Humanitext Reader

柏拉图 · 克拉底鲁篇 §427-428

语音对事物的模仿与克拉底鲁的加入

第 25 段,共 34 段 · 希腊语

内容简介

苏格拉底概述了字母的物理和发音性质如何通过模仿事物的本质来形成名字,随后将克拉底鲁引入对话,开始考察名字的正确性及其功能是否是一种用于教学的技术。

§427ΣΩ. διὰ ταῦτα τὸ ἰέναι καὶ τὸ ἵεσθαι διὰ τοῦ ἰῶτα ἀπομιμεῖται, ὥσπερ γε διὰ τοῦ φεῖ καὶ τοῦ ψεῖ καὶ τοῦ σῖγμα καὶ τοῦ ζῆτα, ὅτι πνευματώδη τὰ γράμματα, πάντα τὰ τοιαῦτα μεμίμηται αὐτοῖς ὀνομάζων, οἷον τὸ ψυχρὸν καὶ τὸ ζέον καὶ τὸ σείεσθαι καὶ ὅλως σεισμόν.
苏格拉底:由于这些原因,“行”和“急进”是通过“iota”来模仿的。 正如通过“phi”、“psi”、“sigma”和“zeta”一样,因为这些字母是带有气音的,命名者在命名时就用它们模仿了所有这些事物,比如“冷”、“沸腾”、“震动”以及整个“震荡”。
καὶ ὅταν που τὸ φυσῶδες μιμῆται, πανταχοῦ ἐνταῦθα ὡς τὸ πολὺ τὰ τοιαῦτα γράμματα ἐπιφέρειν φαίνεται ὁ τὰ ὀνόματα τιθέμενος.
每当他模仿带有吹气性质的事物时,命名者似乎大都在这些地方使用这类字母。
τῆς δʼ αὖ τοῦ δέλτα συμπιέσεως καὶ τοῦ ταῦ καὶ ἀπερείσεως τῆς γλώττης τὴν δύναμιν χρήσιμον φαίνεται ἡγήσασθαι πρὸς τὴν μίμησιν τοῦ δεσμοῦ καὶ τῆς στάσεως.
另一方面,德尔塔和塔乌的压榨以及舌头的抵紧,其力量似乎被认为对于模仿“束缚”和“静止”是有用的。
ὅτι δὲ ὀλισθάνει μάλιστα ἐν τῷ λάβδα ἡ γλῶττα κατιδών, ἀφομοιῶν ὠνόμασε τά τε λεῖα καὶ αὐτὸ τὸ ὀλισθάνειν καὶ τὸ λιπαρὸν καὶ τὸ κολλῶδες καὶ τἆλλα πάντα τὰ τοιαῦτα.
而当他看到舌头在“lambda”中滑得最厉害时,他就模仿其特征,命名了“光滑”、“滑动”本身、“润泽”、“粘着”以及所有其他类似的事物。
ᾗ δὲ ὀλισθανούσης τῆς γλώττης ἀντιλαμβάνεται ἡ τοῦ γάμμα δύναμις, τὸ γλίσχρον ἀπεμιμήσατο καὶ γλυκὺ καὶ γλοιῶδες.
而在舌头滑动被“gamma”的力量阻遏的地方,他就模仿了“粘稠”、“甜”和“胶状”。
τοῦ δʼ αὖ νῦ τὸ εἴσω αἰσθόμενος τῆς φωνῆς, τὸ ἔνδον καὶ τὰ ἐντὸς ὠνόμασεν, ὡς ἀφομοιῶν τοῖς γράμμασι τὰ ἔργα.
再者,他感知到“nu”在声音内部的鸣响,便命名了“内部”和“内侧”,以此使事物的实际运作与字母相像。
τὸ δʼ αὖ ἄλφα τῷ μεγάλῳ ἀπέδωκε, καὶ τῷ μήκει τὸ ἦτα, ὅτι μεγάλα τὰ γράμματα.
他又将“alpha”赋予“大”,将“eta”赋予“长度”,因为这些字母很大。
εἰς δὲ τὸ γογγύλον τοῦ οὖ δεόμενος σημείου, τοῦτο πλεῖστον αὐτῷ εἰς τὸ ὄνομα ἐνεκέρασεν.
而在“圆”中由于需要“omicron”这个符号,他就把这个符号最多地融入到它的名字里。
καὶ τἆλλα οὕτω φαίνεται προσβιβάζειν καὶ κατὰ γράμματα καὶ κατὰ συλλαβὰς ἑκάστῳ τῶν ὄντων σημεῖόν τε καὶ ὄνομα ποιῶν ὁ νομοθέτης, ἐκ δὲ τούτων τὰ λοιπὰ ἤδη αὐτοῖς τούτοις συντιθέναι ἀπομιμούμενος.
立法者似乎就是这样把其他事物也联系起来,通过字母和音节为每一个存在的事物制作符号和名字,并且似乎在此基础上,通过模仿这些东西来把其余的事物合成起来。
αὕτη μοι φαίνεται, ὦ Ἑρμόγενες, βούλεσθαι εἶναι ἡ τῶν ὀνομάτων ὀρθότης, εἰ μή τι ἄλλο Κρατύλος ὅδε λέγει.
赫尔墨革涅斯啊,这在我看来似乎就是名字的正确性所在,除非这位克拉底鲁有别的说法。
ΕΡΜ. καὶ μήν, ὦ Σώκρατες, πολλά γέ μοι πολλάκις πράγματα παρέχει Κρατύλος, ὥσπερ κατʼ ἀρχὰς ἔλεγον, φάσκων μὲν εἶναι ὀρθότητα ὀνομάτων, ἥτις δʼ ἐστὶν οὐδὲν σαφὲς λέγων, ὥστε με μὴ δύνασθαι εἰδέναι πότερον ἑκὼν ἢ ἄκων οὕτως ἀσαφῶς ἑκάστοτε περὶ αὐτῶν λέγει.
赫尔墨革涅斯:确实,苏格拉底,克拉底鲁经常给我带来很多麻烦,正如我一开始所说,他坚称名字有其正确性,却从不把那究竟是什么说清楚,以至于我无法知道他每次把这些说得如此含糊到底是故意还是无意。
νῦν οὖν μοι, ὦ Κρατύλε, ἐναντίον Σωκράτους εἰπὲ πότερον ἀρέσκει σοι ᾗ λέγει Σωκράτης περὶ ὀνομάτων, ἢ ἔχεις πῃ ἄλλῃ κάλλιον λέγειν;
所以现在,克拉底鲁,请在苏格拉底面前告诉我,你是否赞同苏格拉底关于名字的说法,或者你是否在某处有更美妙的说法?
καὶ εἰ ἔχεις, λέγε, ἵνα ἤτοι μάθῃς παρὰ Σωκράτους ἢ διδάξῃς ἡμᾶς ἀμφοτέρους.
如果你有,请说出来,这样你要么可以向苏格拉底学习,要么可以教导我们两个人。
ΚΡ. τί δέ, ὦ Ἑρμόγενες;
克拉底鲁:那又怎样,赫尔墨革涅斯?
δοκεῖ σοι ῥᾴδιον εἶναι οὕτω ταχὺ μαθεῖν τε καὶ διδάξαι ὁτιοῦν πρᾶγμα, μὴ ὅτι τοσοῦτον, ὃ δὴ δοκεῖ ἐν τοῖς μέγιστον εἶναι;
你认为如此迅速地学习和教导任何事情都是容易的吗,更不用说这件被认为是最大事情之一的要务了?
§428ΕΡΜ. μὰ Δίʼ, οὐκ ἔμοιγε.
赫尔墨革涅斯:凭宙斯发誓,我不这么认为。
ἀλλὰ τὸ τοῦ Ἡσιόδου καλῶς μοι φαίνεται ἔχειν, τὸ εἰ καί τις σμικρὸν ἐπὶ σμικρῷ καταθείη, προὔργου εἶναι.
但赫西俄德的那句话在我看来非常好:“如果有人在微小之上再放上微小,它也会成为有用的东西。
εἰ οὖν καὶ σμικρόν τι οἷός τʼ εἶ πλέον ποιῆσαι, μὴ ἀπόκαμνε ἀλλʼ εὐεργέτει καὶ Σωκράτη τόνδε—δίκαιος δʼ εἶ—καὶ ἐμέ.
”因此,如果你能再多做哪怕一点点,就请不要气馁,而是向这里的苏格拉底——你理应如此——和我也施予恩惠吧。
ΣΩ. καὶ μὲν δὴ ἔγωγε καὶ αὐτός, ὦ Κρατύλε, οὐδὲν ἂν ἰσχυρισαίμην ὧν εἴρηκα, ᾗ δέ μοι ἐφαίνετο μεθʼ Ἑρμογένους ἐπεσκεψάμην, ὥστε τούτου γε ἕνεκα θαρρῶν λέγε, εἴ τι ἔχεις βέλτιον, ὡς ἐμοῦ ἐνδεξομένου.
苏格拉底:事实上,克拉底鲁,我对自己所说的话也完全不敢断言,我只是和赫尔墨革涅斯一起,按照我认为显而易见的方式进行了考察。 因此,在这方面请放心大胆地说吧,如果你有更好的想法,我会接受它的。
εἰ μέντοι ἔχεις τι σὺ κάλλιον τούτων λέγειν, οὐκ ἂν θαυμάζοιμι· δοκεῖς γάρ μοι αὐτός τε ἐσκέφθαι τὰ τοιαῦτα καὶ παρʼ ἄλλων μεμαθηκέναι.
如果你确实能说出比这些更美妙的东西,我并不会感到奇怪;因为在我看来,你不仅自己考察过这些事,而且也从别人那里学习过。
ἐὰν οὖν λέγῃς τι κάλλιον, ἕνα τῶν μαθητῶν περὶ ὀρθότητος ὀνομάτων καὶ ἐμὲ γράφου.
所以,如果你能说出更美妙的道理,就把我也登记为你在名字正确性问题上的弟子之一吧。
ΚΡ. ἀλλὰ μὲν δή, ὦ Σώκρατες, ὥσπερ σὺ λέγεις, μεμέληκέν τέ μοι περὶ αὐτῶν καὶ ἴσως ἄν σε ποιησαίμην μαθητήν.
克拉底鲁:但是,苏格拉底,正如你所说,我确实一直关注这些问题,或许我也能把你收为我的弟子。
φοβοῦμαι μέντοι μὴ τούτου πᾶν τοὐναντίον ᾖ, ὅτι μοί πως ἐπέρχεται λέγειν πρὸς σὲ τὸ τοῦ Ἀχιλλέως, ὃ ἐκεῖνος ἐν Λιταῖς πρὸς τὸν Αἴαντα λέγει.
不过,我担心结果会完全相反,因为我心里总想对你引用阿喀琉斯在《祈求》中对埃阿斯说的那句话。
φησὶ δὲ " Αἶαν διογενὲς Τελαμώνιε, κοίρανε λαῶν, πάντα τί μοι κατὰ θυμὸν ἐείσω μυθήσασθαι.
他说: “埃阿斯,神明所生的特拉蒙之子,民众的领袖,你所说的一切,似乎都完全合乎我的心意。
" καὶ ἐμοὶ σύ, ὦ Σώκρατες, ἐπιεικῶς φαίνῃ κατὰ νοῦν χρησμῳδεῖν, εἴτε παρʼ Εὐθύφρονος ἐπίπνους γενόμενος, εἴτε καὶ ἄλλη τις Μοῦσα πάλαι σε ἐνοῦσα ἐλελήθει.
” 而对我来说,苏格拉底,你似乎也相当合乎我心意地传达了神谕,不知是因为受到了尤西弗罗的启示,还是另有某位很久以来就在你体内而你却不曾察觉的缪斯女神在作祟。
ΣΩ. ὠγαθὲ Κρατύλε, θαυμάζω καὶ αὐτὸς πάλαι τὴν ἐμαυτοῦ σοφίαν καὶ ἀπιστῶ.
苏格拉底:好克拉底鲁,我自己也长久以来对自己的智慧感到惊奇,同时又不敢相信。
δοκεῖ οὖν μοι χρῆναι ἐπανασκέψασθαι τί καὶ λέγω.
因此,我觉得有必要重新审视我到底在说些什么。
τὸ γὰρ ἐξαπατᾶσθαι αὐτὸν ὑφʼ αὑτοῦ πάντων χαλεπώτατον· ὅταν γὰρ μηδὲ σμικρὸν ἀποστατῇ ἀλλʼ ἀεὶ παρῇ ὁ ἐξαπατήσων, πῶς οὐ δεινόν;
因为被自己欺骗是所有事情中最困难的;当那个欺骗者一点也不离开,而是永远在身边时,这难道不可怕吗?
δεῖ δή, ὡς ἔοικε, θαμὰ μεταστρέφεσθαι ἐπὶ τὰ προειρημένα, καὶ πειρᾶσθαι, τὸ ἐκείνου τοῦ ποιητοῦ, βλέπειν ἅμα πρόσσω καὶ ὀπίσσω.
所以正如看起来的那样,必须频繁地回过头来审视之前说过的话,并努力像那位诗人所说的那样,去“同时注视前方和后方”。
καὶ δὴ καὶ νυνὶ ἡμεῖς ἴδωμεν τί ἡμῖν εἴρηται.
现在,就让我们来看看我们都说了些什么。
ὀνόματος, φαμέν, ὀρθότης ἐστὶν αὕτη, ἥτις ἐνδείξεται οἷόν ἐστι τὸ πρᾶγμα·
我们说,名字的正确性在于能够指出事物是什么样子。
τοῦτο φῶμεν ἱκανῶς εἰρῆσθαι;
我们要承认这句话说得足够充分了吗?
ΚΡ. ἐμοὶ μὲν δοκεῖ πάνυ σφόδρα, ὦ Σώκρατες.
克拉底鲁:在我看来完全是这样,苏格拉底。
ΣΩ. διδασκαλίας ἄρα ἕνεκα τὰ ὀνόματα λέγεται;
苏格拉底:那么,名字是为了教导的目的而被说出来的吗?
ΚΡ. πάνυ γε.
克拉底鲁:完全是的。
ΣΩ. οὐκοῦν φῶμεν καὶ ταύτην τέχνην εἶναι καὶ δημιουργοὺς αὐτῆς;
苏格拉底:那么,我们是否也应该承认这是一门技术,并且有这门技术的制作者?
ΚΡ. πάνυ γε.
克拉底鲁:完全是的。
ΣΩ. τίνας;
苏格拉底:他们是谁?

词汇与语法注释

  1. 427aπάντα τὰ τοιαῦτα μεμίμηται αὐτοῖς ὀνομάζων — αὐτοῖς 是指向前面提到的带气音字母(φ, ψ, σ, ζ)的工具与格,分词 ὀνομάζων(通过命名)表示手段或方式。从上下文来看,全句的主语是隐指的“名字制定者”。
  2. 427aτῆς δʼ αὖ τοῦ δέλτα συμπιέσεως καὶ τοῦ ταῦ καὶ ἀπερείσεως τῆς γλώττης τὴν δύναμιν χρήσιμον φαίνεται ἡγήσασθαι — 依附于 φαίνεται 的不定式 ἡγήσασθαι(似乎认为)的逻辑主语是上下文中的“名字制定者”。属格短语 τῆς... συμπιέσεως... 修饰因过格(hyperbaton)而与之分离的宾格对象 τὴν δύναμιν,而 χρήσιμον 是其宾语补足语。句子的骨架为“他似乎认为……的力量对于……是有益的”。
  3. 428cπάντα τί μοι κατὰ θυμὸν ἐείσω μυθήσασθαι. — 引用自荷马《伊利亚特》第9卷第645行。ἐείσω 是 εἴδομαι(似乎、显得)的第二人称单数不定过去时中间变位,在此作为 ἐείσαο 的异文。不定式 μυθήσασθαι 依附于它,整句意为“你似乎完全顺着我的心意说出了一切”。

引用这一段

柏拉图, 克拉底鲁篇 §427-428. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg005.humanitext-grc2:427-428

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。