Humanitext Reader

柏拉图 · 克拉底鲁篇 §429

名称的正确性与不可能说假话的命题

第 26 段,共 34 段 · 希腊语

内容简介

苏格拉底询问克拉底鲁,命名技术是否像其他手艺一样存在优劣之分,但克拉底鲁坚称不正确的名字根本就不能算作名字。随后,克拉底鲁提出了“不可能说谎”的经典命题,苏格拉底对此展开质询。

§429ΚΡ. οὕσπερ σὺ κατʼ ἀρχὰς ἔλεγες, τοὺς νομοθέτας.
克拉底鲁:正是你一开始所说的那些人,即立法者。
ΣΩ. πότερον οὖν καὶ ταύτην φῶμεν τὴν τέχνην ἐν τοῖς ἀνθρώποις ἐγγίγνεσθαι ὥσπερ καὶ τὰς ἄλλας ἢ μή;
苏格拉底:那么,我们是否应该承认,这门技术也像其他技术一样在人类中产生,还是不承认呢?
βούλομαι δὲ λέγειν τὸ τοιόνδε.
我想说的是这样的意思。
ζωγράφοι εἰσίν που οἱ μὲν χείρους, οἱ δὲ ἀμείνους;
画家大概有的是较差的,有的是较好的吧?
ΚΡ. πάνυ γε.
克拉底鲁:完全是的。
ΣΩ. οὐκοῦν οἱ μὲν ἀμείνους τὰ αὑτῶν ἔργα καλλίω παρέχονται, τὰ ζῷα, οἱ δὲ φαυλότερα;
苏格拉底:那么,较好的画家呈现出他们自己的作品,即画作也较美,而较差的画家呈现的较差?
καὶ οἰκοδόμοι ὡσαύτως οἱ μὲν καλλίους τὰς οἰκίας ἐργάζονται, οἱ δὲ αἰσχίους;
建筑师也是如此,较好的建造出较美的房屋,而较差的建造出较丑的?
ΚΡ. ναί.
克拉底鲁:是的。
ΣΩ. ἆρʼ οὖν καὶ νομοθέται οἱ μὲν καλλίω τὰ αὑτῶν παρέχονται, οἱ δὲ αἰσχίω;
苏格拉底:那么,立法者是否也是有的把他们自己的作品呈现得较美,有的呈现得较丑呢?
ΚΡ. οὔ μοι δοκεῖ τοῦτο ἔτι.
克拉底鲁:这在我看来就不再是这样了。
ΣΩ. οὐκ ἄρα δοκοῦσί σοι νόμοι οἱ μὲν βελτίους, οἱ δὲ φαυλότεροι εἶναι;
苏格拉底:那么在你看,法律难道没有一些较好,一些较差的吗?
ΚΡ. οὐ δῆτα.
克拉底鲁:绝非如此。
ΣΩ. οὐδὲ δὴ ὄνομα, ὡς ἔοικε, δοκεῖ σοι κεῖσθαι τὸ μὲν χεῖρον, τὸ δὲ ἄμεινον;
苏格拉底:那么,名字在你看也显然没有一个制定得较差,一个制定得较好吧?
ΚΡ. οὐ δῆτα.
克拉底鲁:绝非如此。
ΣΩ. πάντα ἄρα τὰ ὀνόματα ὀρθῶς κεῖται;
苏格拉底:那么,所有的名字都制定得正确吗?
ΚΡ. ὅσα γε ὀνόματά ἐστιν.
克拉底鲁:只要它们确实是名字。
ΣΩ. τί οὖν; ὃ καὶ ἄρτι ἐλέγετο, Ἑρμογένει τῷδε πότερον μηδὲ ὄνομα τοῦτο κεῖσθαι φῶμεν, εἰ μή τι αὐτῷ Ἑρμοῦ γενέσεως προσήκει, ἢ κεῖσθαι μέν, οὐ μέντοι ὀρθῶς γε;
苏格拉底:那么,关于刚才也谈到的这位赫尔墨革涅斯,如果他与赫尔墨斯的神裔完全没有关系,我们是应该承认这甚至没有被制定为他的名字,还是承认虽然制定了,但并不正确呢?
ΚΡ. οὐδὲ κεῖσθαι ἔμοιγε δοκεῖ, ὦ Σώκρατες, ἀλλὰ δοκεῖν κεῖσθαι, εἶναι δὲ ἑτέρου τοῦτο τοὔνομα, οὗπερ καὶ ἡ φύσις.
克拉底鲁:苏格拉底,在我看来它甚至没有被制定,而只是看起来被制定了;这名字其实属于另一个人,即其本性与这名字相符的那个人。
ΣΩ. πότερον οὐδὲ ψεύδεται ὅταν τις φῇ Ἑρμογένη αὐτὸν εἶναι;
苏格拉底:那么,当有人说他是赫尔墨革涅斯时,这难道不是在说谎吗?
μὴ γὰρ οὐδὲ τοῦτο αὖ ᾖ, τὸ τοῦτον φάναι Ἑρμογένη εἶναι, εἰ μὴ ἔστιν;
或者说,如果他不是,那么“说他是赫尔墨革涅斯”这件事本身就根本无法成立?
ΚΡ. πῶς λέγεις;
克拉底鲁:你是怎么说的?
ΣΩ. ἆρα ὅτι ψευδῆ λέγειν τὸ παράπαν οὐκ ἔστιν, ἆρα τοῦτό σοι δύναται ὁ λόγος;
苏格拉底:你的话难道是说,根本就没有说谎这回事?
συχνοὶ γάρ τινες οἱ λέγοντες, ὦ φίλε Κρατύλε, καὶ νῦν καὶ πάλαι.
你的论证是这个意思吗? 因为,亲爱的克拉底鲁,现在和过去都有不少人是这么说的。
ΚΡ. πῶς γὰρ ἄν, ὦ Σώκρατες, λέγων γέ τις τοῦτο ὃ λέγει, μὴ τὸ ὂν λέγοι;
克拉底鲁:苏格拉底,一个人说话时既然说出了他所说的话,怎么可能不说出存在的事情呢?
ἢ οὐ τοῦτό ἐστιν τὸ ψευδῆ λέγειν, τὸ μὴ τὰ ὄντα λέγειν;
难道“说谎”不正是指“说不存在的事情”吗?
ΣΩ. κομψότερος μὲν ὁ λόγος ἢ κατʼ ἐμὲ καὶ κατὰ τὴν ἐμὴν ἡλικίαν, ὦ ἑταῖρε.
苏格拉底:我的朋友,这个论证对于我和我的年纪来说有点太巧妙了。
ὅμως μέντοι εἰπέ μοι τοσόνδε· πότερον λέγειν μὲν οὐ δοκεῖ σοι εἶναι ψευδῆ, φάναι δέ;
不过你还是告诉我这一点:在你看,说话是不可能的,但是断言谎言是可能的吗?
ΚΡ. οὔ μοι δοκεῖ οὐδὲ φάναι.
克拉底鲁:在我看来,断言也是不可能的。
ΣΩ. οὐδὲ εἰπεῖν οὐδὲ προσειπεῖν;
苏格拉底:既不能说,也不能称呼吗?
οἷον εἴ τις ἀπαντήσας σοι ἐπὶ ξενίας, λαβόμενος τῆς χειρὸς εἴποι· χαῖρε, ὦ ξένε Ἀθηναῖε, ὑὲ Σμικρίωνος Ἑρμόγενες, οὗτος λέξειεν ἂν ταῦτα ἢ φαίη ἂν ταῦτα ἢ εἴποι ἂν ταῦτα ἢ προσείποι ἂν οὕτω σὲ μὲν οὔ, Ἑρμογένη δὲ τόνδε;
比如,如果有人在异乡遇见你,拉着你的手说:“你好,雅典的异乡人,斯米克里翁之子赫尔墨革涅斯。 ”这个人是说了这些话,断言了这些话,讲了这些话,还是这样称呼了你——或者说称呼的不是你,而是这里的赫尔墨革涅斯?
ἢ οὐδένα;
或者他谁也没有称呼?
ΚΡ. ἐμοὶ μὲν δοκεῖ, ὦ Σώκρατες, ἄλλως ἂν οὗτος ταῦτα φθέγξασθαι.
克拉底鲁:苏格拉底,在我看来,这个人这样做只是在白白发声。

词汇与语法注释

  1. 429aτοὺς νομοθέτας — 这个宾格名词短语直接回答了苏格拉底的提问“是谁?”,并在性、数、格上与前置关系从句中作为 `ἐλέγες` 宾语的关系代词 `οὕσπερ` 保持一致。
  2. 429cμὴ γὰρ οὐδὲ τοῦτο αὖ ᾖ — 由 `μὴ ... ᾖ` 引导的独立虚拟式句式,表示话者谨慎的怀疑或担忧(“恐怕……不至于也是那样吧”)。否定词 `οὐδέ` 强调“甚至不”。
  3. 429cἀλλὰ δοκεῖν κεῖσθαι — 不定式 `δοκεῖν` 依赖于前半句的主句动词 `δοκεῖ`(在我看来甚至不……)。结合其从属的不定式 `κεῖσθαι`,构成了一个双重结构,意为“而只是显得被制定了”。
  4. 429dλέγων γέ τις τοῦτο ὃ λέγει — 分词 `λέγων` 具有时间、条件或让步的修饰功能。克拉底鲁借此提出了经典的爱利亚学派关于“不可能说谎”的悖论:“说者既然说出了他所说的话,怎么可能不说出存在的事物呢?”
  5. 429eἄλλως ἂν οὗτος ταῦτα φθέγξασθαι — 依赖于前半句 `ἐμοὶ μὲν δοκεῖ`(在我看来)的“带格不定式”结构。动词不定式 `φθέγξασθαι` 带有语气词 `ἂν`,表示对过去可能发生或反事实情况的推测。副词 `ἄλλως` 在此意为“徒劳地”,指语言失去了指称功能,退化为单纯的物理声音。

引用这一段

柏拉图, 克拉底鲁篇 §429. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg005.humanitext-grc2:429

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。