Humanitext Reader

柏拉图 · 泰阿泰德篇 §145-146

提出关于知识是什么的提问

第 3 段,共 45 段 · 希腊语

内容简介

苏格拉底确认狄奥多罗虽非画家却精通多门学问,进而向泰阿泰德提出“知识是什么”的问题,引导他尝试对其做出定义。

§145ΣΩ. νῦν δέ γʼ, οἶμαι, εἴ τι μέλει ἡμῖν τῆς τῶν προσώπων ὁμοιότητος, σκεπτέον εἰ γραφικὸς ὢν λέγει ἢ οὔ.
苏格拉底:不过现在,我认为,如果我们稍微在意一下我们面貌的相似性,就必须考察他是以画家的身份在说,还是不是。
ΘΕΑΙ. δοκεῖ μοι.
泰阿泰德:我看是这样。
ΣΩ. ἦ οὖν ζωγραφικὸς Θεόδωρος;
苏格拉底:那么,狄奥多罗是个画家吗?
ΘΕΑΙ. οὔχ, ὅσον γέ με εἰδέναι.
泰阿泰德:不,据我所知不是。
ΣΩ. ἆρʼ οὐδὲ γεωμετρικός;
苏格拉底:他也不是几何学家吗?
ΘΕΑΙ. πάντως δήπου, ὦ Σώκρατες.
泰阿泰德:他当然绝对是,苏格拉底。
ΣΩ. ἦ καὶ ἀστρονομικὸς καὶ λογιστικός τε καὶ μουσικὸς καὶ ὅσα παιδείας ἔχεται;
苏格拉底:那么他也是天文学家、计算家、音乐家,并且精通一切属于教养范围的事吗?
ΘΕΑΙ. ἔμοιγε δοκεῖ.
泰阿泰德:在我看来是这样。
ΣΩ. εἰ μὲν ἄρα ἡμᾶς τοῦ σώματός τι ὁμοίους φησὶν εἶναι ἐπαινῶν πῃ ἢ ψέγων, οὐ πάνυ αὐτῷ ἄξιον τὸν νοῦν προσέχειν.
苏格拉底:那么,如果他说我们在身体的某个部分相似,并以此进行某种称赞或贬低,那就不太值得去注意他了。
ΘΕΑΙ. ἴσως οὔ.
泰阿泰德:也许不值得。
ΣΩ. τί δʼ εἰ ποτέρου τὴν ψυχὴν ἐπαινοῖ πρὸς ἀρετήν τε καὶ σοφίαν;
苏格拉底:但如果他是为了德行和智慧而称赞我们其中一人的灵魂呢?
ἆρʼ οὐκ ἄξιον τῷ μὲν ἀκούσαντι προθυμεῖσθαι ἀνασκέψασθαι τὸν ἐπαινεθέντα, τῷ δὲ προθύμως ἑαυτὸν ἐπιδεικνύναι;
难道听者不应该热切地去考察那个被称赞的人,而被称赞的人不也应该热切地展现自己吗?
ΘΕΑΙ. πάνυ μὲν οὖν, ὦ Σώκρατες.
泰阿泰德:完全如此,苏格拉底。
ΣΩ. ὥρα τοίνυν, ὦ φίλε Θεαίτητε, σοὶ μὲν ἐπιδεικνύναι, ἐμοὶ δὲ σκοπεῖσθαι·
苏格拉底:那么,亲爱的泰阿泰德,现在正是你展现自己、我进行考察的时候了。
ὡς εὖ ἴσθι ὅτι Θεόδωρος πολλοὺς δὴ πρός με ἐπαινέσας ξένους τε καὶ ἀστοὺς οὐδένα πω ἐπῄνεσεν ὡς σὲ νυνδή.
因为你要确信,虽然狄奥多罗曾向我称赞过许多人和外邦人,但他还从未像刚才称赞你那样称赞过任何人。
ΘΕΑΙ. εὖ ἂν ἔχοι, ὦ Σώκρατες·
泰阿泰德:要是那样就太好了,苏格拉底。
ἀλλʼ ὅρα μὴ παίζων ἔλεγεν.
但请注意他是不是在开玩笑说的。
ΣΩ. οὐχ οὗτος ὁ τρόπος Θεοδώρου·
苏格拉底:这不是狄奥多罗的风格。
ἀλλὰ μὴ ἀναδύου τὰ ὡμολογημένα σκηπτόμενος παίζοντα λέγειν τόνδε, ἵνα μὴ καὶ ἀναγκασθῇ μαρτυρεῖν—πάντως γὰρ οὐδεὶς ἐπισκήψετʼ αὐτῷ—ἀλλὰ θαρρῶν ἔμμενε τῇ ὁμολογίᾳ.
所以,不要借口说他是在开玩笑而收回我们的约定,免得他不得不出来作证——因为绝不会有人起诉他作伪证的——而要充满信心地坚守我们的约定。
ΘΕΑΙ. ἀλλὰ χρὴ ταῦτα ποιεῖν, εἰ σοὶ δοκεῖ.
泰阿泰德:既然你认为应该这样,那就必须这么做了。
ΣΩ. λέγε δή μοι·
苏格拉底:那么告诉我:你大概从狄奥多罗那里学习了一些几何学吧?
μανθάνεις που παρὰ Θεοδώρου γεωμετρίας ἄττα;
泰阿泰德:是的,我学。
ΘΕΑΙ. ἔγωγε.
苏格拉底:还有关于天文学、和声学和计算学的事情吗?
ΣΩ. καὶ τῶν περὶ ἀστρονομίαν τε καὶ ἁρμονίας καὶ λογισμούς;
泰阿泰德:我确实在热切地努力学习。
ΘΕΑΙ. προθυμοῦμαί γε δή.
苏格拉底:孩子,我也是这样,既向他学习,也向其他我认为懂得这些事情的人学习。
ΣΩ. καὶ γὰρ ἐγώ, ὦ παῖ, παρά τε τούτου καὶ παρʼ ἄλλων οὓς ἂν οἴωμαί τι τούτων ἐπαΐειν. ἀλλʼ ὅμως τὰ μὲν ἄλλα ἔχω περὶ αὐτὰ μετρίως, μικρὸν δέ τι ἀπορῶ ὃ μετὰ σοῦ τε καὶ τῶνδε σκεπτέον.
然而,虽然我在这些方面还算过得去,但有一个小小的疑问,需要与你以及这里的其他人一起考察。
καί μοι λέγε· ἆρʼ οὐ τὸ μανθάνειν ἐστὶν τὸ σοφώτερον γίγνεσθαι περὶ ὃ μανθάνει τις;
告诉我:学习难道不就是在所学的事情上变得更有智慧吗?
ΘΕΑΙ. πῶς γὰρ οὔ;
泰阿泰德:怎么会不是呢?
ΣΩ. σοφίᾳ δέ γʼ οἶμαι σοφοὶ οἱ σοφοί.
苏格拉底:而我想,有智慧的人之所以有智慧,是因为智慧吧。
ΘΕΑΙ. ναί.
泰阿泰德:是的。
ΣΩ. τοῦτο δὲ μῶν διαφέρει τι ἐπιστήμης;
苏格拉底:但这难道与知识有什么不同吗?
ΘΕΑΙ. τὸ ποῖον;
泰阿泰德:你是指什么?
ΣΩ. ἡ σοφία.
苏格拉底:智慧。
ἢ οὐχ ἅπερ ἐπιστήμονες ταῦτα καὶ σοφοί;
难道人们不是在他们拥有知识的事情上才被称为有智慧吗?
ΘΕΑΙ. τί μήν;
泰阿泰德:可不就是这样吗?
ΣΩ. ταὐτὸν ἄρα ἐπιστήμη καὶ σοφία;
苏格拉底:那么知识和智慧是同一回事了?
ΘΕΑΙ. ναί.
泰阿泰德:是的。
§146ΣΩ. τοῦτʼ αὐτὸ τοίνυν ἐστὶν ὃ ἀπορῶ καὶ οὐ δύναμαι λαβεῖν ἱκανῶς παρʼ ἐμαυτῷ, ἐπιστήμη ὅτι ποτὲ τυγχάνει ὄν.
苏格拉底:这也就是我所感到困惑、且无法在自己心中充分把握的事情:知识究竟是什么。
ἆρʼ οὖν δὴ ἔχομεν λέγειν αὐτό;
那么,我们能把它说出来吗?
τί φατέ;
你们怎么看?
τίς ἂν ἡμῶν πρῶτος εἴποι;
我们中谁来先说?
ὁ δὲ ἁμαρτών, καὶ ὃς ἂν ἀεὶ ἁμαρτάνῃ, καθεδεῖται, ὥσπερ φασὶν οἱ παῖδες οἱ σφαιρίζοντες, ὄνος· ὃς δʼ ἂν περιγένηται ἀναμάρτητος, βασιλεύσει ἡμῶν καὶ ἐπιτάξει ὅτι ἂν βούληται ἀποκρίνεσθαι.
犯错的人,以及一直犯错的人,就要像玩球的孩子们所说的那样,当做“驴子”坐下;而那个没有犯错而胜出的人,将成为我们的国王,并可以命令我们回答他所想要的任何问题。
τί σιγᾶτε;
为什么保持沉默?
οὔ τί που, ὦ Θεόδωρε, ἐγὼ ὑπὸ φιλολογίας ἀγροικίζομαι, προθυμούμενος ἡμᾶς ποιῆσαι διαλέγεσθαι καὶ φίλους τε καὶ προσηγόρους ἀλλήλοις γίγνεσθαι;
狄奥多罗,难道我因为喜爱辩论而显得粗鲁,只因我急于让我们交谈起来,使大家成为朋友、互相说话吗?
ΘΕΟ. ἥκιστα μέν, ὦ Σώκρατες, τὸ τοιοῦτον ἂν εἴη ἄγροικον, ἀλλὰ τῶν μειρακίων τι κέλευέ σοι ἀποκρίνεσθαι·
狄奥多罗:苏格拉底,绝非如此,这种事情绝非粗鲁。 不过,请让这些年轻人中的一个回答你吧。
ἐγὼ μὲν γὰρ ἀήθης τῆς τοιαύτης διαλέκτου, καὶ οὐδʼ αὖ συνεθίζεσθαι ἡλικίαν ἔχω.
因为我不习惯这种讨论方式,而且我也到了不再适合去习惯它的年纪了。
τοῖσδε δὲ πρέποι τε ἂν τοῦτο καὶ πολὺ πλέον ἐπιδιδοῖεν·
但对于他们来说,这不仅合适,而且能让他们大有长进。
τῷ γὰρ ὄντι ἡ νεότης εἰς πᾶν ἐπίδοσιν ἔχει.
因为事实上,年轻在一切事情上都拥有进步的空间。
ἀλλʼ, ὥσπερ ἤρξω, μὴ ἀφίεσο τοῦ Θεαιτήτου ἀλλʼ ἐρώτα.
所以,正如你开始做的那样,不要放过泰阿泰德,向他发问吧。
ΣΩ. ἀκούεις δή, ὦ Θεαίτητε, ἃ λέγει Θεόδωρος, ᾧ ἀπειθεῖν, ὡς ἐγὼ οἶμαι, οὔτε σὺ ἐθελήσεις, οὔτε θέμις περὶ τὰ τοιαῦτα ἀνδρὶ σοφῷ ἐπιτάττοντι νεώτερον ἀπειθεῖν.
苏格拉底:泰阿泰德,你听到了狄奥多罗所说的话,我想你不会想不听从他,而且在这样的事情上,当一个有智慧的人下达命令时,年轻人不顺从也是不合天理的。
ἀλλʼ εὖ καὶ γενναίως εἰπέ· τί σοι δοκεῖ εἶναι ἐπιστήμη;
所以,请好好地、大方地大声说出来:你认为知识是什么?
ΘΕΑΙ. ἀλλὰ χρή, ὦ Σώκρατες, ἐπειδήπερ ὑμεῖς κελεύετε.
泰阿泰德:既然你们都这么命令了,苏格拉底,那我就必须照办了。
πάντως γάρ, ἄν τι καὶ ἁμάρτω, ἐπανορθώσετε.
因为无论如何,即使我犯了错,你们也会纠正我的。
ΣΩ. πάνυ μὲν οὖν, ἄνπερ γε οἷοί τε ὦμεν.
苏格拉底:当然会,只要我们能做得到。
ΘΕΑΙ. δοκεῖ τοίνυν μοι καὶ ἃ παρὰ Θεοδώρου ἄν τις μάθοι ἐπιστῆμαι εἶναι, γεωμετρία τε καὶ ἃς νυνδὴ σὺ διῆλθες, καὶ αὖ σκυτοτομική τε καὶ αἱ τῶν ἄλλων δημιουργῶν τέχναι, πᾶσαί τε καὶ ἑκάστη τούτων, οὐκ ἄλλο τι ἢ ἐπιστήμη εἶναι.
泰阿泰德:那么,在我看来,一个人可以从狄奥多罗那里学到的东西就是知识——几何学以及你刚才列举的那些;还有制鞋术以及其他手艺人的技术,所有这些以及其中的每一门,无非就是知识。
ΣΩ. γενναίως γε καὶ φιλοδώρως, ὦ φίλε, ἓν αἰτηθεὶς πολλὰ δίδως καὶ ποικίλα ἀντὶ ἁπλοῦ.
苏格拉底:真是高尚而慷慨,朋友! 被要一个东西,你却给了许多个,用多样的东西代替了单一的东西。
ΘΕΑΙ. πῶς τί τοῦτο λέγεις, ὦ Σώκρατες;
泰阿泰德:你为什么这么说,苏格拉底?
ΣΩ. ἴσως μὲν οὐδέν·
苏格拉底:也许没什么。
ὃ μέντοι οἶμαι, φράσω.
不过,我会说说我的想法。
ὅταν λέγῃς σκυτικήν, μή τι ἄλλο φράζεις ἢ ἐπιστήμην ὑποδημάτων ἐργασίας;
当你说“制鞋术”时,你指的难道是除了制作鞋子的知识之外的别的东西吗?
ΘΕΑΙ. οὐδέν.
泰阿泰德:不是。
ΣΩ. τί δʼ ὅταν τεκτονικήν;
苏格拉底:那当你说“木工术”的时候呢?
μή τι ἄλλο ἢ ἐπιστήμην τῆς τῶν ξυλίνων σκευῶν ἐργασίας;
难道是除了制作木制器具的知识之外的别的东西吗?
ΘΕΑΙ. οὐδὲ τοῦτο.
泰阿泰德:也不是这个。
ΣΩ. οὐκοῦν ἐν ἀμφοῖν, οὗ ἑκατέρα ἐπιστήμη, τοῦτο ὁρίζεις;
苏格拉底:因此,在这两种情况下,你都定义了它们各自是什么的知识,对吗?
ΘΕΑΙ. ναί.
泰阿泰德:是的。
ΣΩ. τὸ δέ γʼ ἐρωτηθέν, ὦ Θεαίτητε, οὐ τοῦτο ἦν, τίνων ἡ ἐπιστήμη, οὐδὲ ὁπόσαι τινές·
苏格拉底:但是,泰阿泰德,被问到的并不是这个,即知识是关于什么,也不是有多少种知识。
οὐ γὰρ ἀριθμῆσαι αὐτὰς βουλόμενοι ἠρόμεθα ἀλλὰ γνῶναι ἐπιστήμην αὐτὸ ὅτι ποτʼ ἐστίν.
因为我们发问并不是因为想要去数它们,而是想知道知识本身究竟是什么。
ἢ οὐδὲν λέγω;
还是说,我是在瞎说?
ΘΕΑΙ. πάνυ μὲν οὖν ὀρθῶς.
泰阿泰德:不,你说得非常正确。

词汇与语法注释

  1. 145aὅσον γέ με εἰδέναι — 限制性绝对不定式的习惯用法,意为“据我所知”。代词 με 作为该不定式的宾格主语。
  2. 145aτοῦ σώματός τι — τι 是关系宾格(“在某种程度上”),而 τοῦ σώματος 是限定其范围的部分属格(“关于身体”),合起来意为“在身体的某些方面”。
  3. 145eἢ οὐχ ἅπερ ἐπιστήμονες ταῦτα καὶ σοφοί; — 此句省略了动词 εἰσιν。ἅπερ 是中性复数关系代词的宾格,用作关系宾格(“在……的事情上”),而 ταῦτα 是指代它的指示代词。
  4. 146cᾧ ἀπειθεῖν... οὔτε σοὶ ἐθελήσεις — ᾧ 是关系代词与格,作为不定式 ἀπειθεῖν 的宾语。该不定式取决于 ἐθελήσεις(以及接下来的从句)。

引用这一段

柏拉图, 泰阿泰德篇 §145-146. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg006.humanitext-grc2:145-146

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。