς τῶν ὀμμάτων πρὸς τὴν προσήκουσαν φορὰν φανεῖται γεγενημένον, καὶ ὃ δὴ ἕκαστον εἶναί φαμεν χρῶμα οὔτε τὸ προσβάλλον οὔτε τὸ προσβαλλόμενον ἔσται, ἀλλὰ μεταξύ τι ἑκάστῳ ἴδιον γεγονός·
这样,对于我们来说,黑色、白色以及任何其他颜色,都将显现为是由眼睛与相应的运动相接触而产生的;而我们所谓的每一种颜色,既不是那个撞击者,也不是那个被撞击者,而是产生于两者之间、对每个人来说都是特有的某种东西。
ἢ σὺ διισχυρίσαιο ἂν ὡς οἷον σοὶ φαίνεται ἕκαστον χρῶμα, τοιοῦτον καὶ κυνὶ καὶ ὁτῳοῦν ζῴῳ;
或者,你敢断言,每一种颜色显现给你的样子,显现给狗或任何其他动物也是那个样子吗?
ΘΕΑΙ. μὰ Δίʼ οὐκ ἔγωγε.
泰阿泰德:凭宙斯起誓,我绝不这么认为。
ΣΩ. τί δέ;
苏格拉底:那这个呢?
ἄλλῳ ἀνθρώπῳ ἆρʼ ὅμοιον καὶ σοὶ φαίνεται ὁτιοῦν;
对另一个人类来说,任何东西显现出来的样子会和显现给你的一样吗?
ἔχεις τοῦτο ἰσχυρῶς, ἢ πολὺ μᾶλλον ὅτι οὐδὲ σοὶ αὐτῷ ταὐτὸν διὰ τὸ μηδέποτε ὁμοίως αὐτὸν σεαυτῷ ἔχειν;
你坚信这一点呢,还是更倾向于认为,由于你自身从未处于完全相同的状态,它甚至对你自身显现出来的也不是同一样东西?
ΘΕΑΙ. τοῦτο μᾶλλόν μοι δοκεῖ ἢ ἐκεῖνο.
泰阿泰德:在我看来,后一种看法比前一种更合适。
ΣΩ. οὐκοῦν εἰ μὲν ᾧ παραμετρούμεθα ἢ οὗ ἐφαπτόμεθα μέγα ἢ λευκὸν ἢ θερμὸν ἦν, οὐκ ἄν ποτε ἄλλῳ προσπεσὸν ἄλλο ἂν ἐγεγόνει, αὐτό γε μηδὲν μεταβάλλον·
苏格拉底:那么,如果我们与之相比较或我们所接触的那个事物本身是大的、白的或热的,它在与别的事物接触时,在自身不发生任何改变的情况下,绝不会变成另外的样子。
εἰ δὲ αὖ τὸ παραμετρούμενον ἢ ἐφαπτόμενον ἕκαστον ἦν τούτων, οὐκ ἂν αὖ ἄλλου προσελθόντος ἤ τι παθόντος αὐτὸ μηδὲν παθὸν ἄλλο ἂν ἐγένετο.
反过来说,如果相比较的或被接触的每个事物本身具有这些性质,那么当别的事物接近它或受到某种作用时,它自己在没有受到任何作用的情况下,也绝不会变成另外的样子。
ἐπεὶ νῦν γε, ὦ φίλε, θαυμαστά τε καὶ γελοῖα εὐχερῶς πως ἀναγκαζόμεθα λέγειν, ὡς φαίη ἂν Πρωταγόρας τε καὶ πᾶς ὁ τὰ αὐτὰ ἐκείνῳ ἐπιχειρῶν λέγειν.
因为如今,我的朋友,我们不知怎的很容易就被迫说出一些令人惊异和可笑的话来,正如普罗泰戈拉以及任何企图说出与他相同观点的人所说的那样。
ΘΕΑΙ. πῶς δὴ καὶ ποῖα λέγεις;
泰阿泰德:你到底是什么意思,指的是哪类事情?
ΣΩ. σμικρὸν λαβὲ παράδειγμα, καὶ πάντα εἴσῃ ἃ βούλομαι.
苏格拉底:拿一个微小的例子来说,你就会明白我所说的一切。
ἀστραγάλους γάρ που ἕξ, ἂν μὲν τέτταρας αὐτοῖς προσενέγκῃς, πλείους φαμὲν εἶναι τῶν τεττάρων καὶ ἡμιολίους, ἐὰν δὲ δώδεκα, ἐλάττους καὶ ἡμίσεις, καὶ οὐδὲ ἀνεκτὸν ἄλλως λέγειν·
例如,如果有六个骰子,如果你把四个骰子放到它们旁边,我们会说这六个比四个多,并且是一倍半;但如果放到十二个旁边,它们就显得更少,且只有一半。
ἢ σὺ ἀνέξῃ;
除了这样说之外,别的说法是根本无法容忍的。
ΘΕΑΙ. οὐκ ἔγωγε.
或者,你能容忍吗?
ΣΩ. τί οὖν;
泰阿泰德:我可容忍不了。
ἄν σε Πρωταγόρας ἔρηται ἤ τις ἄλλος· ὦ Θεαίτητε, ἔσθʼ ὅπως τι μεῖζον ἢ πλέον γίγνεται ἄλλως ἢ αὐξηθέν;
苏格拉底:那么,如果普罗泰戈拉或别的什么人问你: “泰阿泰德,有什么事物能够通过除了增加以外的其他方式变得更大或更多吗?
τί ἀποκρινῇ;
” 你会怎么回答?
ΘΕΑΙ. ἐὰν μέν, ὦ Σώκρατες, τὸ δοκοῦν πρὸς τὴν νῦν ἐρώτησιν ἀποκρίνωμαι, ὅτι οὐκ ἔστιν· ἐὰν δὲ πρὸς τὴν προτέραν, φυλάττων μὴ ἐναντία εἴπω, ὅτι ἔστιν.
泰阿泰德:苏格拉底,如果我针对眼前的这个提问,按照直觉来回答,我会说“没有”;但如果考虑到前一个例子,为了避免说出前后矛盾的话,我会说“有”。
ΣΩ. εὖ γε νὴ τὴν Ἥραν, ὦ φίλε, καὶ θείως.
苏格拉底:凭赫拉起誓,答得太好了,我的朋友,简直神了!
ἀτάρ, ὡς ἔοικεν, ἐὰν ἀποκρίνῃ ὅτι ἔστιν, Εὐριπίδειόν τι συμβήσεται· ἡ μὲν γὰρ γλῶττα ἀνέλεγκτος ἡμῖν ἔσται, ἡ δὲ φρὴν οὐκ ἀνέλεγκτος.
但是,看来如果你回答“有”,就会发生某种欧里庇得斯式的状况:因为我们的舌头将保持不被驳倒,但我们的心灵却并非没有被驳倒。
ΘΕΑΙ. ἀληθῆ.
泰阿泰德:确实如此。
ΣΩ. οὐκοῦν εἰ μὲν δεινοὶ καὶ σοφοὶ ἐγώ τε καὶ σὺ ἦμεν, πάντα τὰ τῶν φρενῶν ἐξητακότες, ἤδη ἂν τὸ λοιπὸν ἐκ περιουσίας ἀλλήλων ἀποπειρώμενοι, συνελθόντες σοφιστικῶς εἰς μάχην τοιαύτην, ἀλλήλων τοὺς λόγους τοῖς λόγοις ἐκρούομεν·
苏格拉底:因此,如果你和我都是精明而智慧的人,已经彻底审视了心灵的一切活动,那么接下来,我们凭着绰绰有余的闲暇,去互相试探,以智者的方式聚集在这样一场战斗中,用各自的言论去撞击对方的言论。
νῦν δὲ ἅτε ἰδιῶται πρῶτον βουλησόμεθα θεάσασθαι αὐτὰ πρὸς αὑτὰ τί ποτʼ ἐστὶν ἃ διανοούμεθα, πότερον ἡμῖν ἀλλήλοις συμφωνεῖ ἢ οὐδʼ ὁπωστιοῦν.
但是现在,由于我们只是普通人,我们首先想要观察我们心里所想的事情本身究竟是什么,看看它们彼此之间是相互协调的,还是根本不相吻合。
ΘΕΑΙ. πάνυ μὲν οὖν ἔγωγε τοῦτʼ ἂν βουλοίμην.
泰阿泰德:确实如此,我非常希望这样。

词汇与语法注释

  1. 154aτῶν ὀμμάτων — 与名词 `προσβολή`(撞击、接触)相连的属格 `τῶν ὀμμάτων` 是作主格性属格(眼睛去撞击)还是宾格性属格(撞击眼睛)。根据上下文,解释为主格性属格更为自然,这也得到了后文中使用主动表达“撞击者”(`τὸ προσβάλλον`)的有力支持。
  2. 154bᾧ παραμετρούμεθα — 前半句的中动态关系从句 `ᾧ παραμετρούμεθα`(我们用以比较/测量的标准)与后半句的被动态现在分词 `τὸ παραμετρούμενον`(被比较/被测量的对象)之间的对比。这里通过中动和被动的语法区别,严密地划分了客观的测量基准与被测量的具体对象。
  3. 154eἂν ... ἐκρούομεν — 虚拟条件句(与现在事实相反)的归结从句。承接前文的条件从句 `εἰ μὲν δεινοὶ καὶ σοφοὶ ... ἦμεν`(如果我们是精明而智慧的人),使用带 `ἂν` 的直陈式未完成过去时 `ἐκρούομεν`,表示与现在事实相反的假设结果(实际上我们并没有在交锋辩论)。

引用这一段

柏拉图, 泰阿泰德篇 §154. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg006.humanitext-grc2:154

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。