Humanitext Reader

柏拉图 · 泰阿泰德篇 §152-153

普罗泰戈拉的人是万物尺度与生成流变说

第 7 段,共 45 段 · 希腊语

内容简介

苏格拉底指出泰阿泰德关于“感觉即知识”的定义与普罗泰戈拉的“人是万物的尺度”以及赫拉克利特等人主张万物皆流、不断生成的学说相一致,并引用支持这一观点的诗人和自然哲学家们的论点。

§152ΣΩ. κινδυνεύεις μέντοι λόγον οὐ φαῦλον εἰρηκέναι περὶ ἐπιστήμης, ἀλλʼ ὃν ἔλεγε καὶ Πρωταγόρας.
苏格拉底:事实上,你似乎对知识给出了一个极不寻常的解释,而这正是普罗泰戈拉曾经说过的。
τρόπον δέ τινα ἄλλον εἴρηκε τὰ αὐτὰ ταῦτα.
只不过,他用另一种方式表达了同样的意思。
φησὶ γάρ που πάντων χρημάτων μέτρον ἄνθρωπον εἶναι, τῶν μὲν ὄντων ὡς ἔστι, τῶν δὲ μὴ ὄντων ὡς οὐκ ἔστιν.
因为他曾说:“人是万物的尺度:是存在者存在的尺度,也是不存在者不存在的尺度。
ἀνέγνωκας γάρ που;
”你大概读过这话吧?
ΘΕΑΙ. ἀνέγνωκα καὶ πολλάκις.
泰阿泰德:是的,而且读过很多次。
ΣΩ. οὐκοῦν οὕτω πως λέγει, ὡς οἷα μὲν ἕκαστα ἐμοὶ φαίνεται τοιαῦτα μὲν ἔστιν ἐμοί, οἷα δὲ σοί, τοιαῦτα δὲ αὖ σοί·
苏格拉底:那么,他的意思难道不是这样吗:“事物对我显现成什么样,它对我就是什么样;对你显现成什么样,它对你也就是什么样”?
ἄνθρωπος δὲ σύ τε κἀγώ;
而你和我都属于“人”吧?
ΘΕΑΙ. λέγει γὰρ οὖν οὕτω.
泰阿泰德:是的,他确实是这么说的。
ΣΩ. εἰκὸς μέντοι σοφὸν ἄνδρα μὴ ληρεῖν· ἐπακολουθήσωμεν οὖν αὐτῷ.
苏格拉底:不过,一个聪明的人是不大可能胡言乱语的;所以让我们紧随他的思路。
ἆρʼ οὐκ ἐνίοτε πνέοντος ἀνέμου τοῦ αὐτοῦ ὁ μὲν ἡμῶν ῥιγῷ, ὁ δʼ οὔ;
难道不是有时在刮同一阵风的时候,我们中有一个人觉得冷,而另一个不觉得?
καὶ ὁ μὲν ἠρέμα, ὁ δὲ σφόδρα;
一个人觉得微冷,另一个觉得极冷?
ΘΕΑΙ. καὶ μάλα.
泰阿泰德:非常对。
ΣΩ. πότερον οὖν τότε αὐτὸ ἐφʼ ἑαυτοῦ τὸ πνεῦμα ψυχρὸν ἢ οὐ ψυχρὸν φήσομεν;
苏格拉底:那么,此时我们该说,那阵风本身是冷的,还是不冷的?
ἢ πεισόμεθα τῷ Πρωταγόρᾳ ὅτι τῷ μὲν ῥιγῶντι ψυχρόν, τῷ δὲ μὴ οὔ;
还是说我们应该听从普罗泰戈拉,认为对于觉得冷的人它是冷的,而对于不觉得冷的人它就不是冷的?
ΘΕΑΙ. ἔοικεν.
泰阿泰德:看来是这样。
ΣΩ. οὐκοῦν καὶ φαίνεται οὕτω ἑκατέρῳ;
苏格拉底:那么对他们每个人来说,显现出来的确实也就是这样了?
ΘΕΑΙ. ναί.
泰阿泰德:是的。
ΣΩ. τὸ δέ γε φαίνεται αἰσθάνεσθαί ἐστιν;
苏格理底:而“显现”指的就是感知吗?
ΘΕΑΙ. ἔστιν γάρ.
泰阿泰德:是的。
ΣΩ. φαντασία ἄρα καὶ αἴσθησις ταὐτὸν ἔν τε θερμοῖς καὶ πᾶσι τοῖς τοιούτοις.
苏格拉底:那么,在冷热和所有这类事物中,显现和感觉就是一回事。
οἷα γὰρ αἰσθάνεται ἕκαστος, τοιαῦτα ἑκάστῳ καὶ κινδυνεύει εἶναι.
因为每个人感知到什么样,事物对每个人来说似乎也就是什么样。
ΘΕΑΙ. ἔοικεν.
泰阿泰德:看来是这样。
ΣΩ. αἴσθησις ἄρα τοῦ ὄντος ἀεί ἐστιν καὶ ἀψευδὲς ὡς ἐπιστήμη οὖσα.
苏格拉底:因此,感觉总是针对存在者的,并且由于它是知识,因而是无误的。
ΘΕΑΙ. φαίνεται.
泰阿泰德:显而易见。
ΣΩ. ἆρʼ οὖν πρὸς Χαρίτων πάσσοφός τις ἦν ὁ Πρωταγόρας, καὶ τοῦτο ἡμῖν μὲν ᾐνίξατο τῷ πολλῷ συρφετῷ, τοῖς δὲ μαθηταῖς ἐν ἀπορρήτῳ τὴν ἀλήθειαν ἔλεγεν;
苏格拉底:天哪,难道普罗泰戈拉是一个无所不知的人,他只是向我们这些平庸的大多数人暗示了这个谜团,而只在秘密中向他的弟子们传授真理吗?
ΘΕΑΙ. πῶς δή, ὦ Σώκρατες, τοῦτο λέγεις;
泰阿泰德:苏格拉底,你这话是什么意思?
ΣΩ. ἐγὼ ἐρῶ καὶ μάλʼ οὐ φαῦλον λόγον, ὡς ἄρα ἓν μὲν αὐτὸ καθʼ αὑτὸ οὐδέν ἐστιν, οὐδʼ ἄν τι προσείποις ὀρθῶς οὐδʼ ὁποιονοῦν τι, ἀλλʼ ἐὰν ὡς μέγα προσαγορεύῃς, καὶ σμικρὸν φανεῖται, καὶ ἐὰν βαρύ, κοῦφον, σύμπαντά τε οὕτως, ὡς μηδενὸς ὄντος ἑνὸς μήτε τινὸς μήτε ὁποιουοῦν·
苏格拉底:我将要阐述一个非常不寻常的理论,即:没有任何一个事物是单独自己独立存在的,你既不能正确地称其为什么,也不能说它具有任何一种品质;相反,如果你称它为“大”,它也会显现为“小”;如果你称它为“重”,它也会显现为“轻”;所有事物都是如此,仿佛没有任何事物是单一存在的,也没有任何事物具有任何性质。
ἐκ δὲ δὴ φορᾶς τε καὶ κινήσεως καὶ κράσεως πρὸς ἄλληλα γίγνεται πάντα ἃ δή φαμεν εἶναι, οὐκ ὀρθῶς προσαγορεύοντες· ἔστι μὲν γὰρ οὐδέποτʼ οὐδέν, ἀεὶ δὲ γίγνεται.
相反,正是由于相互的移动、运动和掺和,才产生了一切我们说“存在”的事物,我们这样称呼是不正确的;因为没有任何东西是真正“存在”的,而是一直在“生成”。
καὶ περὶ τούτου πάντες ἑξῆς οἱ σοφοὶ πλὴν Παρμενίδου συμφερέσθων, Πρωταγόρας τε καὶ Ἡράκλειτος καὶ Ἐμπεδοκλῆς, καὶ τῶν ποιητῶν οἱ ἄκροι τῆς ποιήσεως ἑκατέρας, κωμῳδίας μὲν Ἐπίχαρμος, τραγῳδίας δὲ Ὅμηρος, ὃς εἰπών— " Ὠκεανόν τε θεῶν γένεσιν καὶ μητέρα Τηθύν " πάντα εἴρηκεν ἔκγονα ῥοῆς τε καὶ κινήσεως·
关于这一点,除了巴门尼德以外,所有的哲人,如普罗泰戈拉、赫拉克利特和恩培多克勒,都相继表示赞同;甚至连两类诗歌的顶尖诗人,即喜剧方面的伊皮卡尔莫斯和悲剧方面的荷马也是如此。 荷马说过: “众神之源俄刻阿诺斯与母亲泰提斯” 这就表明,万物都是流动和运动的产物。
ἢ οὐ δοκεῖ τοῦτο λέγειν;
或者他看起来不是这个意思吗?
ΘΕΑΙ. ἔμοιγε.
泰阿泰德:在我看来,他确实是这个意思。
§153ΣΩ. τίς οὖν ἂν ἔτι πρός γε τοσοῦτον στρατόπεδον καὶ στρατηγὸν Ὅμηρον δύναιτο ἀμφισβητήσας μὴ οὐ καταγέλαστος γενέσθαι;
苏格拉底:那么,面对如此庞大的军旅和以荷马为统帅的阵营,还有谁能在提出异议后不沦为笑柄呢?
ΘΕΑΙ. οὐ ῥᾴδιον, ὦ Σώκρατες.
泰阿泰德:这可不容易,苏格拉底。
ΣΩ. οὐ γάρ, ὦ Θεαίτητε.
苏格拉底:确实不容易,泰阿泰德。
ἐπεὶ καὶ τάδε τῷ λόγῳ σημεῖα ἱκανά, ὅτι τὸ μὲν εἶναι δοκοῦν καὶ τὸ γίγνεσθαι κίνησις παρέχει, τὸ δὲ μὴ εἶναι καὶ ἀπόλλυσθαι ἡσυχία·
因为以下这些现象也是该学说的充足论据:显现出的“存在”和“生成”是由运动提供的,而“不存在”和“消灭”则是由静止带来的。
τὸ γὰρ θερμόν τε καὶ πῦρ, ὃ δὴ καὶ τἆλλα γεννᾷ καὶ ἐπιτροπεύει, αὐτὸ γεννᾶται ἐκ φορᾶς καὶ τρίψεως· τούτω δὲ κινήσεις.
事实上,热和火——这正是生出并支配其他一切事物的要素——本身也是通过移动和摩擦产生的,而这两者都是运动。
ἢ οὐχ αὗται γενέσεις πυρός;
或者这些难道不是火的产生方式吗?
ΘΕΑΙ. αὗται μὲν οὖν.
泰阿泰德:确实是这些方式。
ΣΩ. καὶ μὴν τό γε τῶν ζῴων γένος ἐκ τῶν αὐτῶν τούτων φύεται.
苏格拉底:而且,动物的种类也是通过这些相同的东西而生长的。
ΘΕΑΙ. πῶς δʼ οὔ;
泰阿泰德:怎么会不是呢?
ΣΩ. τί δέ;
苏格拉底:那这个呢?
ἡ τῶν σωμάτων ἕξις οὐχ ὑπὸ ἡσυχίας μὲν καὶ ἀργίας διόλλυται, ὑπὸ γυμνασίων δὲ καὶ κινήσεως ἐπὶ πολὺ σῴζεται;
身体的健康状态难道不是因静止和无所事事而损毁,却因运动和锻炼而在很大程度上得以保持吗?
ΘΕΑΙ. ναί.
泰阿泰德:是的。
ΣΩ. ἡ δʼ ἐν τῇ ψυχῇ ἕξις οὐχ ὑπὸ μαθήσεως μὲν καὶ μελέτης, κινήσεων ὄντων, κτᾶταί τε μαθήματα καὶ σῴζεται καὶ γίγνεται βελτίων, ὑπὸ δʼ ἡσυχίας, ἀμελετησίας τε καὶ ἀμαθίας οὔσης, οὔτε τι μανθάνει ἅ τε ἂν μάθῃ ἐπιλανθάνεται;
苏格拉底:而灵魂的状态难道不是通过学习和练习——这些都是运动——来获得知识、得以保持并变得更好,却因为静止——也就是不加练习和无知——从而什么也学不到,并且把已经学到的也忘掉吗?
ΘΕΑΙ. καὶ μάλα.
泰阿泰德:非常对。
ΣΩ. τὸ μὲν ἄρα ἀγαθὸν κίνησις κατά τε ψυχὴν καὶ κατὰ σῶμα, τὸ δὲ τοὐναντίον;
苏格拉底:因此,对于灵魂和身体来说,善是运动,而相反的则是静止?
ΘΕΑΙ. ἔοικεν.
泰阿泰德:看来是这样。
ΣΩ. ἔτι οὖν σοι λέγω νηνεμίας τε καὶ γαλήνας καὶ ὅσα τοιαῦτα, ὅτι αἱ μὲν ἡσυχίαι σήπουσι καὶ ἀπολλύασι, τὰ δʼ ἕτερα σῴζει;
苏格拉底:那么,我还要向你提到无风的静空、风平浪静以及所有这类现象,即静止会使事物腐烂并毁灭,而另一方则能保全它们。
καὶ ἐπὶ τούτοις τὸν κολοφῶνα, προσβιβάζω τὴν χρυσῆν σειρὰν ὡς οὐδὲν ἄλλο ἢ τὸν ἥλιον Ὅμηρος λέγει, καὶ δηλοῖ ὅτι ἕως μὲν ἂν ἡ περιφορὰ ᾖ κινουμένη καὶ ὁ ἥλιος, πάντα ἔστι καὶ σῴζεται τὰ ἐν θεοῖς τε καὶ ἀνθρώποις, εἰ δὲ σταίη τοῦτο ὥσπερ δεθέν, πάντα χρήματʼ ἂν διαφθαρείη καὶ γένοιτʼ ἂν τὸ λεγόμενον ἄνω κάτω πάντα;
作为这一切的收尾,我还想引出那条“黄金锁链”来,荷马所说的黄金锁链无非就是太阳,他表明:只要天体和太阳还在运转运动,天神和人类之中的万物就得以存在和保全;但是,如果太阳一旦停下,就像被缚住一样,那么万物都将毁灭,正如人们所说的,一切都会变得底朝天。
ΘΕΑΙ. ἀλλʼ ἔμοιγε δοκεῖ, ὦ Σώκρατες, ταῦτα δηλοῦν ἅπερ λέγεις.
泰阿泰德:在我看来,苏格拉底,这些确实表明了你所说的那种意思。
ΣΩ. ὑπόλαβε τοίνυν, ὦ ἄριστε, οὑτωσί· κατὰ τὰ ὄμματα πρῶτον, ὃ δὴ καλεῖς χρῶμα λευκόν, μὴ εἶναι αὐτὸ ἕτερόν τι ἔξω τῶν σῶν ὀμμάτων μηδʼ ἐν τοῖς ὄμμασι μηδέ τινʼ αὐτῷ χώραν ἀποτάξῃς· ἤδη γὰρ ἂν εἴη τε δήπου ἐν τάξει καὶ μένον καὶ οὐκ ἂν ἐν γενέσει γίγνοιτο.
苏格拉底:那么,好朋友,请以此类推:首先以眼睛为例,你所谓的“白色”,既不在你的眼睛之外,也不在你的眼睛之内,并且你不要给它指定任何位置;因为如果它有了位置,它无疑就已经在特定的秩序中固定下来并保持静止,而不会在生成的过程之中了。
ΘΕΑΙ. ἀλλὰ πῶς;
泰阿泰德:那它究竟是怎样的呢?

词汇与语法注释

  1. 152aτῶν μὲν ὄντων ὡς ἔστι, τῶν δὲ μὴ ὄντων ὡς οὐκ ἔστιν — 关于连词 `ὡς` 的解释,有两种主要观点:一是作为间接疑问词(“如何存在”,即事物呈现的属性或状态);二是作为引导名词性从句的连词(“存在”,即事实上的存在与否)。结合后文风的例子(对一个人来说风是冷的,对另一个人则不冷),此处的 `ὡς` 包含了主观感知的性质显现,而非仅限于纯粹的存在与否。
  2. 152cὡς ἐπιστήμη οὖσα — 由连词 `ὡς` 引导的主格分词 `οὖσα` 修饰主语 `αἴσθησις`(感觉),表示主观或逻辑上的前提与原因(“既然是知识/因为作为知识”)。这为“感觉总是针对存在者且无误”这一论断提供了逻辑依据,表明其具有知识的本质属性。
  3. 152dὡς μηδενὸς ὄντος ἑνὸς μήτε τινὸς μήτε ὁποιουοῦν — 带有 `ὡς` 的独立属格(genitive absolute)结构。这里的 `ὡς` 表示说话者所设想的前提或主观原因,意为“在任何一物、任何事或任何性质都不存在的前提下”,揭示了流变说在本体论上的根本假设。
  4. 153aμὴ οὐ καταγέλαστος γενέσθαι — 带不定式的双重否定 `μὴ οὐ` 的典型用法。这种结构通常跟在含有否定或困难意义的表达(此处为反问句 `δύναιτο 逃 ἂν ἀμφισβητήσας...`,意为“难道有人能提出异议而不……”)之后,表示不可避免的否定结果,即“无法不沦为笑柄”。
  5. 153dτὸν κολοφῶνα — 名词 `κολοφών`(意为“顶点”、“收尾”)的宾格。在语法上,它既可作为副词性宾格(与整个句子所表达的动作构成同位语关系,意为“作为收尾”),也可作为动词 `προσβιβάζω` 的直接宾语(“我带来终极结论”),是用于引入决定性论据或总结性要点的惯用表达。

引用这一段

柏拉图, 泰阿泰德篇 §152-153. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg006.humanitext-grc2:152-153

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。