Humanitext Reader

柏拉图 · 克拉底鲁篇 §421-422

真理与存在等词源及原初名字的探求

第 21 段,共 34 段 · 希腊语

内容简介

苏格拉底在解释了“真理”和“存在”等词的词源后,指出了无法进一步还原的语言“元素”的存在,并开始探讨考察这些原初名字正确性的新方法。

§421ΕΡΜ. ἐρωτῶ δὴ τὰ μέγιστα καὶ τὰ κάλλιστα, τήν τε ἀλήθειαν καὶ τὸ ψεῦδος καὶ τὸ ὂν καὶ αὐτὸ τοῦτο περὶ ὧν νῦν ὁ λόγος ἡμῖν ἐστιν, ὄνομα, διʼ ὅτι τὸ ὄνομα ἔχει.
赫尔墨革涅斯:那么,我来问最重大、最美丽的事物,即“真理”、“虚假”、“存在”,以及正是我们现在正在谈论的这件东西本身,即“名字”,为什么它拥有这个名字。
ΣΩ. μαίεσθαι οὖν καλεῖς τι;
苏格拉底:那么,你称某种活动为“寻求”吗?
ΕΡΜ. ἔγωγε, τό γε ζητεῖν.
赫尔墨革涅斯:是的,至少是“寻找”的意思。
ΣΩ. ἔοικε τοίνυν ἐκ λόγου ὀνόματι συγκεκροτημένῳ, λέγοντος ὅτι τοῦτʼ ἔστιν ὄν, οὗ τυγχάνει ζήτημα ὄν, ὄνομα.
苏格拉底:那么,它似乎是由一个言明敲打锤炼而成的名字,该言明说,那恰好作为寻求对象的东西是“存在”,这就是“名字”。
μᾶλλον δὲ ἂν αὐτὸ γνοίης ἐν ᾧ λέγομεν τὸ ὀνομαστόν ·
如果你看看我们所说的“可命名的”,你也许会更好地理解它。
ἐνταῦθα γὰρ σαφῶς λέγει τοῦτο εἶναι ὂν οὗ μάσμα ἐστίν.
因为在那里,它清楚地说明了这是“寻找之物的存在”。
ἡ δʼ ἀλήθεια, καὶ τοῦτο τοῖς ἄλλοις ἔοικε· ἡ γὰρ θεία τοῦ ὄντος φορὰ ἔοικε προσειρῆσθαι τούτῳ τῷ ῥήματι, τῇ ἀληθείᾳ, ὡς θεία οὖσα ἄλη.
而“真理”似乎也与其他词相似;因为存在的神圣运行似乎是用这个词“真理”来称呼的,因为它是一种神圣的运行。
τὸ δὲ ψεῦδος τοὐναντίον τῇ φορᾷ· πάλιν γὰρ αὖ λοιδορούμενον ἥκει τὸ ἰσχόμενον καὶ τὸ ἀναγκαζόμενον ἡσυχάζειν, ἀπείκασται δὲ τοῖς καθεύδουσι· τὸ ψεῖ δὲ προσγενόμενον ἐπικρύπτει τὴν βούλησιν τοῦ ὀνόματος.
而“虚假”则与运行相反;因为那被拉阻、被强迫保持静止的东西,在这里再次受到了谴责,它被比拟为熟睡的人;而普赛音的加入则掩盖了名字的本意。
τὸ δὲ ὂν καὶ ἡ οὐσία ὁμολογεῖ τῷ ἀληθεῖ, τὸ ἰῶτα ἀπολαβόν· ἰὸν γὰρ σημαίνει, καὶ τὸ οὐκ ὂν αὖ, ὥς τινες καὶ ὀνομάζουσιν αὐτό, οὐκ ἰόν.
而“存在”和“实体”在收回伊奥塔后,与“真理”是一致的;因为它们意味着 “去”,同样,“非存在”,正如某些人所称呼的那样,意味着“不去”。
ΕΡΜ. ταῦτα μέν μοι δοκεῖς, ὦ Σώκρατες, ἀνδρείως πάνυ διακεκροτηκέναι·
赫尔墨革涅斯:苏格拉底,这些解释在我看来你已经敲打得非常英勇了。
εἰ δέ τίς σε ἔροιτο τοῦτο τὸ ἰὸν καὶ τὸ ῥέον καὶ τὸ δοῦν, τίνα ἔχει ὀρθότητα ταῦτα τὰ ὀνόματα— ΣΩ. τί ἂν αὐτῷ ἀποκριναίμεθα;
但如果有人问你,这个“去”、“流”和“缚”,这些名字具有什么样的正确性—— 苏格拉底:我们该怎么回答他呢?
λέγεις;
你是指这个吗?
ἦ γάρ;
是吧?
ΕΡΜ. πάνυ μὲν οὖν.
赫尔墨革涅斯:确实如此。
ΣΩ. ἓν μὲν τοίνυν ἄρτι που ἐπορισάμεθα ὥστε δοκεῖν τὶ λέγειν ἀποκρινόμενοι.
苏格拉底:那么,我们刚才恰好获得了一种方法,可以让我们在回答时显得是在言之有物。
ΕΡΜ. τὸ ποῖον τοῦτο;
赫尔墨革涅斯:那是哪种方法呢?
ΣΩ. φάναι, ὃ ἂν μὴ γιγνώσκωμεν, βαρβαρικόν τι τοῦτʼ εἶναι.
苏格拉底:去声称,凡是我们不知道的,都是某种外邦语言。
εἴη μὲν οὖν ἴσως ἄν τι τῇ ἀληθείᾳ καὶ τοιοῦτον αὐτῶν, εἴη δὲ κἂν ὑπὸ παλαιότητος τὰ πρῶτα τῶν ὀνομάτων ἀνεύρετα εἶναι·
实际上,它们之中也许真的有些是这样的,又或许由于年代久远,最初的名字已经无法找到了。
διὰ γὰρ τὸ πανταχῇ στρέφεσθαι τὰ ὀνόματα, οὐδὲν θαυμαστὸν εἰ ἡ παλαιὰ φωνὴ πρὸς τὴν νυνὶ βαρβαρικῆς μηδὲν διαφέρει.
因为名字在各个方向上被扭曲,所以古代的语言与现在的语言相比,听起来与外邦语毫无差别,这也完全没有什么可奇怪的。
ΕΡΜ. καὶ οὐδέν γε ἀπὸ τρόπου λέγεις.
赫尔墨革涅斯:你说的确实并非没有道理。
ΣΩ. λέγω γὰρ οὖν εἰκότα.
苏格拉底:因为我说的是合情合理的。
οὐ μέντοι μοι δοκεῖ προφάσεις ἀγὼν δέχεσθαι, ἀλλὰ προθυμητέον ταῦτα διασκέψασθαι.
不过,我认为在论争中是不容许找借口的,我们必须努力考察这些。
ἐνθυμηθῶμεν δέ, εἴ τις ἀεί, διʼ ὧν ἂν λέγηται τὸ ὄνομα, ἐκεῖνα ἀνερήσεται τὰ ῥήματα, καὶ αὖθις αὖ διʼ ὧν ἂν τὰ ῥήματα λεχθῇ, ἐκεῖνα πεύσεται, καὶ τοῦτο μὴ παύσεται ποιῶν, ἆρʼ οὐκ ἀνάγκη τελευτῶντα ἀπειπεῖν τὸν ἀποκρινόμενον;
让我们想想:如果有人总是针对用来解释名字的那些词进行追问,然后又针对用来解释那些词的词进行探询,并且不停止这样做,回答者最后难道不是必须疲惫放弃吗?
§422ΕΡΜ. ἔμοιγε δοκεῖ.
赫尔墨革涅斯:在我看来确实如此。
ΣΩ. πότε οὖν ἀπειπὼν ὁ ἀπαγορεύων δικαίως παύοιτο ἄν;
苏格拉底:那么,放弃的人在什么时候才可以正当地停止呢?
ἆρʼ οὐκ ἐπειδὰν ἐπʼ ἐκείνοις γένηται τοῖς ὀνόμασιν, ἃ ὡσπερεὶ στοιχεῖα τῶν ἄλλων ἐστὶ καὶ λόγων καὶ ὀνομάτων;
难道不是在到达那些作为其他言词和名字的元素的名字时吗?
ταῦτα γάρ που οὐκέτι δίκαιον φανῆναι ἐξ ἄλλων ὀνομάτων συγκείμενα, ἃν οὕτως ἔχῃ.
因为如果情况确实如此,这些名字显然就不应该再显得是由其他名字所组成的了。
οἷον νυνδὴ τὸ ἀγαθὸν ἔφαμεν ἐκ τοῦ ἀγαστοῦ καὶ ἐκ τοῦ θοοῦ συγκεῖσθαι, τὸ δὲ θοὸν ἴσως φαῖμεν ἂν ἐξ ἑτέρων, ἐκεῖνα δὲ ἐξ ἄλλων· ἀλλʼ ἐάν ποτέ γε λάβωμεν ὃ οὐκέτι ἔκ τινων ἑτέρων σύγκειται ὀνομάτων, δικαίως ἂν φαῖμεν ἐπὶ στοιχείῳ τε ἤδη εἶναι καὶ οὐκέτι τοῦτο ἡμᾶς δεῖν εἰς ἄλλα ὀνόματα ἀναφέρειν.
例如,刚才我们说“善”是由“可赞美的”和“敏捷的”组成的,而“敏捷的”也许我们可以说是从其他词来的,而那些又从另外的词来;但如果我们一旦掌握了那不再由任何其他名字组成的名字,我们就可以正当地说我们已经达到了元素,我们不需要再把这归之于其他名字了。
ΕΡΜ. ἔμοιγε δοκεῖς ὀρθῶς λέγειν.
赫尔墨革涅斯:在我看来你说的很对。
ΣΩ. ἆρʼ οὖν καὶ νῦν ἅ γʼ ἐρωτᾷς τὰ ὀνόματα στοιχεῖα ὄντα τυγχάνει, καὶ δεῖ αὐτῶν ἄλλῳ τινὶ τρόπῳ ἤδη τὴν ὀρθότητα ἐπισκέψασθαι ἥτις ἐστίν;
苏格拉底:那么,你现在所问的那些名字,它们刚好就是元素,我们现在必须用另外的方法来考察它们的正确性究竟是什么了吗?
ΕΡΜ. εἰκός γε.
赫尔墨革涅斯:很有可能。
ΣΩ. εἰκὸς δῆτα, ὦ Ἑρμόγενες·
苏格拉底:确实很有可能,赫尔墨革涅斯。
πάντα γοῦν φαίνεται τὰ ἔμπροσθεν εἰς ταῦτα ἀνεληλυθέναι.
至少之前的一切似乎都追溯到了这些。
εἰ δὲ τοῦτο οὕτως ἔχει, ὥς μοι δοκεῖ ἔχειν, δεῦρο αὖ συνεπίσκεψαι μετʼ ἐμοῦ μή τι παραληρήσω λέγων οἵαν δεῖ τὴν τῶν πρώτων ὀνομάτων ὀρθότητα εἶναι.
如果情况确实如我所想的那样,来吧,请与我一起在这里考察,免得我说出什么胡话,解释第一批名字的正确性应该是什么样的。
ΕΡΜ. λέγε μόνον, ὡς ὅσον γε δυνάμεως παρʼ ἐμοί ἐστιν συνεπισκέψομαι.
赫尔墨革涅斯:请讲吧,只要我能力所及,我一定会与你一起考察。
ΣΩ. ὅτι μὲν τοίνυν μία γέ τις ἡ ὀρθότης παντὸς ὀνόματος καὶ πρώτου καὶ ὑστάτου, καὶ οὐδὲν διαφέρει τῷ ὄνομα εἶναι οὐδὲν αὐτῶν, οἶμαι καὶ σοὶ συνδοκεῖ.
苏格拉底:我想你也同意,任何名字(无论是第一批名字还是最后一批名字)的正确性都是同一种,而且它们作为名字并无任何不同。
ΕΡΜ. πάνυ γε.
赫尔墨革涅斯:完全同意。
ΣΩ. ἀλλὰ μὴν ὧν γε νυνδὴ διεληλύθαμεν τῶν ὀνομάτων ἡ ὀρθότης τοιαύτη τις ἐβούλετο εἶναι, οἵα δηλοῦν οἷον ἕκαστόν ἐστι τῶν ὄντων.
苏格拉底:然而,我们刚才讨论的那些名字的正确性,原本就是这样一种:能够表明存在的每一件事物是什么样的。
ΕΡΜ. πῶς γὰρ οὔ;
赫尔墨革涅斯:怎么会不是呢?
ΣΩ. τοῦτο μὲν ἄρα οὐδὲν ἧττον καὶ τὰ πρῶτα δεῖ ἔχειν καὶ τὰ ὕστερα, εἴπερ ὀνόματα ἔσται.
苏格拉底:那么,无论是第一批名字还是最后一批名字,只要它们是名字,就必须同样具有这一点。
ΕΡΜ. πάνυ γε.
赫尔墨革涅斯:完全如此。
ΣΩ. ἀλλὰ τὰ μὲν ὕστερα, ὡς ἔοικε, διὰ τῶν προτέρων οἷά τε ἦν τοῦτο ἀπεργάζεσθαι.
苏格拉底:但最后一批名字,似乎是通过第一批名字才能够做到这一点的。
ΕΡΜ. φαίνεται.
赫尔墨革涅斯:看起来是这样。
ΣΩ. εἶεν· τὰ δὲ δὴ πρῶτα, οἷς οὔπω ἕτερα ὑπόκειται, τίνι τρόπῳ κατὰ τὸ δυνατὸν ὅτι μάλιστα φανερὰ ἡμῖν ποιήσει τὰ ὄντα, εἴπερ μέλλει ὀνόματα εἶναι;
苏格拉底:好,那么第一批名字,在它们之下还没有其他名字作为基础,如果它们要是名字的话,将以什么样的方法,尽可能地为我们彰显存在的事物呢?
ἀπόκριναι δέ μοι τόδε· εἰ φωνὴν μὴ εἴχομεν μηδὲ γλῶτταν, ἐβουλόμεθα δὲ δηλοῦν ἀλλήλοις τὰ πράγματα, ἆρʼ οὐκ ἄν, ὥσπερ νῦν οἱ ἐνεοί, ἐπεχειροῦμεν ἂν σημαίνειν ταῖς χερσὶ καὶ κεφαλῇ καὶ τῷ ἄλλῳ σώματι;
请回答我这个问题:如果我们没有声音和舌头,而我们又想向彼此表明事物,难道我们不会像现在的哑巴那样,尝试用手、头和身体的其他部分来示意吗?

词汇与语法注释

  1. 421aλέγοντος — 修饰名词 λόγου 的现在主动分词。它在性、数、格上与名词短语 ἐκ λόγου 中的属格名词一致,而不是与主句中的 ὀνόματι(与格)一致。
  2. 421aοὗ τυγχάνει ζήτημα ὄν — 动词 τυγχάνει 带有补充分词 ὄν,表示“现正是……”。关系代词 οὗ 是修饰名词 ζήτημα 的宾格性属格,指向一个省略的先行词(如 τοῦτο)。
  3. 422aἃν οὕτως ἔχῃ — 写本中的 ἃν 是关系代词 ἃ 与条件连接词 ἄν (ἐάν) 的融合,或者代表 ἃ ἂν。它与虚拟语气 ἔχῃ 连用构成条件关系从句,意为“如果它们确实处于这种状态”。

引用这一段

柏拉图, 克拉底鲁篇 §421-422. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg005.humanitext-grc2:421-422

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。