§423ΕΡΜ. πῶς γὰρ ἂν ἄλλως, ὦ Σώκρατες;
赫尔墨革涅斯:苏格拉底,怎么会有别的方法呢?
ΣΩ. εἰ μέν γʼ οἶμαι τὸ ἄνω καὶ τὸ κοῦφον ἐβουλόμεθα δηλοῦν, ᾔρομεν ἂν πρὸς τὸν οὐρανὸν τὴν χεῖρα, μιμούμενοι αὐτὴν τὴν φύσιν τοῦ πράγματος· εἰ δὲ τὰ κάτω καὶ τὰ βαρέα, πρὸς τὴν γῆν.
苏格拉底:我想,如果我们想表明上方和轻的东西,我们就会向天空举起手,模仿这事物本身的自然属性;如果想表明下方和重的东西,就会指向地面。
καὶ εἰ ἵππον θέοντα ἤ τι ἄλλο τῶν ζῴων ἐβουλόμεθα δηλοῦν, οἶσθα ὅτι ὡς ὁμοιότατʼ ἂν τὰ ἡμέτερα αὐτῶν σώματα καὶ σχήματα ἐποιοῦμεν ἐκείνοις.
如果我们想表明一匹奔跑的马或任何其他动物,你懂得,我们会让自己的身体和姿势尽可能地与它们相似。
ΕΡΜ. ἀνάγκη μοι δοκεῖ ὡς λέγεις ἔχειν.
赫尔墨革涅斯:在我看来,事情必然如你所说的那样。
ΣΩ. οὕτω γὰρ ἂν οἶμαι δήλωμά του ἐγίγνετο, μιμησαμένου, ὡς ἔοικε, τοῦ σώματος ἐκεῖνο ὃ ἐβούλετο δηλῶσαι.
苏格拉底:因为我想,这样就会产生某种事物的表明,正如看起来那样,是由于身体模仿了它所想表明的东西。
ΕΡΜ. ναί.
赫尔墨革涅斯:是的。
ΣΩ. ἐπειδὴ δὲ φωνῇ τε καὶ γλώττῃ καὶ στόματι βουλόμεθα δηλοῦν, ἆρʼ οὐ τότε ἑκάστου δήλωμα ἡμῖν ἔσται τὸ ἀπὸ τούτων γιγνόμενον, ὅταν μίμημα γένηται διὰ τούτων περὶ ὁτιοῦν;
苏格拉底:但是,既然我们想用声音、舌头和嘴来表明,那么当通过这些对任何事物进行模仿时,由这些器官所产生的东西难道不就成了我们对每一事物的表明吗?
ΕΡΜ. ἀνάγκη μοι δοκεῖ.
赫尔墨革涅斯:在我看来这是必然的。
ΣΩ. ὄνομʼ ἄρʼ ἐστίν, ὡς ἔοικε, μίμημα φωνῇ ἐκείνου ὃ μιμεῖται, καὶ ὀνομάζει ὁ μιμούμενος τῇ φωνῇ ὃ ἂν μιμῆται
ΕΡΜ. δοκεῖ μοι.
苏格拉底:那么,名字似乎就是用声音对所模仿之物的模仿,而模仿者用声音来命名他所模仿的东西。 赫尔墨革涅斯:在我看来是这样。
ΣΩ. μὰ Δίʼ ἀλλʼ οὐκ ἐμοί πω δοκεῖ καλῶς λέγεσθαι, ὦ ἑταῖρε.
苏格拉底:天哪,但在我看来这还没有说得妥当,我的朋友。
ΕΡΜ. τί δή;
赫尔墨革涅斯:为什么呢?
ΣΩ. τοὺς τὰ πρόβατα μιμουμένους τούτους καὶ τοὺς ἀλεκτρυόνας καὶ τὰ ἄλλα ζῷα ἀναγκαζοίμεθʼ ἂν ὁμολογεῖν ὀνομάζειν ταῦτα ἅπερ μιμοῦνται.
苏格拉底:因为我们可能不得不承认,那些模仿绵羊、公鸡和其他动物的人,是在命名他们所模仿的这些东西。
ΕΡΜ. ἀληθῆ λέγεις.
赫尔墨革涅斯:你说得对。
ΣΩ. καλῶς οὖν ἔχειν δοκεῖ σοι;
苏格拉底:那么,你认为这样妥当吗?
ΕΡΜ. οὐκ ἔμοιγε.
赫尔墨革涅斯:在我看来并不妥当。
ἀλλὰ τίς ἄν, ὦ Σώκρατες, μίμησις εἴη τὸ ὄνομα;
但是,苏格拉底,名字会是怎样的一种模仿呢?
ΣΩ. πρῶτον μέν, ὡς ἐμοὶ δοκεῖ, οὐκ ἐὰν καθάπερ τῇ μουσικῇ μιμούμεθα τὰ πράγματα οὕτω μιμώμεθα, καίτοι φωνῇ γε καὶ τότε μιμούμεθα· ἔπειτα οὐκ ἐὰν ἅπερ ἡ μουσικὴ μιμεῖται καὶ ἡμεῖς μιμώμεθα, οὔ μοι δοκοῦμεν ὀνομάσειν.
苏格拉底:首先,在我看来,并不是如果我们像在音乐中那样去模仿事物,我们就因此在命名,尽管那时我们也确实是用声音模仿;其次,即使我们模仿音乐所模仿的那些东西,我也不认为我们是在命名。
λέγω δέ τοι τοῦτο· ἔστι τοῖς πράγμασι φωνὴ καὶ σχῆμα ἑκάστῳ, καὶ χρῶμά γε πολλοῖς;
我是指这个:对于事物来说,每一个是不是都有声音和形状,而且许多事物还有颜色?
ΕΡΜ. πάνυ γε.
赫尔墨革涅斯:确实如此。
ΣΩ. ἔοικε τοίνυν οὐκ ἐάν τις ταῦτα μιμῆται, οὐδὲ περὶ ταύτας τὰς μιμήσεις ἡ τέχνη ἡ ὀνομαστικὴ εἶναι.
苏格拉底:那么,如果有人模仿这些,命名术似乎也并不关涉这些模仿。
αὗται μὲν γάρ εἰσιν ἡ μὲν μουσική, ἡ δὲ γραφική· ἦ γάρ;
因为这些模仿,一则是音乐,一则是绘画;不是吗?
ΕΡΜ. ναί.
赫尔墨革涅斯:是的。
ΣΩ. τί δὲ δὴ τόδε;
苏格拉底:那这个又如何呢?
οὐ καὶ οὐσία δοκεῖ σοι εἶναι ἑκάστῳ, ὥσπερ καὶ χρῶμα καὶ ἃ νυνδὴ ἐλέγομεν;
你难道不认为每一事物也都有其本质,就像有颜色和我们刚才所说的那些东西一样吗?
πρῶτον αὐτῷ τῷ χρώματι καὶ τῇ φωνῇ οὐκ ἔστιν οὐσία τις ἑκατέρῳ αὐτῶν καὶ τοῖς ἄλλοις πᾶσιν ὅσα ἠξίωται ταύτης τῆς προσρήσεως, τοῦ εἶναι;
首先,对于颜色本身和声音,它们每一个,以及所有被认为配得上“存在”这个称呼的其他事物,难道不都有某种本质吗?
ΕΡΜ. ἔμοιγε δοκεῖ.
赫尔墨革涅斯:在我看来确实如此。
ΣΩ. τί οὖν; εἴ τις αὐτὸ τοῦτο μιμεῖσθαι δύναιτο ἑκάστου, τὴν οὐσίαν, γράμμασί τε καὶ συλλαβαῖς, ἆρʼ οὐκ ἂν δηλοῖ ἕκαστον ὃ ἔστιν;
苏格拉底:那么,如果有人能用字母和音节来模仿每一事物的这件东西本身,即它的本质,他难道不就能表明每一事物是什么吗?
ἢ οὔ;
还是不能?