§144ΘΕΟ. καὶ μήν, ὦ Σώκρατες, ἐμοί τε εἰπεῖν καὶ σοὶ ἀκοῦσαι πάνυ ἄξιον οἵῳ ὑμῖν τῶν πολιτῶν μειρακίῳ ἐντετύχηκα.
狄奥多罗:事实上,苏格拉底,无论是我向你讲述,还是你听我倾听,这都非常值得,因为我遇到了你们公民中一个多么出色的年轻人。
καὶ εἰ μὲν ἦν καλός, ἐφοβούμην ἂν σφόδρα λέγειν, μὴ καί τῳ δόξω ἐν ἐπιθυμίᾳ αὐτοῦ εἶναι.
如果他长得漂亮,我可能会非常害怕说出来,以免有人以为我对他怀有爱慕之情。
νῦν δέ—καὶ μή μοι ἄχθου—οὐκ ἔστι καλός, προσέοικε δὲ σοὶ τήν τε σιμότητα καὶ τὸ ἔξω τῶν ὀμμάτων·
但事实上——请你不要生气——他并不漂亮,而是像你一样,长着塌鼻子和鼓眼睛,只是他的这些特征没有你那么明显。
ἧττον δὲ ἢ σὺ ταῦτʼ ἔχει. ἀδεῶς δὴ λέγω.
所以我可以毫无顾忌地说了。
εὖ γὰρ ἴσθι ὅτι ὧν δὴ πώποτε ἐνέτυχον —καὶ πάνυ πολλοῖς πεπλησίακα—οὐδένα πω ᾐσθόμην οὕτω θαυμαστῶς εὖ πεφυκότα.
请你确信,在我所遇到过的所有人中——而我已经和非常多的年轻人交往过——我还从未发现有谁具有如此令人惊叹的优秀天赋。
τὸ γὰρ εὐμαθῆ ὄντα ὡς ἄλλῳ χαλεπὸν πρᾷον αὖ εἶναι διαφερόντως, καὶ ἐπὶ τούτοις ἀνδρεῖον παρʼ ὁντινοῦν, ἐγὼ μὲν οὔτʼ ἂν ᾠόμην γενέσθαι οὔτε ὁρῶ γιγνόμενον·
因为,一个像他那样学习迅速(这对于别人来说通常是困难的)的人,同时又极为温和,而且在这些之外,还比任何人都勇敢,这在以前我是无法想象会存在的,也没有看到过这样的人出现。
ἀλλʼ οἵ τε ὀξεῖς ὥσπερ οὗτος καὶ ἀγχίνοι καὶ μνήμονες ὡς τὰ πολλὰ καὶ πρὸς τὰς ὀργὰς ὀξύρροποί εἰσι, καὶ ᾁττοντες φέρονται ὥσπερ τὰ ἀνερμάτιστα πλοῖα, καὶ μανικώτεροι ἢ ἀνδρειότεροι φύονται, οἵ τε αὖ ἐμβριθέστεροι νωθροί πως ἀπαντῶσι πρὸς τὰς μαθήσεις καὶ λήθης γέμοντες.
相反,那些像他一样敏锐、机智且记忆力好的人,大多也脾气急躁,像没有压舱物的船一样随风飘荡,他们的天性与其说是勇敢,不如说是疯狂;而另一方面,那些比较稳重的人在面对学习时则显得有些迟钝,并且丢三落四。
ὁ δὲ οὕτω λείως τε καὶ ἀπταίστως καὶ ἀνυσίμως ἔρχεται ἐπὶ τὰς μαθήσεις τε καὶ ζητήσεις μετὰ πολλῆς πρᾳότητος, οἷον ἐλαίου ῥεῦμα ἀψοφητὶ ῥέοντος, ὥστε θαυμάσαι τὸ τηλικοῦτον ὄντα οὕτως ταῦτα διαπράττεσθαι.
然而,他却如此平稳、毫无差错且富有成效地走向学习和探索,并伴随着极大的温和,就像无声流淌的油流一样,以至于令人惊叹他这个年纪的人竟能如此完成这些事情。
ΣΩ. εὖ ἀγγέλλεις.
苏格拉底:这真是个好消息。
τίνος δὲ καὶ ἔστι τῶν πολιτῶν;
他是哪位公民的儿子?
ΘΕΟ. ἀκήκοα μὲν τοὔνομα, μνημονεύω δὲ οὔ.
狄奥多罗:我听过他的名字,但记不得了。
ἀλλὰ γάρ ἐστι τῶνδε τῶν προσιόντων ὁ ἐν τῷ μέσῳ·
不过,他就是正在走过来的那些人中间的那一个。
ἄρτι γὰρ ἐν τῷ ἔξω δρόμῳ ἠλείφοντο ἑταῖροί τέ τινες οὗτοι αὐτοῦ καὶ αὐτός, νῦν δέ μοι δοκοῦσιν ἀλειψάμενοι δεῦρο ἰέναι.
因为刚才在室外的跑道上,他和他的几个同伴正在涂油,现在他们似乎涂好了,正在朝这边走来。
ἀλλὰ σκόπει εἰ γιγνώσκεις αὐτόν.
你看看是否认识他。
ΣΩ. γιγνώσκω·
苏格拉底:我认识。
ὁ τοῦ Σουνιῶς Εὐφρονίου ἐστίν, καὶ πάνυ γε, ὦ φίλε, ἀνδρὸς οἷον καὶ σὺ τοῦτον διηγῇ, καὶ ἄλλως εὐδοκίμου, καὶ μέντοι καὶ οὐσίαν μάλα πολλὴν κατέλιπεν.
他是孙尼乌姆的埃乌夫罗尼乌斯的儿子。 我的朋友,他父亲确实就像你描绘这个孩子那样,是个优秀的人,在其他方面也很有名望,而且还留下了非常丰厚的财产。
τὸ δʼ ὄνομα οὐκ οἶδα τοῦ μειρακίου.
但我不知道这个年轻人的名字。
ΘΕΟ. Θεαίτητος, ὦ Σώκρατες, τό γε ὄνομα·
狄奥多罗:苏格拉底,他的名字叫泰阿泰德。
τὴν μέντοι οὐσίαν δοκοῦσί μοι ἐπίτροποί τινες διεφθαρκέναι.
不过,我觉得有些监护人把他的财产给败光了。
ἀλλʼ ὅμως καὶ πρὸς τὴν τῶν χρημάτων ἐλευθεριότητα θαυμαστός, ὦ Σώκρατες.
但即便如此,苏格拉底,他在金钱上的慷慨大度也同样令人惊叹。
ΣΩ. γεννικὸν λέγεις τὸν ἄνδρα.
苏格拉底:你说的真是一位高尚的人。
καί μοι κέλευε αὐτὸν ἐνθάδε παρακαθίζεσθαι.
去请他到这边来,坐在我们旁边。
ΘΕΟ. ἔσται ταῦτα.
狄奥多罗:好的。
Θεαίτητε, δεῦρο παρὰ Σωκράτη.
泰阿泰德,到苏格拉底这边来。
ΣΩ. πάνυ μὲν οὖν, ὦ Θεαίτητε, ἵνα κἀγὼ ἐμαυτὸν ἀνασκέψωμαι ποῖόν τι ἔχω τὸ πρόσωπον·
苏格拉底:正是如此,泰阿泰德,这样我也能端详一下自己,看看我长着怎样的一张脸。
φησὶν γὰρ Θεόδωρος ἔχειν με σοὶ ὅμοιον.
因为狄奥多罗说,我的相貌和你相似。
ἀτὰρ εἰ νῷν ἐχόντοιν ἑκατέρου λύραν ἔφη αὐτὰς ἡρμόσθαι ὁμοίως, πότερον εὐθὺς ἂν ἐπιστεύομεν ἢ ἐπεσκεψάμεθʼ ἂν εἰ μουσικὸς ὢν λέγει;
但是,如果我们两个各有一把里拉琴,而他说这两把琴调得一样,我们是会立刻相信他呢,还是会先考察一下他是不是以音乐家的身份在说话?
ΘΕΑΙ. ἐπεσκεψάμεθʼ ἄν.
泰阿泰德:我们会先考察。
ΣΩ. οὐκοῦν τοιοῦτον μὲν εὑρόντες ἐπειθόμεθʼ ἄν, ἄμουσον δέ, ἠπιστοῦμεν;
苏格拉底:那么,如果我们发现他是音乐家,就会相信他,但如果他不懂音乐,我们就会怀疑他,是吗?
ΘΕΑΙ. ἀληθῆ.
泰阿泰德:确实如此。