§431ΣΩ. τί δέ;
苏格拉底:那又怎样呢?
πάλιν αὐτῷ τούτῳ προσελθόντα εἰπεῖν ὅτι
τουτί ἐστιν σὸν ὄνομα
;
再次走向这同一个人,对他说:‘这是你的名字’,这样行不行?
ἔστι δέ που καὶ τὸ ὄνομα μίμημα ὥσπερ τὸ ζωγράφημα.
而名字,我想,也和画作一样是一种模仿。
τοῦτο δὴ λέγω· ἆρʼ οὐκ ἂν εἴη αὐτῷ εἰπεῖν ὅτι
τουτί ἐστι σὸν ὄνομα,
καὶ μετὰ τοῦτο εἰς τὴν τῆς ἀκοῆς αὖ αἴσθησιν καταστῆσαι, ἂν μὲν τύχῃ, τὸ ἐκείνου μίμημα, εἰπόντα ὅτι ἀνήρ, ἂν δὲ τύχῃ, τὸ τοῦ θήλεος τοῦ ἀνθρωπίνου γένους, εἰπόντα ὅτι γυνή;
我说的就是这个:难道不可能对他说: ‘这是你的名字’,然后在此之后,将它呈现在他的听觉感知中,根据情况,或者是他自己的模仿(说:‘男人’),或者是人类女性的模仿(说:‘女人’)?
οὐ δοκεῖ σοι τοῦτο οἷόν τʼ εἶναι καὶ γίγνεσθαι ἐνίοτε;
你难道不认为这是可能的,而且有时确实会发生吗?
ΚΡ. ἐθέλω σοι, ὦ Σώκρατες, συγχωρῆσαι καὶ ἔστω οὕτως.
克拉底鲁:我愿意向你让步,苏格拉底,那就这样吧。
ΣΩ. καλῶς γε σὺ ποιῶν, ὦ φίλε, εἰ ἔστι τοῦτο οὕτως· οὐδὲν γὰρ δεῖ νῦν πάνυ διαμάχεσθαι περὶ αὐτοῦ.
苏格拉底:朋友,如果事实真是如此,你做得很好;因为现在没必要为此大加争辩。
εἰ δʼ οὖν ἔστι τοιαύτη τις διανομὴ καὶ ἐνταῦθα, τὸ μὲν ἕτερον τούτων ἀληθεύειν βουλόμεθα καλεῖν, τὸ δʼ ἕτερον ψεύδεσθαι.
那么,如果在名字这里也有这样一种分派,我们想把其中的一种称为‘说真话’,把另一种称为‘说假话’。
εἰ δὲ τοῦτο οὕτως ἔχει, καὶ ἔστι μὴ ὀρθῶς διανέμειν τὰ ὀνόματα μηδὲ ἀποδιδόναι τὰ προσήκοντα ἑκάστῳ, ἀλλʼ ἐνίοτε τὰ μὴ προσήκοντα, εἴη ἂν καὶ ῥήματα ταὐτὸν τοῦτο ποιεῖν.
如果情况确实如此,并且有可能不正确地分派名字,不把合适的名字赋予每个事物,而是有时赋予不合适的名字,那么动词也可能会做这同样的事情。
εἰ δὲ ῥήματα καὶ ὀνόματα ἔστιν οὕτω τιθέναι, ἀνάγκη καὶ λόγους· λόγοι γάρ που, ὡς ἐγᾦμαι, ἡ τούτων σύνθεσίς ἐστιν·
如果名词和动词可以这样放置,那么句子也必然如此;因为我想,句子大概就是这些东西的结合。
ἢ πῶς λέγεις, ὦ Κρατύλε;
或者你觉得怎么样,克拉底鲁?
ΚΡ. οὕτω· καλῶς γάρ μοι δοκεῖς λέγειν.
克拉底鲁:确实如此;因为我觉得你说的很好。
ΣΩ. οὐκοῦν εἰ γράμμασιν αὖ τὰ πρῶτα ὀνόματα ἀπεικάζομεν, ἔστιν ὥσπερ ἐν τοῖς ζωγραφήμασιν καὶ πάντα τὰ προσήκοντα χρώματά τε καὶ σχήματα ἀποδοῦναι, καὶ μὴ πάντα αὖ, ἀλλʼ ἔνια ἐλλείπειν, ἔνια δὲ καὶ προστιθέναι, καὶ πλείω καὶ μείζω·
苏格拉底:那么,如果我们再把最初的名字比作字母,是否可能像在画作中那样,既赋予所有合适的颜色和形状,又可以不赋予全部,而是漏掉一些、添加一些,甚至更多更大?
ἢ οὐκ ἔστιν;
还是不可能呢?
ΚΡ. ἔστιν.
克拉底鲁:是可以的。
ΣΩ. οὐκοῦν ὁ μὲν ἀποδιδοὺς πάντα καλὰ τὰ γράμματά τε καὶ τὰς εἰκόνας ἀποδίδωσιν, ὁ δὲ ἢ προστιθεὶς ἢ ἀφαιρῶν γράμματα μὲν καὶ εἰκόνας ἐργάζεται καὶ οὗτος, ἀλλὰ πονηράς;
苏格拉底:那么,赋予一切的人制作出美丽的画作和画像,而添加或减少的人,他也同样制作画作和画像,但是是拙劣的画作和画像?
ΚΡ. ναί.
克拉底鲁:是的。
ΣΩ. τί δὲ ὁ διὰ τῶν συλλαβῶν τε καὶ γραμμάτων τὴν οὐσίαν τῶν πραγμάτων ἀπομιμούμενος;
苏格拉底:那么,通过音节和字母来模仿事物本质的人呢?
ἆρα οὐ κατὰ τὸν αὐτὸν λόγον, ἂν μὲν πάντα ἀποδῷ τὰ προσήκοντα, καλὴ ἡ εἰκὼν ἔσται—τοῦτο δʼ ἐστὶν ὄνομα—ἐὰν δὲ σμικρὰ ἐλλείπῃ ἢ προστιθῇ ἐνίοτε, εἰκὼν μὲν γενήσεται, καλὴ δὲ οὔ;
根据同样的道理,如果他赋予所有合适的东西,画像——也就是名字——就会是美丽的;但如果他有时遗漏或添加细微的东西,它确实会成为画像,但不是美丽的画像?
ὥστε τὰ μὲν καλῶς εἰργασμένα ἔσται τῶν ὀνομάτων, τὰ δὲ κακῶς;
因此,名字中有些是制作精美的,有些是制作拙劣的?
ΚΡ. ἴσως.
克拉底鲁:也许吧。
ΣΩ. ἴσως ἄρα ἔσται ὁ μὲν ἀγαθὸς δημιουργὸς ὀνομάτων, ὁ δὲ κακός;
苏格拉底:那么,也许也会有好的名字创造者,也有差的创造者?
ΚΡ. ναί.
克拉底鲁:是的。
ΣΩ. οὐκοῦν τούτῳ ὁ
νομοθέτης
ἦν ὄνομα.
苏格拉底:而对这创造者来说,其名称不就是‘立法者’吗?
ΚΡ. ναί.
克拉古鲁:是的。
ΣΩ. ἴσως ἄρα νὴ Δίʼ ἔσται, ὥσπερ ἐν ταῖς ἄλλαις τέχναις, καὶ νομοθέτης ὁ μὲν ἀγαθός, ὁ δὲ κακός, ἐάνπερ τὰ ἔμπροσθεν ἐκεῖνα ὁμολογηθῇ ἡμῖν.
苏格拉底:那么,凭宙斯发誓,正如在其他技艺中一样,如果刚才的那些前提为我们所承认,立法者大概也会有好的和差的之分吧。