Humanitext Reader

柏拉图 · 克拉底鲁篇 §430

作为模仿的名字与绘画的正确对应

第 27 段,共 34 段 · 希腊语

内容简介

苏格拉底使克拉底鲁同意,名字与它所指代的事物是不同的,且名字和绘画都是事物的“模仿”。他进而指出,正如绘画可以被正确或错误地分派给事物一样,名字也可以被正确(且真实地)或错误(且虚假地)应用于事物。

§430ΣΩ. ἀλλʼ ἀγαπητὸν καὶ τοῦτο.
苏格拉底:不过,这已经很好了。
πότερον γὰρ ἀληθῆ ἂν φθέγξαιτο ταῦτα ὁ φθεγξάμενος ἢ ψευδῆ;
因为发出这种声音的人,所发出的究竟是真话还是假话?
ἢ τὸ μέν τι αὐτῶν ἀληθές, τὸ δὲ ψεῦδος;
或者其中一部分是真,一部分是假?
καὶ γὰρ ἂν καὶ τοῦτο ἐξαρκοῖ.
因为哪怕是这样也足够了。
ΚΡ. ψοφεῖν ἔγωγʼ ἂν φαίην τὸν τοιοῦτον, μάτην αὐτὸν ἑαυτὸν κινοῦντα, ὥσπερ ἂν εἴ τις χαλκίον κινήσειε κρούσας.
克拉底鲁:我倒会说这样的人是在发出噪音,徒劳地摆弄自己,就像有人敲击青铜器使其发出声响一样。
ΣΩ. φέρε δή, ἐάν πῃ διαλλαχθῶμεν, ὦ Κρατύλε·
苏格拉底:那么,克拉底鲁,让我们看看能否在某点上达成一致。
ἆρʼ οὐκ ἄλλο μὲν ἂν φαίης τὸ ὄνομα εἶναι, ἄλλο δὲ ἐκεῖνο οὗ τὸ ὄνομά ἐστιν;
你难道不认为名字是一回事,而作为其名字的那个事物又是另一回事吗?
ΚΡ. ἔγωγε.
克拉底鲁:我当然会这样说。
ΣΩ. οὐκοῦν καὶ τὸ ὄνομα ὁμολογεῖς μίμημά τι εἶναι τοῦ πράγματος;
苏格拉底:那么,你是否也同意,名字是该事物的一种模仿?
ΚΡ. πάντων μάλιστα.
克拉底鲁:完全同意。
ΣΩ. οὐκοῦν καὶ τὰ ζωγραφήματα τρόπον τινὰ ἄλλον λέγεις μιμήματα εἶναι πραγμάτων τινῶν;
苏格拉底:那么,你是否也说绘画在另一种方式上是某些事物的模仿?
ΚΡ. ναί.
克拉底鲁:是的。
ΣΩ. φέρε δή—ἴσως γὰρ ἐγὼ οὐ μανθάνω ἅττα ποτʼ ἔστιν ἃ λέγεις, σὺ δὲ τάχʼ ἂν ὀρθῶς λέγοις—ἔστι διανεῖμαι καὶ προσενεγκεῖν ταῦτα ἀμφότερα τὰ μιμήματα, τά τε ζωγραφήματα κἀκεῖνα τὰ ὀνόματα, τοῖς πράγμασιν ὧν μιμήματά ἐστιν, ἢ οὔ;
苏格拉底:那么——因为也许我没有理解你所说的意思,而你可能说得对——是否可以把这两种模仿,即绘画和那些名字,分派并应用于它们所模仿的事物上,还是不可以呢?
ΚΡ. ἔστιν.
克拉底鲁:是可以的。
ΣΩ. πρῶτον μὲν δὴ σκόπει τόδε.
苏格拉底:那么首先考虑这一点。
ἆρʼ ἄν τις τὴν μὲν τοῦ ἀνδρὸς εἰκόνα τῷ ἀνδρὶ ἀποδοίη, τὴν δὲ τῆς γυναικὸς τῇ γυναικί, καὶ τἆλλα οὕτως;
有人会把男人的画像分派给男人,而把女人的画像分派给女人,其他情况也依此类推吗?
ΚΡ. πάνυ μὲν οὖν.
克拉底鲁:当然可以。
ΣΩ. οὐκοῦν καὶ τοὐναντίον τὴν μὲν τοῦ ἀνδρὸς τῇ γυναικί, τὴν δὲ τῆς γυναικὸς τῷ ἀνδρί;
苏格拉底:那么相反地,也可以把男人的画像分派给女人,而把女人的画像分派给男人吗?
ΚΡ. ἔστι καὶ ταῦτα.
克拉底鲁:这也是可以的。
ΣΩ. ἆρʼ οὖν αὗται αἱ διανομαὶ ἀμφότεραι ὀρθαί, ἢ ἡ ἑτέρα;
苏格拉底:那么,这两种分派都是正确的,还是只有其中一种正确?
ΚΡ. ἡ ἑτέρα.
克拉底鲁:只有其中一种。
ΣΩ. ἣ ἂν ἑκάστῳ οἶμαι τὸ προσῆκόν τε καὶ τὸ ὅμοιον ἀποδιδῷ.
苏格拉底:我想,是指把合适的且相似的分派给每个事物的那种吧。
ΚΡ. ἔμοιγε δοκεῖ.
克拉底鲁:在我看来也是如此。
ΣΩ. ἵνα τοίνυν μὴ μαχώμεθα ἐν τοῖς λόγοις ἐγώ τε καὶ σὺ φίλοι ὄντες, ἀπόδεξαί μου ὃ λέγω.
苏格拉底:那么,为了使你和我作为朋友不至于在言论中发生争吵,请接受我的说法。
τὴν τοιαύτην γάρ, ὦ ἑταῖρε, καλῶ ἔγωγε διανομὴν ἐπʼ ἀμφοτέροις μὲν τοῖς μιμήμασιν, τοῖς τε ζῴοις καὶ τοῖς ὀνόμασιν, ὀρθήν, ἐπὶ δὲ τοῖς ὀνόμασι πρὸς τῷ ὀρθὴν καὶ ἀληθῆ·
因为,朋友,我把这种分派,在两种模仿(即画作和名字)中都称为‘正确的’;而关于名字,除了‘正确的’之外,我还称为‘真实的’。
τὴν δʼ ἑτέραν, τὴν τοῦ ἀνομοίου δόσιν τε καὶ ἐπιφοράν, οὐκ ὀρθήν, καὶ ψευδῆ ὅταν ἐπʼ ὀνόμασιν ᾖ.
至于另一种分派,即把不相似的东西给予并应用,我称为‘不正确的’,而当它应用于名字时,则是‘虚假的’。
ΚΡ. ἀλλʼ ὅπως μή, ὦ Σώκρατες, ἐν μὲν τοῖς ζωγραφήμασιν ᾖ τοῦτο, τὸ μὴ ὀρθῶς διανέμειν, ἐπὶ δὲ τοῖς ὀνόμασιν οὔ, ἀλλʼ ἀναγκαῖον ᾖ ἀεὶ ὀρθῶς.
克拉底鲁:但是,苏格拉底,可别在绘画中确实有这种分派不正确的情况,但在名字中却没有,而是必然总是正确的。
ΣΩ. πῶς λέγεις;
苏格拉底:你是怎么说的?
τί τοῦτο ἐκείνου διαφέρει;
这和那有什么区别?
ἆρʼ οὐκ ἔστι προσελθόντα ἀνδρί τῳ εἰπεῖν ὅτι τουτί ἐστι σὸν γράμμα, καὶ δεῖξαι αὐτῷ, ἂν μὲν τύχῃ, ἐκείνου εἰκόνα, ἂν δὲ τύχῃ, γυναικός;
难道不可能走向某个人,对他说:‘这是你的画。 ’并向他展示,根据情况,要么是他自己的画像,要么是一个女人的画像?
τὸ δὲ δεῖξαι λέγω εἰς τὴν τῶν ὀφθαλμῶν αἴσθησιν καταστῆσαι.
我所说的‘展示’,是指将其置于眼睛的感知之下。
ΚΡ. πάνυ γε.
克拉底鲁:确实如此。

词汇与语法注释

  1. 430aὥσπερ ἂν εἴ τις χαλκίον κινήσειε κρούσας — 虽然 ὥσπερ ἂν εἰ 通常引导与事实相反的虚拟条件句(用直陈式过去时),但此处它引导了表示潜在或一般可能性的希求语气动词(κινήσειε)。不定过去时分词 κρούσας 充当方式或伴随状况,意为“通过敲击(使青铜器震动)”。
  2. 430bἔστι διανεῖμαι καὶ προσενεγκεῖν ταῦτα ἀμφότερα τὰ μιμήματα... τοῖς πράγμασιν ὧν μιμήματά ἐστιν — ἔστι 是表示“能够/可能”的非人称动词,不定式 διανεῖμαι(分派)和 προσενεγκεῖν(应用)作为其主语。与格 τοῖς πράγμασιν 是这两个不定式的间接宾语(“向这些事物”),其后的关系代词 1 属格 ὧν 的先行词是 τοῖς πράγμασιν,在关系从句中作为 μιμήματα 的所有格或宾格性属格(“它们是其模仿的”)。
  3. 430dἀλλʼ ὅπως μή... ᾖ... ἐπὶ δὲ τοῖς ὀνόμασιν οὔ — ὅπως μή 配合虚拟语气(ᾖ)构成一个省略了主句动词(如 ὅρα,“注意/小心”)的独立从句,用于表达担忧或警告(“小心别……”或“唯恐……”)。在此处,克拉底鲁对苏格拉底将绘画与名字进行类比的做法表达了审慎的保留态度。
  4. 430eτὸ δὲ δεῖξαι λέγω εἰς τὴν τῶν ὀφθαλμῶν αἴσθησιν καταστῆσαι — 动词 λέγω(此处意为“我所说的……是指”)以带冠词的不定式 τὸ δὲ δεῖξαι(展示)作为宾语,并引入另一个不定式短语 εἰς τὴν ... αἴσθησιν καταστῆσαι(置于……感知之下)作为同位语以解释其含义。结构为:“我所说的‘展示’,是指将其置于眼睛的感知之下。”

引用这一段

柏拉图, 克拉底鲁篇 §430. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg005.humanitext-grc2:430

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。