Humanitext Reader

柏拉图 · 克拉底鲁篇 §425-426

字母分析的尝试与表运动的字母柔

第 24 段,共 34 段 · 希腊语

内容简介

苏格拉底和赫尔墨革涅斯承认通过字母和音节分析名字以探求本质的困难,但同意在能力范围内进行尝试。随后,苏格拉底开始具体阐述字母的语音特性,首先将字母“rho”解释为表达运动的工具。

§425ΣΩ. μᾶλλον δὲ οὐχ ἡμεῖς, ἀλλὰ λέγων ἐξηνέχθην.
苏格拉底:或者说不是我们,而是我自己在说话时说走嘴了。
συνέθεσαν μὲν γὰρ οὕτως ᾗπερ σύγκειται οἱ παλαιοί· ἡμᾶς δὲ δεῖ, εἴπερ τεχνικῶς ἐπιστησόμεθα σκοπεῖσθαι αὐτὰ πάντα, οὕτω διελομένους, εἴτε κατὰ τρόπον τά τε πρῶτα ὀνόματα κεῖται καὶ τὰ ὕστερα εἴτε μή, οὕτω θεᾶσθαι· ἄλλως δὲ συνείρειν μὴ φαῦλον ᾖ καὶ οὐ καθʼ ὁδόν, ὦ φίλε Ἑρμόγενες.
因为古人正是以它们目前组合起来的方式来合成它们的;但我们如果想要以科学的方式懂得如何考察这一切,就必须在这样划分之后,去观察无论是原初的名字还是后来的名字,其设定是否合适;否则,如果用别的方法连接起来,亲爱的赫尔墨革涅斯,那可能是低劣且不合正道的。
ΕΡΜ. ἴσως νὴ Δίʼ, ὦ Σώκρατες.
赫尔墨革涅斯:凭宙斯发誓,也许是的,苏格拉底。
ΣΩ. τί οὖν;
苏格拉底:那么怎么办?
σὺ πιστεύεις σαυτῷ οἷός τʼ ἂν εἶναι ταῦτα οὕτω διελέσθαι;
你相信自己能够这样划分这些吗?
ἐγὼ μὲν γὰρ οὔ.
因为我并不相信自己能做到。
ΕΡΜ. πολλοῦ ἄρα δέω ἔγωγε.
赫尔墨革涅斯:那我可差得太远了。
ΣΩ. ἐάσομεν οὖν, ἢ βούλει οὕτως ὅπως ἂν δυνώμεθα, καὶ ἂν σμικρόν τι αὐτῶν οἷοί τʼ ὦμεν κατιδεῖν, ἐπιχειρῶμεν, προειπόντες, ὥσπερ ὀλίγον πρότερον τοῖς θεοῖς, ὅτι οὐδὲν εἰδότες τῆς ἀληθείας τὰ τῶν ἀνθρώπων δόγματα περὶ αὐτῶν εἰκάζομεν, οὕτω δὲ καὶ νῦν αὖ εἰπόντες αὐτοῖς ἴωμεν, ὅτι εἰ μέν τι χρῆν αὐτὰ διελέσθαι εἴτε ἄλλον ὁντινοῦν εἴτε ἡμᾶς, οὕτως ἔδει αὐτὰ διαιρεῖσθαι, νῦν δὲ τὸ λεγόμενον κατὰ δύναμιν δεήσει ἡμᾶς περὶ αὐτῶν πραγματεύεσθαι;
苏格拉底:那么我们要放弃它,还是你希望在我们能力范围内,即使只能看清其中极小的一部分,也去尝试一下,并像刚才对神明声明过的那样,先声明我们对真理一无所知,只是在推测人类关于它们的意见;现在我们再次对自己声明并前行:如果不管是别人还是我们应当去划分这些事物,它们就应该这样被划分,但眼下,正如俗话所说,我们必须尽力去探讨它们?
δοκεῖ ταῦτα, ἢ πῶς λέγεις;
这样决定行吗,还是你怎么说?
ΕΡΜ. πάνυ μὲν οὖν σφόδρα ἔμοιγε δοκεῖ.
赫尔墨革涅斯:在我看来,非常可行。
ΣΩ. γελοῖα μὲν οἶμαι φανεῖσθαι, ὦ Ἑρμόγενες, γράμμασι καὶ συλλαβαῖς τὰ πράγματα μεμιμημένα κατάδηλα γιγνόμενα· ὅμως δὲ ἀνάγκη.
苏格拉底:赫尔墨革涅斯,我认为,通过字母和音节来模仿事物并使之显明,这看起来会很可笑;然而,这却是必要的。
οὐ γὰρ ἔχομεν τούτου βέλτιον εἰς ὅτι ἐπανενέγκωμεν περὶ ἀληθείας τῶν πρώτων ὀνομάτων, εἰ μὴ ἄρα βούλει, ὥσπερ οἱ τραγῳδοποιοὶ ἐπειδάν τι ἀπορῶσιν ἐπὶ τὰς μηχανὰς καταφεύγουσι θεοὺς αἴροντες, καὶ ἡμεῖς οὕτως εἰπόντες ἀπαλλαγῶμεν, ὅτι τὰ πρῶτα ὀνόματα οἱ θεοὶ ἔθεσαν καὶ διὰ ταῦτα ὀρθῶς ἔχει.
因为对于原初名字的真理性,我们没有比这更好的归宿可以诉诸了,除非你希望像悲剧作家们在陷入困境时求助于机关、把神明吊起来一样,我们也这样说来脱身:原初的名字是神明设立的,因此它们是正确的。
ἆρα καὶ ἡμῖν κράτιστος οὗτος τῶν λόγων;
这对我们来说也是最好的论点吗?
ἢ ἐκεῖνος, ὅτι παρὰ βαρβάρων τινῶν αὐτὰ παρειλήφαμεν, εἰσὶ δὲ ἡμῶν ἀρχαιότεροι βάρβαροι;
还是另一个论点:我们是从某些蛮族那里继承了它们,而蛮族比我们更古老?
§426ΣΩ. ἢ ὅτι ὑπὸ παλαιότητος ἀδύνατον αὐτὰ ἐπισκέψασθαι, ὥσπερ καὶ τὰ βαρβαρικά;
苏格拉底:或者,因为年代久远,就像蛮族的语言一样,要考察它们是不可能的?
αὗται γὰρ ἂν πᾶσαι ἐκδύσεις εἶεν καὶ μάλα κομψαὶ τῷ μὴ ἐθέλοντι λόγον διδόναι περὶ τῶν πρώτων ὀνομάτων ὡς ὀρθῶς κεῖται.
因为对于那些不想就原初名字是如何正确设定的给出合理解释的人来说,这些都是非常巧妙的借口。
καίτοι ὅτῳ τις τρόπῳ τῶν πρώτων ὀνομάτων τὴν ὀρθότητα μὴ οἶδεν, ἀδύνατόν που τῶν γε ὑστέρων εἰδέναι, ἃ ἐξ ἐκείνων ἀνάγκη δηλοῦσθαι ὧν τις πέρι μηδὲν οἶδεν·
然而,如果有人不知以何种方式不了解原初名字的正确性,那么他就不可能了解后来的名字,因为后来的名字必定是由那些他对其一无所知的东西来显明的。
ἀλλὰ δῆλον ὅτι τὸν φάσκοντα περὶ αὐτῶν τεχνικὸν εἶναι περὶ τῶν πρώτων ὀνομάτων μάλιστά τε καὶ καθαρώτατα δεῖ ἔχειν ἀποδεῖξαι, ἢ εὖ εἰδέναι ὅτι τά γε ὕστερα ἤδη φλυαρήσει.
相反,显而易见的是,那个自称在这些方面精通的人,必须能够最充分、最纯粹地对原初名字做出证明,否则他就应该清楚地知道,对于后来的名字,他已经是在胡说八道了。
ἢ σοὶ ἄλλως δοκεῖ;
还是你觉得有别的可能?
ΕΡΜ. οὐδʼ ὁπωστιοῦν, ὦ Σώκρατες, ἄλλως.
赫尔墨革涅斯:一点也没有别的可能,苏格拉底。
ΣΩ. ἃ μὲν τοίνυν ἐγὼ ᾔσθημαι περὶ τῶν πρώτων ὀνομάτων πάνυ μοι δοκεῖ ὑβριστικὰ εἶναι καὶ γελοῖα.
苏格拉底:那么,关于原初名字,我所领会到的东西在我看来非常狂妄和可笑。
τούτων οὖν σοι μεταδώσω, ἂν βούλῃ· σὺ δʼ ἄν τι ἔχῃς βέλτιόν ποθεν λαβεῖν, πειρᾶσθαι καὶ ἐμοὶ μεταδιδόναι.
如果你愿意,我就把这些分享给你;如果你能从别处得到更好的,也要试着分享给我。
ΕΡΜ. ποιήσω ταῦτα.
赫尔墨革涅斯:我会这样做的。
ἀλλὰ θαρρῶν λέγε.
不过请放心大胆地说吧。
ΣΩ. πρῶτον μὲν τοίνυν τὸ ῥῶ ἔμοιγε φαίνεται ὥσπερ ὄργανον εἶναι πάσης τῆς κινήσεως, ἣν οὐδʼ εἴπομεν διʼ ὅτι ἔχει τοῦτο τοὔνομα· ἀλλὰ γὰρ δῆλον ὅτι ἕσις βούλεται εἶναι· οὐ γὰρ ἦτα ἐχρώμεθα ἀλλὰ εἶ τὸ παλαιόν.
苏格拉底:首先,“rho”这个字母在我看来似乎是所有“运动”的工具——我们甚至没有说运动这个名字为什么是这样的;但其实很明显,它想要表达的是“释放”(hesis),因为古时候我们不用eta,而是用epsilon-iota。
ἡ δὲ ἀρχὴ ἀπὸ τοῦ κίειν —ξενικὸν δὲ τοὔνομα—τοῦτο δʼ ἐστὶν ἰέναι.
而它的源头来自于“走”(kiein)——这是一个外来词——意思是“行”(ienai)。
εἰ οὖν τις τὸ παλαιὸν αὐτῆς εὕροι ὄνομα εἰς τὴν ἡμετέραν φωνὴν συμβαῖνον, ἕσις ἂν ὀρθῶς καλοῖτο· νῦν δὲ ἀπό τε τοῦ ξενικοῦ τοῦ κίειν καὶ ἀπὸ τῆς τοῦ ἦτα μεταβολῆς καὶ τῆς τοῦ νῦ ἐνθέσεως κίνησις κέκληται, ἔδει δὲ κιείνησιν καλεῖσθαι.
所以,如果有人能找到它与我们语言相符的古老名字,它应该被正确地称为“释放”(hesis);但现在,由于外来的“走”(kiein)以及eta的改变和nu的插入,它被称为“运动”(kinesis),但它本应该被称为“kieinesis”。
ἡ δὲ στάσις ἀπόφασις τοῦ ἰέναι βούλεται εἶναι, διὰ δὲ τὸν καλλωπισμὸν στάσις ὠνόμασται.
而“静止”(stasis)想要表达的是“行”的否定(apophasis),但为了修饰起见,它被命名为“stasis”。
τὸ δὲ οὖν ῥῶ τὸ στοιχεῖον, ὥσπερ λέγω, καλὸν ἔδοξεν ὄργανον εἶναι τῆς κινήσεως τῷ τὰ ὀνόματα τιθεμένῳ πρὸς τὸ ἀφομοιοῦν τῇ φορᾷ, πολλαχοῦ γοῦν χρῆται αὐτῷ εἰς αὐτήν·
总之,“rho”这个字母,正如我所说,在命名者看来似乎是模仿流动的绝佳工具,因此他多处将其用于流动。
πρῶτον μὲν ἐν αὐτῷ τῷ ῥεῖν καὶ ῥοῇ διὰ τούτου τοῦ γράμματος τὴν φορὰν μιμεῖται, εἶτα ἐν τῷ τρόμῳ, εἶτα ἐν τῷ τρέχειν, ἔτι δὲ ἐν τοῖς τοιοῖσδε ῥήμασιν οἷον κρούειν, θραύειν, ἐρείκειν, θρύπτειν, κερματίζειν, ῥυμβεῖν, πάντα ταῦτα τὸ πολὺ ἀπεικάζει διὰ τοῦ ῥῶ.
首先,在“流”(rhein)和“流动”(rhoe)本身中,他就通过这个字母模仿了流动;接着在 “颤抖”(tromos)中,在“跑”(trechein)中,以及在诸如“敲击”(krouein)、“打碎”(thrauein)、“撕裂”(ereikein)、“粉碎”(thryptein)、“切细”(kermatizein)、“旋转”(rhymbein)等这类动词中,他在很大程度上都是通过“rho”来模拟的。
ἑώρα γὰρ οἶμαι τὴν γλῶτταν ἐν τούτῳ ἥκιστα μένουσαν, μάλιστα δὲ σειομένην· διὸ φαίνεταί μοι τούτῳ πρὸς ταῦτα κατακεχρῆσθαι.
因为我想他看到,在发这个音时舌头最不能静止,而是颤动得最厉害;因此在我看来,他为了表达这些事物而大量使用了这个音。
τῷ δὲ αὖ ἰῶτα πρὸς τὰ λεπτὰ πάντα, ἃ δὴ μάλιστα διὰ πάντων ἴοι ἄν.
而另一方面,对于“iota”,他则用于表达所有细微的事物,即最能穿透一切的事物。

词汇与语法注释

  1. 425bἡμᾶς δὲ δεῖ... οὕτω θεᾶσθαι — 分词 διελομένους 与无人称动词 δεῖ 的主格/宾格主语 ἡμᾶς 一致。间接疑问从句 εἴτε... εἴτε μή(是否合适)作为不定式 θεᾶσθαι 的宾语。
  2. 425cεἰπόντες αὐτοῖς ἴωμεν — 代词 αὐτοῖς(向他们)在语境中指代前文的 τοῖς θεοῖς(神明)。虚拟式 ἴωμεν(让我们前行)表示劝诱,用作主句动词。
  3. 426aὅτῳ τις τρόπῳ... ἀδύνατόν που... εἰδέναι — 关系代名词 ὅτῳ 与 τρόπῳ 一致,形成关系从句。紧跟在无人称形容词 ἀδύ量词不可用 之后的不定式 εἰδέναι 的主语,暗示为不定代词 τις 或泛指主语,由此构成了“对于不了解原初名字的人来说,要了解后来的名字是不可能的”这一逻辑。

引用这一段

柏拉图, 克拉底鲁篇 §425-426. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg005.humanitext-grc2:425-426

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。