Humanitext Reader

柏拉图 · 克拉底鲁篇 §433-434

字母的不完美性与名字中的习惯和协定

第 30 段,共 34 段 · 希腊语

内容简介

苏格拉底确立了即使名字包含不完美的要素也依然可以表示事物,并通过“硬”字在方言中的不同拼写,论证了理解名字不仅依赖自然的相似性,也离不开“习惯”和“协定”。

§433ΚΡ. ἀλλὰ μέμνημαι.
克拉底鲁:我记得。
ΣΩ. καλῶς τοίνυν.
苏格拉底:那很好。
ὅταν γὰρ τοῦτο ἐνῇ, κἂν μὴ πάντα τὰ προσήκοντα ἔχῃ, λέξεταί γε τὸ πρᾶγμα, καλῶς ὅταν πάντα, κακῶς δὲ ὅταν ὀλίγα·
因为只要这个(特征)在其中,即使它没有所有合适的成分,该事物仍将被谈论——当拥有全部时是好的,拥有极少时是坏的。
λέγεσθαι δʼ οὖν, ὦ μακάριε, ἐῶμεν, ἵνα μὴ ὄφλωμεν ὥσπερ οἱ ἐν Αἰγίνῃ νύκτωρ περιιόντες ὀψὲ ὁδοῦ, καὶ ἡμεῖς ἐπὶ τὰ πράγματα δόξωμεν αὖ τῇ ἀληθείᾳ οὕτω πως ἐληλυθέναι ὀψιαίτερον τοῦ δέοντος, ἢ ζήτει τινὰ ἄλλην ὀνόματος ὀρθότητα, καὶ μὴ ὁμολόγει δήλωμα συλλαβαῖς καὶ γράμμασι πράγματος ὄνομα εἶναι.
无论如何,我的朋友,让我们允许它被谈论,免得我们落得像那些深夜在埃吉纳岛路上游荡的人那样的名声,而我们自己似乎也在事实上以这种方式相当晚地到达了事物的真相。 否则,请寻找名字的另一种正确性,而不要承认通过音节和字母表现事物就是名字。
εἰ γὰρ ταῦτα ἀμφότερα ἐρεῖς, οὐχ οἷός τʼ ἔσῃ συμφωνεῖν σαυτῷ.
因为如果你两者都说,你将无法自相矛盾。
ΚΡ. ἀλλά μοι δοκεῖς γε, ὦ Σώκρατες, μετρίως λέγειν, καὶ οὕτω τίθεμαι.
克拉底鲁:但是,苏格拉底,在我看来,你说的很中肯,我同意这个观点。
ΣΩ. ἐπειδὴ τοίνυν ταῦτα ἡμῖν συνδοκεῖ, μετὰ ταῦτα τάδε σκοπῶμεν· εἰ μέλλει φαμὲν καλῶς κεῖσθαι τὸ ὄνομα, τὰ προσήκοντα δεῖ αὐτὸ γράμματα ἔχειν;
苏格拉底:既然我们对此达成了一致,接下来让我们考察以下问题:如果我们说名字要制定得好,它必须包含合适的字母吗?
ΚΡ. ναί.
克拉底鲁:是的。
ΣΩ. προσήκει δὲ τὰ ὅμοια τοῖς πράγμασιν;
苏格拉底:那么,合适的字母就是那些与事物相似的字母吗?
ΚΡ. πάνυ γε.
克拉底鲁:完全如此。
ΣΩ. τὰ μὲν ἄρα καλῶς κείμενα οὕτω κεῖται·
苏格拉底:那么,制定得好的名字就是这样制定的。
εἰ δὲ μή τι καλῶς ἐτέθη, τὸ μὲν ἂν πολὺ ἴσως ἐκ προσηκόντων εἴη γραμμάτων καὶ ὁμοίων, εἴπερ ἔσται εἰκών, ἔχοι δʼ ἄν τι καὶ οὐ προσῆκον, διʼ ὃ οὐκ ἂν καλὸν εἴη οὐδὲ καλῶς εἰργασμένον τὸ ὄνομα.
但是,如果有某个名字没有制定好,如果它确实要成为一个画像,它可能大部分由合适且相似的字母组成,但也可能包含一些不合适的字母,因此该名字就不美,也不是制作精良的。
οὕτω φαμὲν ἢ ἄλλως;
我们是这样说,还是有别的说法?
ΚΡ. οὐδὲν δεῖ οἶμαι διαμάχεσθαι, ὦ Σώκρατες· ἐπεὶ οὐκ ἀρέσκει γέ με τὸ φάναι ὄνομα μὲν εἶναι, μὴ μέντοι καλῶς γε κεῖσθαι.
克拉底鲁:苏格拉底,我认为完全没有必要争论,因为对我来说,说它是名字却不曾制定得好,这是不可接受的。
ΣΩ. πότερον τοῦτο οὐκ ἀρέσκει σε, τὸ εἶναι τὸ ὄνομα δήλωμα τοῦ πράγματος;
苏格拉底:那么你无法接受的是这个,即名字是事物的表示吗?
ΚΡ. ἔμοιγε.
克拉底鲁:这对我来说是(可以接受的)。
ΣΩ. ἀλλὰ τὸ εἶναι τῶν ὀνομάτων τὰ μὲν ἐκ προτέρων συγκείμενα, τὰ δὲ πρῶτα, οὐ καλῶς σοι δοκεῖ λέγεσθαι;
苏格拉底:但是,名字中有些是由先前的要素组成的,有些则是根源性的,这在你看来说得很对吗?
ΚΡ. ἔμοιγε.
克拉底鲁:是的。
ΣΩ. ἀλλὰ τὰ πρῶτα εἰ μέλλει δηλώματά τινων γίγνεσθαι, ἔχεις τινὰ καλλίω τρόπον τοῦ δηλώματα αὐτὰ γενέσθαι ἄλλον ἢ αὐτὰ ποιῆσαι ὅτι μάλιστα τοιαῦτα οἷα ἐκεῖνα ἃ δεῖ δηλοῦν αὐτά;
苏格拉底:但是,如果根源性的名字要成为某些事物的表示,你是否有任何更好的方法来使它们本身成为表示,而不是使它们尽可能像它们必须表示的那些事物?
ἢ ὅδε μᾶλλόν σε ἀρέσκει ὁ τρόπος ὃν Ἑρμογένης λέγει καὶ ἄλλοι πολλοί, τὸ συνθήματα εἶναι τὰ ὀνόματα καὶ δηλοῦν τοῖς συνθεμένοις προειδόσι δὲ τὰ πράγματα, καὶ εἶναι ταύτην ὀρθότητα ὀνόματος, συνθήκην, διαφέρειν δὲ οὐδὲν ἐάντε τις συνθῆται ὥσπερ νῦν σύγκειται, ἐάντε καὶ τοὐναντίον ἐπὶ μὲν ᾧ νῦν σμικρόν, μέγα καλεῖν, ἐπὶ δὲ ᾧ μέγα, σμικρόν;
或者你更喜欢赫莫根尼和许多其他人所说的方法,即名字是协定(约定),并且向那些已经知道事物并达成协定的人表示,而名字的正确性就在于这种协定,至于人们是约定像现在这样组合,还是相反地,将现在被称为“小”的称为“大”,将现在被称为“大”的称为“小”,这完全没有区别?
πότερός σε ὁ τρόπος ἀρέσκει;
你喜欢哪种方法?
§434ΚΡ. ὅλῳ καὶ παντὶ διαφέρει, ὦ Σώκρατες, τὸ ὁμοιώματι δηλοῦν ὅτι ἄν τις δηλοῖ ἀλλὰ μὴ τῷ ἐπιτυχόντι.
克拉底鲁:苏格拉底,用类似物来表示你所要表示的东西,与用随便碰巧的东西来表示,有着天壤之别。
ΣΩ. καλῶς λέγεις.
苏格拉底:说得好。
οὐκοῦν εἴπερ ἔσται τὸ ὄνομα ὅμοιον τῷ πράγματι, ἀναγκαῖον πεφυκέναι τὰ στοιχεῖα ὅμοια τοῖς πράγμασιν, ἐξ ὧν τὰ πρῶτα ὀνόματά τις συνθήσει;
因此,如果名字要像事物,那么用来合成第一个名字的要素本身就必须自然地像事物,这难道不是必然的吗?
ὧδε δὲ λέγω· ἆρά ποτʼ ἄν τις συνέθηκεν ὃ νυνδὴ ἐλέγομεν ζωγράφημα ὅμοιόν τῳ τῶν ὄντων, εἰ μὴ φύσει ὑπῆρχε φαρμακεῖα ὅμοια ὄντα, ἐξ ὧν συντίθεται τὰ ζωγραφούμενα, ἐκείνοις ἃ μιμεῖται ἡ γραφική·
我的意思是:如果自然界中本来就没有与绘画艺术所模仿的对象相似的颜料,画家们怎么可能画出我们刚才所说的与实存事物相似的图画呢?
ἢ ἀδύνατον;
还是说这是不可能的?
ΚΡ. ἀδύνατον.
克拉底鲁:是不可能的。
ΣΩ. οὐκοῦν ὡσαύτως καὶ ὀνόματα οὐκ ἄν ποτε ὅμοια γένοιτο οὐδενί, εἰ μὴ ὑπάρξει ἐκεῖνα πρῶτον ὁμοιότητά τινα ἔχοντα, ἐξ ὧν συντίθεται τὰ ὀνόματα, ἐκείνοις ὧν ἐστι τὰ ὀνόματα μιμήματα;
苏格拉底:同样,名字也绝不会变得像任何事物,除非用于合成名字的那些最初要素本身与名字所模仿的事物具有某种相似性。
ἔστι δέ, ἐξ ὧν συνθετέον, στοιχεῖα;
而那些必须用于合成的东西不就是要素吗?
ΚΡ. ναί.
克拉底鲁:是的。
ΣΩ. ἤδη τοίνυν καὶ σὺ κοινώνῃ τοῦ λόγου οὗπερ ἄρτι Ἑρμογένης.
苏格拉底:那么现在,你也加入刚才赫莫根尼参与的讨论吧。
φέρε, καλῶς σοι δοκοῦμεν λέγειν ὅτι τὸ ῥῶ τῇ φορᾷ καὶ κινήσει καὶ σκληρότητι προσέοικεν, ἢ οὐ καλῶς;
来,我们说若(ρ)类似于流、运动和硬,你觉得我们说得对还是不对?
ΚΡ. καλῶς ἔμοιγε.
克拉底鲁:在我看来,说得对。
ΣΩ. τὸ δὲ λάβδα τῷ λείῳ καὶ μαλακῷ καὶ οἷς νυνδὴ ἐλέγομεν;
苏格拉底:而兰姆达(λ)则类似于光滑、柔软以及我们刚才所说的那些东西吗?
ΚΡ. ναί.
克拉底鲁:是的。
ΣΩ. οἶσθα οὖν ὅτι ἐπὶ τῷ αὐτῷ ἡμεῖς μέν φαμεν σκληρότης, Ἐρετριῆς δὲ σκληροτήρ ;
苏格拉底:那么,你是否知道对于同一个事物,我们说硬(西格玛结尾)而埃雷特里亚人说硬(若结尾)?
ΚΡ. πάνυ γε.
克拉底鲁:确实如此。
ΣΩ. πότερον οὖν τό τε ῥῶ καὶ τὸ σῖγμα ἔοικεν ἀμφότερα τῷ αὐτῷ, καὶ δηλοῖ ἐκείνοις τε τὸ αὐτὸ τελευτῶντος τοῦ ῥῶ καὶ ἡμῖν τοῦ σῖγμα, ἢ τοῖς ἑτέροις ἡμῶν οὐ δηλοῖ;
苏格拉底:那么,若和西格玛都类似于同一个事物,而且在他们那里以若结尾、在我们这里以西格玛结尾表示的是相同的意思吗? 还是说对我们其中一方不表示意思?
ΚΡ. δηλοῖ μὲν οὖν ἀμφοτέροις.
克拉底鲁:不,对双方都表示意思。
ΣΩ. πότερον ᾗ ὅμοια τυγχάνει ὄντα τὸ ῥῶ καὶ τὸ σῖγμα, ἢ ᾗ μή;
苏格拉底:这是在若和西格玛碰巧相似的方面呢,还是在不相似的方面?
ΚΡ. ἧι ὅμοια.
克拉底鲁:在相似的方面。
ΣΩ. ἦ οὖν ὅμοιά ἐστι πανταχῇ;
苏格拉底:那么它们在所有方面都相似吗?
ΚΡ. πρός γε τὸ ἴσως φορὰν δηλοῦν.
克拉底鲁:也许至少在表示流这一方面。
ΣΩ. ἦ καὶ τὸ λάβδα ἐγκείμενον;
苏格拉底:那么夹在中间的兰姆达也是如此吗?
οὐ τὸ ἐναντίον δηλοῖ σκληρότητος;
它难道不是表示了硬的反面吗?
ΚΡ. ἴσως γὰρ οὐκ ὀρθῶς ἔγκειται, ὦ Σώκρατες· ὥσπερ καὶ ἃ νυνδὴ σὺ πρὸς Ἑρμογένη ἔλεγες ἐξαιρῶν τε καὶ ἐντιθεὶς γράμματα οὗ δέοι, καὶ ὀρθῶς ἐδόκεις ἔμοιγε.
克拉底鲁:苏格拉底,也许它确实不应该在里面,就像你刚才对赫莫根尼所说的那样,在需要的地方去掉或加入字母,这在我看来是对的。
καὶ νῦν ἴσως ἀντὶ τοῦ λάβδα ῥῶ δεῖ λέγειν.
而现在也许应该用若代替兰姆达。
ΣΩ. εὖ λέγεις.
苏格拉底:说得好。
τί οὖν; νῦν ὡς λέγομεν, οὐδὲν μανθάνομεν ἀλλήλων, ἐπειδάν τις φῇ σκληρόν, οὐδὲ οἶσθα σὺ νῦν ὅτι ἐγὼ λέγω;
那么,当我们现在说话时,如果有人说硬,我们难道彼此什么都听不懂,或者你现在不知道我在说什么吗?
ΚΡ. ἔγωγε, διά γε τὸ ἔθος, ὦ φίλτατε.
克拉底鲁:我知道,亲爱的朋友,这多亏了习惯。
ΣΩ. ἔθος δὲ λέγων οἴει τι διάφορον λέγειν συνθήκης;
苏格拉底:但是,当你谈到习惯时,你认为你说的与协定有什么不同吗?
ἢ ἄλλο τι λέγεις τὸ ἔθος ἢ ὅτι ἐγώ, ὅταν τοῦτο φθέγγωμαι, διανοοῦμαι ἐκεῖνο, σὺ δὲ γιγνώσκεις ὅτι ἐκεῖνο διανοοῦμαι;
或者你所说的习惯,除了指当我发出这个音时,我想到那个,而你明白我想到那个之外,还有别的意思吗?
οὐ τοῦτο λέγεις;
你不是这个意思吗?

词汇与语法注释

  1. 433aλέγεσθαι δʼ οὖν, ὦ μακάριε, ἐῶμεν — 第一人称复数现在时劝诱虚拟语气 ἐῶμεν(动词 ἐάω 的变位)带有名词化不定词句 λέγεσθαι 作为宾语,表示“让我们允许它被谈论(即便其状态不完美)”。
  2. 433bἵνα μὴ ὄφλωμεν ὥσπερ οἱ ἐν Αἰγίνῃ — 动词 ὄφλωμεν 是 ὀφλισκάνω(遭受指控、承担恶名)的过去时虚拟语气,与迟到行路人的比喻并用,构成了由 ἵνα μή 引导的否定目的从句。
  3. 433dπότερον τοῦτο οὐκ ἀρέσκει σε, τὸ εἶναι τὸ ὄνομα δήλωμα τοῦ πράγματος; — 带冠词的不定式从句 τὸ εἶναι...(名字是事物的表示)作为指示代词 τοῦτο 的同格成分。由于克拉底鲁同意这一根本前提,他在接下来的回答中给出了肯定的 ἔμοιγε(对我来说是可以接受的)。
  4. 434aτὸ ὁμοιώματι δηλοῦν ὅτι ἄν τις δηλοῖ ἀλλὰ μὴ τῷ ἐπιτυχόντι — 在作为主语的带冠词不定式从句 τὸ ... δηλοῦν 中,ὅτι ἄν τις δηλοῖ 是无条件关系从句,意为“无论人们要表示什么”,而 τῷ ἐπιτυχόντι 是与格的带冠词分词,意为“用碰巧遇到的东西(即任意的、无作为的东西)”。
  5. 434cἡμεῖς μέν φαμεν σκληρότης, Ἐρετριῆς δὲ σκληροτήρ — 此句展示了表示“硬”的词在末尾字母上的对比(雅典方言的西格玛 -ς 与埃雷特里亚方言的若 -ρ)。这构成了后续论证的关键前提,即由于习惯,不同字母(若与西格玛)在不同人群中能传达相同的含义。

引用这一段

柏拉图, 克拉底鲁篇 §433-434. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg005.humanitext-grc2:433-434

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。