Humanitext Reader

柏拉图 · 克拉底鲁篇 §439-440

反驳万物皆流说与不变实体的设定

第 34 段,共 34 段 · 希腊语

内容简介

苏格拉底论证了直接从事物自身的真理中学习,比通过其图像(名字)学习更具优越性,并指出若万物皆流,美、善的理念以及认识本身都将无法存在。克拉底鲁虽仍倾向于赫拉克利特的流转说,但在苏格拉底的劝勉下,承诺将对此问题作进一步深入考察。

§439ΣΩ. ἔχε δὴ πρὸς Διός·
苏格拉底:因宙斯之名,且慢!
τὰ δὲ ὀνόματα οὐ πολλάκις μέντοι ὡμολογήσαμεν τὰ καλῶς κείμενα ἐοικότα εἶναι ἐκείνοις ὧν ὀνόματα κεῖται, καὶ εἶναι εἰκόνας τῶν πραγμάτων;
我们难道不是经常同意,那些制定得好的名字,是像它们所代表的那些事物,并且是事物的图像吗?
ΚΡ. ναί.
克拉底鲁:是的。
ΣΩ. εἰ οὖν ἔστι μὲν ὅτι μάλιστα διʼ ὀνομάτων τὰ πράγματα μανθάνειν, ἔστι δὲ καὶ διʼ αὐτῶν, ποτέρα ἂν εἴη καλλίων καὶ σαφεστέρα ἡ μάθησις;
苏格拉底:那么,如果尽可能通过名字来学习事物是可能的,而通过事物自身也是可能的,哪一种学习会是更美好、更清晰的呢?
ἐκ τῆς εἰκόνος μανθάνειν αὐτήν τε αὐτὴν εἰ καλῶς εἴκασται, καὶ τὴν ἀλήθειαν ἧς ἦν εἰκών, ἢ ἐκ τῆς ἀληθείας αὐτήν τε αὐτὴν καὶ τὴν εἰκόνα αὐτῆς εἰ πρεπόντως εἴργασται;
是从图像中学习图像本身是否被很好地摹写,以及学习作为其图像的真理,还是从真理中学习真理自身,以及它的图像是否被合适地制作出来呢?
ΚΡ. ἐκ τῆς ἀληθείας μοι δοκεῖ ἀνάγκη εἶναι.
克拉底鲁:我觉得必然是从真理中。
ΣΩ. ὅντινα μὲν τοίνυν τρόπον δεῖ μανθάνειν ἢ εὑρίσκειν τὰ ὄντα, μεῖζον ἴσως ἐστὶν ἐγνωκέναι ἢ κατʼ ἐμὲ καὶ σέ· ἀγαπητὸν δὲ καὶ τοῦτο ὁμολογήσασθαι, ὅτι οὐκ ἐξ ὀνομάτων ἀλλὰ πολὺ μᾶλλον αὐτὰ ἐξ αὑτῶν καὶ μαθητέον καὶ ζητητέον ἢ ἐκ τῶν ὀνομάτων.
苏格拉底:那么,究竟应该用什么方式来学习或发现实存事物,这或许是一件超出你我能力的大事;但能达成这一共识也是令人满意的:即我们不能从名字中,而必须多得地从它们自身中,去学习和探求它们,而不是从名字中。
ΚΡ. φαίνεται, ὦ Σώκρατες.
克拉底鲁:看起来是这样,苏格拉底。
ΣΩ. ἔτι τοίνυν τόδε σκεψώμεθα, ὅπως μὴ ἡμᾶς τὰ πολλὰ ταῦτα ὀνόματα ἐς ταὐτὸν τείνοντα ἐξαπατᾷ, εἰ τῷ ὄντι μὲν οἱ θέμενοι αὐτὰ διανοηθέντες γε ἔθεντο ὡς ἰόντων ἁπάντων ἀεὶ καὶ ῥεόντων—φαίνονται γὰρ ἔμοιγε καὶ αὐτῷ οὕτω διανοηθῆναι—τὸ δʼ, εἰ ἔτυχεν, οὐχ οὕτως ἔχει, ἀλλʼ οὗτοι αὐτοί τε ὥσπερ εἴς τινα δίνην ἐμπεσόντες κυκῶνται καὶ ἡμᾶς ἐφελκόμενοι προσεμβάλλουσιν.
苏格拉底:此外,让我们再考虑一下这个,免得这许多指向同一方向的名字欺骗了我们,即,即使那些制定名字的人确实是抱着所有事物都在不停运动和流动的心态来制定的(因为在我自己看来,他们似乎也是这样想的),但如果事实凑巧并非如此,而是他们自己仿佛落入某种漩涡一般被卷得昏头转向,还把我们拖进去一起扔在里面。
σκέψαι γάρ, ὦ θαυμάσιε Κρατύλε, ὃ ἔγωγε πολλάκις ὀνειρώττω.
奇妙的克拉底鲁啊,想想我经常做梦梦到的事吧。
πότερον φῶμέν τι εἶναι αὐτὸ καλὸν καὶ ἀγαθὸν καὶ ἓν ἕκαστον τῶν ὄντων οὕτω, ἢ μή;
我们是否应该说,存在着某种“美自身”、“善自身”以及实存事物的每一个都是这样的,还是不该这样说呢?
ΚΡ. ἔμοιγε δοκεῖ, ὦ Σώκρατες,.
克拉底鲁:在我看来是存在的,苏格拉底。
ΣΩ. αὐτὸ τοίνυν ἐκεῖνο σκεψώμεθα, μὴ εἰ πρόσωπόν τί ἐστιν καλὸν ἤ τι τῶν τοιούτων, καὶ δοκεῖ ταῦτα πάντα ῥεῖν· ἀλλʼ αὐτό, φῶμεν, τὸ καλὸν οὐ τοιοῦτον ἀεί ἐστιν οἷόν ἐστιν;
苏格拉底:那么,我们就来考虑那件事本身,不是去考虑是否有某个美丽的脸孔或诸如此类的东西,以及这些东西似乎都在流动;而是我们所说的“美自身”,难道不总是它所是的那种样子吗?
ΚΡ. ἀνάγκη.
克拉底鲁:必然如此。
ΣΩ. ἆρʼ οὖν οἷόν τε προσειπεῖν αὐτὸ ὀρθῶς, εἰ ἀεὶ ὑπεξέρχεται, πρῶτον μὲν ὅτι ἐκεῖνό ἐστιν, ἔπειτα ὅτι τοιοῦτον, ἢ ἀνάγκη ἅμα ἡμῶν λεγόντων ἄλλο αὐτὸ εὐθὺς γίγνεσθαι καὶ ὑπεξιέναι καὶ μηκέτι οὕτως ἔχειν;
苏格拉底:那么,如果它总是在悄悄溜走,我们还能正确地称呼它,首先说“它是那个东西”,然后说“它是那样的”吗? 还是必然地,在我们说话的同时,它立刻就变成了别的东西,并且溜走,不再保持原来的样子呢?
ΚΡ. ἀνάγκη.
克拉底鲁:必然如此。
ΣΩ. πῶς οὖν ἂν εἴη τὶ ἐκεῖνο ὃ μηδέποτε ὡσαύτως ἔχει;
苏格拉底:那么,一个绝不保持同样状态的东西,又怎么能是某种存在呢?
εἰ γάρ ποτε ὡσαύτως ἴσχει, ἔν γʼ ἐκείνῳ τῷ χρόνῳ δῆλον ὅτι οὐδὲν μεταβαίνει· εἰ δὲ ἀεὶ ὡσαύτως ἔχει καὶ τὸ αὐτό ἐστι, πῶς ἂν τοῦτό γε μεταβάλλοι ἢ κινοῖτο, μηδὲν ἐξιστάμενον τῆς αὑτοῦ ἰδέας;
因为如果它有某一时刻保持同样的状态,显然至少在那个时间内它是没有任何改变的;但如果它总是保持同样状态、是同一个东西,那么既然它完全不脱离它自己的形式,它又怎么会改变或运动呢?
ΚΡ. οὐδαμῶς.
克拉底鲁:绝不可能。
§440ΣΩ. ἀλλὰ μὴν οὐδʼ ἂν γνωσθείη γε ὑπʼ οὐδενός.
苏格拉底:而且,它也不会被任何人认识。
ἅμα γὰρ ἂν ἐπιόντος τοῦ γνωσομένου ἄλλο καὶ ἀλλοῖον γίγνοιτο, ὥστε οὐκ ἂν γνωσθείη ἔτι ὁποῖόν γέ τί ἐστιν ἢ πῶς ἔχον· γνῶσις δὲ δήπου οὐδεμία γιγνώσκει ὃ γιγνώσκει μηδαμῶς ἔχον.
因为在想要认识它的人接近的同时,它就会变得不同、相异,以至于人们再也无法认识它是哪一种东西,或者处于什么状态;而毫无疑问,没有任何认识去认识一个完全不处于任何状态之中的被认识对象。
ΚΡ. ἔστιν ὡς λέγεις.
克拉底鲁:如你所说。
ΣΩ. ἀλλʼ οὐδὲ γνῶσιν εἶναι φάναι εἰκός, ὦ Κρατύλε, εἰ μεταπίπτει πάντα χρήματα καὶ μηδὲν μένει.
苏格拉底:但是,克拉底鲁,如果一切事物都在改变,没有任何东西存留,那么声称存在着认识也是不合理的。
εἰ μὲν γὰρ αὐτὸ τοῦτο, ἡ γνῶσις, τοῦ γνῶσις εἶναι μὴ μεταπίπτει, μένοι τε ἂν ἀεὶ ἡ γνῶσις καὶ εἴη γνῶσις.
因为如果这个认识自身并不改变其作为认识的性质,那么认识就会一直存留并且是认识。
εἰ δὲ καὶ αὐτὸ τὸ εἶδος μεταπίπτει τῆς γνώσεως, ἅμα τʼ ἂν μεταπίπτοι εἰς ἄλλο εἶδος γνώσεως καὶ οὐκ ἂν εἴη γνῶσις· εἰ δὲ ἀεὶ μεταπίπτει, ἀεὶ οὐκ ἂν εἴη γνῶσις, καὶ ἐκ τούτου τοῦ λόγου οὔτε τὸ γνωσόμενον οὔτε τὸ γνωσθησόμενον ἂν εἴη.
但如果连认识的形式本身也在改变,它就会同时改变为另一种认识形式,因而不是认识;而如果它总是在改变,它就总是不会是认识,根据这一论点,既不会有要去认识的主体,也不会有将被认识的客体。
εἰ δὲ ἔστι μὲν ἀεὶ τὸ γιγνῶσκον, ἔστι δὲ τὸ γιγνωσκόμενον, ἔστι δὲ τὸ καλόν, ἔστι δὲ τὸ ἀγαθόν, ἔστι δὲ ἓν ἕκαστον τῶν ὄντων, οὔ μοι φαίνεται ταῦτα ὅμοια ὄντα, ἃ νῦν ἡμεῖς λέγομεν, ῥοῇ οὐδὲν οὐδὲ φορᾷ.
但如果那认识着的主体一直存在,被认识的客体存在,美存在,善存在,实存事物的每一个都存在,那么我们现在所说的这些东西,在我看来就一点也不像流转或移动。
ταῦτʼ οὖν πότερόν ποτε οὕτως ἔχει ἢ ἐκείνως ὡς οἱ περὶ Ἡράκλειτόν τε λέγουσιν καὶ ἄλλοι πολλοί, μὴ οὐ ῥᾴδιον ᾖ ἐπισκέψασθαι, οὐδὲ πάνυ νοῦν ἔχοντος ἀνθρώπου ἐπιτρέψαντα ὀνόμασιν αὑτὸν καὶ τὴν αὑτοῦ ψυχὴν θεραπεύειν, πεπιστευκότα ἐκείνοις καὶ τοῖς θεμένοις αὐτά, διισχυρίζεσθαι ὥς τι εἰδότα, καὶ αὑτοῦ τε καὶ τῶν ὄντων καταγιγνώσκειν ὡς οὐδὲν ὑγιὲς οὐδενός, ἀλλὰ πάντα ὥσπερ κεράμια ῥεῖ, καὶ ἀτεχνῶς ὥσπερ οἱ κατάρρῳ νοσοῦντες ἄνθρωποι οὕτως οἴεσθαι καὶ τὰ πράγματα διακεῖσθαι, ὑπὸ ῥεύματός τε καὶ κατάρρου πάντα χρήματα ἔχεσθαι.
因此,这些事情究竟是这样,还是像赫拉克利特极其追随者以及其他许多人所说的那样,或许不容易考察。 而且,信赖名字和制定名字的人,把自己和自己灵魂的照料托付给名字,并仿佛知道些什么似地坚称,乃至断定自己和实存事物中没有任何一个是健全的,而是万物都像陶器一样在流动,并且简直就像那些患了感冒流涕的人一样,认为事物也是处于这样的状态,万物都被流动和感冒流涕所支配——这绝不是一个非常有理智的人会做的事。
ἴσως μὲν οὖν δή, ὦ Κρατύλε, οὕτως ἔχει, ἴσως δὲ καὶ οὔ.
所以,克拉底鲁,事情也许确实如此,也许并非如此。
σκοπεῖσθαι οὖν χρὴ ἀνδρείως τε καὶ εὖ, καὶ μὴ ῥᾳδίως ἀποδέχεσθαι—ἔτι γὰρ νέος εἶ καὶ ἡλικίαν ἔχεις—σκεψάμενον δέ, ἐὰν εὕρῃς, μεταδιδόναι καὶ ἐμοί.
因此你必须勇敢且认真地去考察,不要轻易接受——因为你还年轻,正值当年——考察之后,如果你有所发现,也要分享给我。
ΚΡ. ἀλλὰ ποιήσω ταῦτα.
克拉底鲁:我会这样做的。
εὖ μέντοι ἴσθι, ὦ Σώκρατες, ὅτι οὐδὲ νυνὶ ἀσκέπτως ἔχω, ἀλλά μοι σκοπουμένῳ καὶ πράγματα ἔχοντι πολὺ μᾶλλον ἐκείνως φαίνεται ἔχειν ὡς Ἡράκλειτος λέγει.
不过,苏格拉底,你要清楚,哪怕是现在我也没有不加思考,只是在我考察并费尽心思时,觉得事情要多得多地更像赫拉克利特所说的那样。
ΣΩ. εἰς αὖθις τοίνυν με, ὦ ἑταῖρε, διδάξεις, ἐπειδὰν ἥκῃς·
苏格拉底:那么,朋友,等你回来时再来教我吧。
νῦν δέ, ὥσπερ παρεσκεύασαι, πορεύου εἰς ἀγρόν· προπέμψει δέ σε καὶ Ἑρμογένης ὅδε.
现在,既然你已经准备好了,就动身去乡下吧;这里的赫耳墨genes也会为你送行的。
ΚΡ. ταῦτʼ ἔσται, ὦ Σώκρατες, ἀλλὰ καὶ σὺ πειρῶ ἔτι ἐννοεῖν ταῦτα ἤδη.
克拉底鲁:会这样的,苏格拉底。 不过你也试着从现在起继续思考这些事情吧。

词汇与语法注释

  1. 439aαὐτήν τε αὐτὴν — 在平行对称的短语 `αὐτήν τε αὐτὴν` 中,第一个 `αὐτήν` 是直接宾语,指代相应的对象(前句中指图像,后句中指真理),而第二个 `αὐτήν` 用作强意代名词(“本身”)。这种重叠在句法上强调了“从图像中学习图像本身”与“从真理中学习真理本身”之间的对比。
  2. 439cτὸ δʼ, εἰ ἔτυχεν, οὐχ οὕτως ἔχει — 代词短语 `τὸ δʼ` 是关系代格,起转折连词作用(“但实际上”、“但在另一方面”),引入与前述条件从句(`εἰ τῷ ὄντι μὲν...`)的强烈对比。`εἰ ἔτυχεν` 是插入语,意为“碰巧”或“或许”,从而建立起一个假设性对比,即客观事实可能并不符合名字制定者的主观意图。
  3. 440cμὴ οὐ ῥᾴδιον ᾖ ἐπισκέψασθαι — 这是由 `μὴ` 引导、配合虚拟语气 `ᾖ` 的独立虚拟语气句(表示温和担忧或谨慎陈述)。结合双重否定 `μὴ οὐ`,意为“或许……并不容易”,委婉地表达了评估赫拉克利特流转说真伪的困难性。
  4. 440cοὐδὲ πάνυ νοῦν ἔχοντος ἀνθρώπου — 这是带有省略系词 [εἰναι/ἐστί] 的特征属格(所有属格的一种),意为“不是一个非常有理智的人的特征”。其主语是由后文一系列长不定式(`θεραπεύειν`、`δι意为“照料”、`διισχυρίζεσθαι`、`καταγιγνώσκειν`、`οἴεσθαι`)组成的结构,这些不定式的逻辑主语由阳性单数宾格分词(`ἐπιτρέψαντα`、`πεπιστευκότα`)所指示,构成了复杂的长难句骨架。

引用这一段

柏拉图, 克拉底鲁篇 §439-440. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg005.humanitext-grc2:439-440

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。