Humanitext Reader

柏拉图 · 克拉底鲁篇 §424

字母的分类与如同调配颜料的言论建构

第 23 段,共 34 段 · 希腊语

内容简介

苏格拉底和赫尔墨革涅斯将能用字母和音节模仿事物本质的人定义为“命名者”。苏格拉底提出将字母(元素)分类为元音和辅音等类型,并将其比作画家调配颜料,讨论了如何通过组合它们来构建音节、名词、动词及最终的言论。

§424ΕΡΜ. πάνυ μὲν οὖν.
赫尔墨革涅斯:确实如此。
ΣΩ. καὶ τί ἂν φαίης τὸν τοῦτο δυνάμενον, ὥσπερ τοὺς προτέρους τὸν μὲν μουσικὸν ἔφησθα, τὸν δέ γραφικόν.
苏格拉底:那么,对于能够做到这一点的人,你会怎么称呼呢? 正如对前面提到的人,你称一方为音乐家,另一方为画家。
τοῦτον δὲ τίνα;
而这一个,你称他为什么?
ΕΡΜ. τοῦτο ἔμοιγε δοκεῖ, ὦ Σώκρατες, ὅπερ πάλαι ζητοῦμεν, οὗτος ἂν εἶναι ὁ ὀνομαστικός.
赫尔墨革涅斯:苏格拉底,在我看来,这正是我们长久以来所探求的:这人应该就是命名者。
ΣΩ. εἰ ἄρα τοῦτο ἀληθές, ἤδη ἔοικεν ἐπισκεπτέον περὶ ἐκείνων τῶν ὀνομάτων ὧν σὺ ἤρου, περὶ ῥοῆς τε καὶ τοῦ ἰέναι καὶ σχέσεως, εἰ τοῖς γράμμασι καὶ ταῖς συλλαβαῖς τοῦ ὄντος ἐπιλαμβάνεται αὐτῶν ὥστε ἀπομιμεῖσθαι τὴν οὐσίαν, εἴτε καὶ οὔ;
苏格拉底:如果这是真的,那么现在似乎应当考察你所询问的那些名字,即关于流、行和止,看看它们是否通过字母和音节把握了实在,从而模仿了其本质,还是没有?
ΕΡΜ. πάνυ μὲν οὖν.
赫尔墨革涅斯:确实如此。
ΣΩ. φέρε δὴ ἴδωμεν πότερον ἄρα ταῦτα μόνα ἐστὶ τῶν πρώτων ὀνομάτων ἢ καὶ ἄλλα πολλά.
苏格拉底:那么,让我们来看看,这些是否是仅有的原初名字,还是还有许多其他的。
ΕΡΜ. οἶμαι ἔγωγε καὶ ἄλλα.
赫尔墨革涅斯:我自己认为还有其他的。
ΣΩ. εἰκὸς γάρ.
苏格拉底:这自然很有可能。
ἀλλὰ τίς ἂν εἴη ὁ τρόπος τῆς διαιρέσεως ὅθεν ἄρχεται μιμεῖσθαι ὁ μιμούμενος;
但是,模仿者开始进行模仿的划分方法会是什么呢?
ἆρα οὐκ ἐπείπερ συλλαβαῖς τε καὶ γράμμασιν ἡ μίμησις τυγχάνει οὖσα τῆς οὐσίας, ὀρθότατόν ἐστι διελέσθαι τὰ στοιχεῖα πρῶτον, ὥσπερ οἱ ἐπιχειροῦντες τοῖς ῥυθμοῖς τῶν στοιχείων πρῶτον τὰς δυνάμεις διείλοντο, ἔπειτα τῶν συλλαβῶν, καὶ οὕτως ἤδη ἔρχονται ἐπὶ τοὺς ῥυθμοὺς σκεψόμενοι, πρότερον δʼ οὔ;
既然对本质的模仿恰好是通过音节和字母来实现的,那么首先对元素进行划分,难道不是最正确的吗? 就像那些研究节奏的人,首先划分元素的性质,然后划分音节的性质,如此这般,他们随后才开始考察节奏,而不是在这之前。
ΕΡΜ. ναί.
赫尔墨革涅斯:是的。
ΣΩ. ἆρʼ οὖν καὶ ἡμᾶς οὕτω δεῖ πρῶτον μὲν τὰ φωνήεντα διελέσθαι, ἔπειτα τῶν ἑτέρων κατὰ εἴδη τά τε ἄφωνα καὶ ἄφθογγα—οὑτωσὶ γάρ που λέγουσιν οἱ δεινοὶ περὶ τούτων— καὶ τὰ αὖ φωνήεντα μὲν οὔ, οὐ μέντοι γε ἄφθογγα;
苏格拉底:那么,我们难道不也必须以这种方式,首先划分元音,然后根据其种类划分其余字母中的无声音和无气音——因为关于这些,那些对此精通的人大概是这样说的——以及那些既非元音、亦非完全无气音的字母?
καὶ αὐτῶν τῶν φωνηέντων ὅσα διάφορα εἴδη ἔχει ἀλλήλων;
还有元音本身,它们彼此之间有多少种不同的种类?
καὶ ἐπειδὰν ταῦτα διελώμεθα εὖ πάντα αὖ οἷς δεῖ ὀνόματα ἐπιθεῖναι, εἰ ἔστιν εἰς ἃ ἀναφέρεται πάντα ὥσπερ τὰ στοιχεῖα, ἐξ ὧν ἔστιν ἰδεῖν αὐτά τε καὶ εἰ ἐν αὐτοῖς ἔνεστιν εἴδη κατὰ τὸν αὐτὸν τρόπον ὥσπερ ἐν τοῖς στοιχείοις·
而当当我们把这些全部很好地划分开来之后,我们必须轮流观察那些应该给它们冠以名字的事物,看看是否像元素一样,有一个它们全部归属其中的始基,由此我们可以看清它们本身,以及在它们之中是否也以同样的方式存在着像在元素中的那样的种类;在把这一切都很好地观察清楚之后,我们应该懂得如何根据相似性来对每一个进行应用,无论是在需要把一个应用到一个的时候,还是需要把多个混合应用的时候。
ταῦτα πάντα καλῶς διαθεασαμένους ἐπίστασθαι ἐπιφέρειν ἕκαστον κατὰ τὴν ὁμοιότητα, ἐάντε ἓν ἑνὶ δέῃ ἐπιφέρειν, ἐάντε συγκεραννύντα πολλὰ, ὥσπερ οἱ ζωγράφοι βουλόμενοι ἀφομοιοῦν ἐνίοτε μὲν ὄστρεον μόνον ἐπήνεγκαν, ἐνίοτε δὲ ὁτιοῦν ἄλλο τῶν φαρμάκων, ἔστι δὲ ὅτε πολλὰ συγκεράσαντες, οἷον ὅταν ἀνδρείκελον σκευάζωσιν ἢ ἄλλο τι τῶν τοιούτων—ὡς ἂν οἶμαι δοκῇ ἑκάστη ἡ εἰκὼν δεῖσθαι ἑκάστου φαρμάκου—οὕτω δὴ καὶ ἡμεῖς τὰ στοιχεῖα ἐπὶ τὰ πράγματα ἐποίσομεν, καὶ ἓν ἐπὶ ἕν, οὗ ἂν δοκῇ δεῖν, καὶ σύμπολλα, ποιοῦντες ὃ δὴ συλλαβὰς καλοῦσιν, καὶ συλλαβὰς αὖ συντιθέντες, ἐξ ὧν τά τε ὀνόματα καὶ τὰ ῥήματα συντίθενται· καὶ πάλιν ἐκ τῶν ὀνομάτων καὶ ῥημάτων μέγα ἤδη τι καὶ καλὸν καὶ ὅλον συστήσομεν, ὥσπερ ἐκεῖ τὸ ζῷον τῇ γραφικῇ, ἐνταῦθα τὸν λόγον τῇ ὀνομαστικῇ ἢ ῥητορικῇ ἢ ἥτις ἐστὶν ἡ τέχνη.
就像画家们想要制作相似物时,有时只应用紫色颜料,有时应用其他任何颜料,有时则把多种颜料混合在一起,例如当他们制作人的画像或诸如此类的东西时——我想,正如每一幅画作看起来都需要其特定的颜料一样——我们也同样要把元素应用到事物上,在看起来需要的地方,既应用一个到一个,也应用多个结合,制作出人们所说的音节,然后再把音节组合起来,由此合成名词和动词;接着,再由名词和动词,我们最后将构建出某种巨大、美丽且完整的东西,就像在绘画中是通过绘画术构建出动物画像一样,在这里则是通过命名术、辩论术或无论是什么的技术来构建出言论。

词汇与语法注释

  1. 424aκαὶ τί ἂν φαίης τὸν τοῦτο δυνάμενον, ὥσπερ τοὺς προτέρους τὸν μὲν μουσικὸν ἔφησθα, τὸν δέ γραφικόν. τοῦτον δὲ τίνα; — 后半部分的 ‘τοῦτον δὲ τίνα;’ 是 ‘τίνα 放于此 ἂν φαίης τοῦτον;’(你会称这个人为什么?)的省略形式。‘ὥσπερ τοὺς προτέρους...’ 基于前文(423d-e)关于音乐和绘画的讨论,构成了一个双宾格结构,意为“正如[你称]前者[一为音乐家,一为画家]”。
  2. 424cἆρʼ οὐκ ἐπείπερ συλλαβαῖς τε καὶ γράμμασιν ἡ μίμησις τυγχάνει οὖσα τῆς οὐσίας, ὀρθότατόν ἐστι διελέσθαι τὰ στοιχεῖα πρῶτον — 由表示“既然/因为”的接续词 ‘ἐπείπερ’ 引导的从句,修饰主句 ‘ἆρ' οὐκ... ὀρθότατόν ἐ适...’(难道不是最正确的吗……)。‘τυγχάνει οὖσα’ 是 ‘τυγχάνω’ 配合分词,表示“实际上是”,指明本质的模仿是通过字母和音节进行的前设事实。
  3. 424dκαὶ ἐπειδὰν ταῦτα διελώμεθα εὖ πάντα αὖ οἷς δεῖ ὀνόματα ἐπιθεῖναι... ταῦτα πάντα καλῶς διαθεασαμένους ἐπίστασθαι ἐπιφέρειν — 这是一个极其长且复杂的句子结构。其核心骨架是在条件从句 ‘ἐπειδὰν... διελώμεθα’(当我们划分了这些时)中,嵌入了一个关于被命名对象的人称/非人称疑问从句(‘εἰ ἔστιν εἰς ἃ ἀναφέρεται...’——是否有它们都归属其中的始基)。在“充分观察了”(宾格分词 ‘διαθεασαμένους’)这一切之后,导向主句的不定式 ‘ἐπίστασθαι’(应该懂得[如何应用])。主语是从前句继承而来的“我们”(ἡμᾶς),宾格分词与不定式的逻辑主语(宾格)相呼应。

引用这一段

柏拉图, 克拉底鲁篇 §424. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg005.humanitext-grc2:424

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。