Humanitext Reader

柏拉图 · 克拉底鲁篇 §417-418

有益与有用之名源及音变对词义的遮蔽

第 19 段,共 34 段 · 希腊语

内容简介

针对赫尔墨革涅斯的提问,苏格拉底解释了“有益”、“有用”等词的词源,随后通过“应当(束缚)”和“昼”等具体例子,说明了现代发音变化如何掩盖词汇本意甚至使其表达相反的意思。

§417ΕΡΜ. ταῦτα τὰ περὶ τὸ ἀγαθόν τε καὶ καλόν, συμφέροντά τε καὶ λυσιτελοῦντα καὶ ὠφέλιμα καὶ κερδαλέα καὶ τἀναντία τούτων.
赫尔墨革涅斯:这些关于善与美的事物:有益的、有用的、有助的、有利的,以及与它们相反的事物。
ΣΩ. οὐκοῦν τὸ μὲν συμφέρον ἤδη που κἂν σὺ εὕροις ἐκ τῶν πρότερον ἐπισκοπῶν· τῆς γὰρ ἐπιστήμης ἀδελφόν τι φαίνεται.
苏格拉底:那么,从先前的考察中,你也许已经能自己发现“有益的”了;因为它似乎是“知识”的某种兄弟。
οὐδὲν γὰρ ἄλλο δηλοῖ ἢ τὴν ἅμα φορὰν τῆς ψυχῆς μετὰ τῶν πραγμάτων, καὶ τὰ ὑπὸ τοῦ τοιούτου πραττόμενα συμφέροντά τε καὶ σύμφορα κεκλῆσθαι ἀπὸ τοῦ συμπεριφέρεσθαι ἔοικε, τὸ δέ γε κερδαλέον ἀπὸ τοῦ κέρδους.
因为它没有表明别的东西,只是表明了灵魂与事物的“共同运动”,而由这种状态所行出的事态,似乎是因为“共同运动”而被称作“有益的”和“相符的”;另一方面,“有利的”则是源于 “利益”。
κέρδος δὲ νῦ ἀντὶ τοῦ δέλτα ἀποδιδόντι ἐς τὸ ὄνομα δηλοῖ ὃ βούλεται· τὸ γὰρ ἀγαθὸν κατʼ ἄλλον τρόπον ὀνομάζει.
而“利益”这个名字,如果把纽恢复到德尔塔的位置,就能表明它的意思;因为它是以另一种方式命名“善”。
ὅτι γὰρ κεράννυται ἐς πάντα διεξιόν, ταύτην αὐτοῦ τὴν δύναμιν ἐπονομάζων ἔθετο τοὔνομα· δέλτα δʼ ἐνθεὶς ἀντὶ τοῦ νῦ κέρδος ἐφθέγξατο.
因为既然它穿过一切并“混合”,命名者就通过命名它的这种力量而制定了这个名字;但他插入了德尔塔来代替纽,读作了“克尔多斯”。
ΕΡΜ. Λυσιτελοῦν δὲ τί δή;
赫尔墨革涅斯:那么“有用的”究竟是什么呢?
ΣΩ. ἔοικεν, ὦ Ἑρμόγενες, οὐχὶ καθάπερ οἱ κάπηλοι αὐτῷ χρῶνται, ἐὰν τὸ ἀνάλωμα ἀπολύῃ, οὐ ταύτῃ λέγειν μοι δοκεῖ τὸ λυσιτελοῦν, ἀλλʼ ὅτι τάχιστον ὂν τοῦ ὄντος ἵστασθαι οὐκ ἐᾷ τὰ πράγματα, οὐδὲ τέλος λαβοῦσαν τὴν φορὰν τοῦ φέρεσθαι στῆναί τε καὶ παύσασθαι, ἀλλʼ ἀεὶ λύει αὐτῆς ἄν τι ἐπιχειρῇ τέλος ἐγγίγνεσθαι, καὶ παρέχει ἄπαυστον καὶ ἀθάνατον αὐτήν, ταύτῃ μοι δοκεῖ ἐπιφημίσαι τὸ ἀγαθὸν λυσιτελοῦν· τὸ γὰρ τῆς φορᾶς λύον τὸ τέλος λυσιτελοῦν καλέσαι.
苏格拉底:赫尔墨革涅斯,这似乎不像零售商们使用它的方式那样,如果它能“抵消”支出——在我看来,这并不是“有用的”所要表达的意思。 相反,因为它是存在之物中最迅速的,所以它不容许事物流动停滞,也不容许流动在达到终点时站住并停止运动,而是,只要有什么终点企图在其中产生,它就总是将其“解开”,并使其保持无休止且不死的状态。 因此,在我看来,它把善命名为“有用的”;因为那“解开”运动之“终点”的东西,他称之为“有用的”。
ὠφέλιμον δὲ ξενικὸν τοὔνομα, ᾧ καὶ Ὅμηρος πολλαχοῦ κέχρηται, τῷ ὀφέλλειν · ἔστι δὲ τοῦτο τοῦ αὔξειν καὶ ποιεῖν ἐπωνυμία.
而“有助的”是一个外来词,荷马也在许多地方使用过这个词,即“增加”;而这是增加和制造的名称。
ΕΡΜ. τὰ δὲ δὴ τούτων ἐναντία πῶς ἔχει ἡμῖν;
赫尔墨革涅斯:那么,对我们来说,这些事物的相反面又如何呢?
ΣΩ. ὅσα μὲν ἀπόφησιν αὐτῶν, ὥς γέ μοι δοκεῖ, οὐδὲν δεῖ ταῦτα διεξιέναι.
苏格拉底:至于那些否定它们的名词,在我看来,根本不需要去一一阐述。
ΕΡΜ. ποῖα ταῦτα;
赫尔墨革涅斯:那是哪些呢?
ΣΩ. ἀσύμφορον καὶ ἀνωφελὲς καὶ ἀλυσιτελὲς καὶ ἀκερδές.
苏格拉底:无益的、无助的、无用的和无利的。
ΕΡΜ. ἀληθῆ λέγεις.
赫尔墨革涅斯:你说得对。
ΣΩ. ἀλλὰ βλαβερόν γε καὶ ζημιῶδες.
苏格拉底:但是“有害的”和“带来损失的”却需要。
ΕΡΜ. ναί.
赫尔墨革涅斯:是的。
ΣΩ. καὶ τὸ μέν γε βλαβερὸν τὸ βλάπτον τὸν ῥοῦν εἶναι λέγει· τὸ δὲ βλάπτον αὖ σημαίνει βουλόμενον ἅπτειν· τὸ δὲ ἅπτειν καὶ δεῖν ταὐτόν ἐστι, τοῦτο δὲ πανταχοῦ ψέγει.
苏格拉底:而且,“有害的”其实是指 “损害”流动的状态;而“损害”反过来又意味着“想要联结”;而“联结”和“锁闭”是同一回事,而这在各处都是受到指责的。
τὸ βουλόμενον οὖν ἅπτειν ῥοῦν ὀρθότατα μὲν ἂν εἴη βουλαπτεροῦν, καλλωπισθὲν δὲ καλεῖσθαί μοι φαίνεται βλαβερόν.
因此,“想要联结流动的状态”最正确地应当被称为“布拉普特伦”,但经过美化后,在我看来它被称为“有害的”。
ΕΡΜ. ποικίλα γέ σοι, ὦ Σώκρατες, ἐκβαίνει τὰ ὀνόματα.
赫尔墨革涅斯:苏格拉底,从你那里得出的名字可真多样。
καὶ γὰρ νῦν μοι ἔδοξας ὥσπερ τοῦ τῆς Ἀθηνάας νόμου προαύλιον στομαυλῆσαι, τοῦτο τὸ ὄνομα προειπὼν τὸ βουλαπτεροῦν.
因为刚才在我看来,你就像是吹奏了雅典娜神圣颂歌的前奏曲一样,念出了这个名字: “布拉普特伦”。
§418ΣΩ. οὐκ ἐγώ, ὦ Ἑρμόγενες, αἴτιος, ἀλλʼ οἱ θέμενοι τὸ ὄνομα.
苏格拉底:赫尔墨革涅斯,原因不在我,而在于那些制定这个名字的人。
ΕΡΜ. ἀληθῆ λέγεις·
赫尔墨革涅斯:你说得对。
ἀλλὰ δὴ τὸ ζημιῶδες τί ἂν εἴη;
但那么“带来损失的”又是什么呢?
ΣΩ. τί δʼ ἂν εἴη ποτὲ ζημιῶδες ;
苏格拉底:“带来损失的”究竟会是什么呢?
θέασαι, ὦ Ἑρμόγενες, ὡς ἐγὼ ἀληθῆ λέγω λέγων ὅτι προστιθέντες γράμματα καὶ ἐξαιροῦντες σφόδρα ἀλλοιοῦσι τὰς τῶν ὀνομάτων διανοίας, οὕτως ὥστε σμικρὰ πάνυ παραστρέφοντες ἐνίοτε τἀναντία ποιεῖν σημαίνειν.
看啊,赫尔墨革涅斯,我说通过添加和减少字母,人们极大地改变了名字的含义,以至于只要极轻微地扭曲它们,有时就会使它们表示相反的意思,这说得多么正确。
οἷον καὶ ἐν τῷ δέοντι ·
例如在“应当之物”中也是如此。
ἐνενόησα γὰρ αὐτὸ καὶ ἀνεμνήσθην ἄρτι ἀπὸ τοῦδε ὃ ἔμελλόν σοι ἐρεῖν ὅτι ἡ μὲν νέα φωνὴ ἡμῖν ἡ καλὴ αὑτηὶ καὶ τοὐναντίον περιέτρεψε μηνύειν τὸ δέον καὶ τὸ ζημιῶδες, ἀφανίζουσα ὅτι νοεῖ, ἡ δὲ παλαιὰ ἀμφότερον δηλοῖ ὃ βούλεται τοὔνομα.
因为我刚才从我准备向你说的内容中想到了它并回忆起来,我们现在这种优美的新发音,甚至把揭示“应当之物”和“带来损失之物”的意思颠倒过来了,掩盖了它们本来的意图,而古老的发音则阐明了这两个名字想要表达的真正意思。
ΕΡΜ. πῶς λέγεις;
赫尔墨革涅斯:你是怎么说的?
ΣΩ. ἐγώ σοι ἐρῶ.
苏格拉底:我告诉你。
οἶσθα ὅτι οἱ παλαιοὶ οἱ ἡμέτεροι τῷ ἰῶτα καὶ τῷ δέλτα εὖ μάλα ἐχρῶντο, καὶ οὐχ ἥκιστα αἱ γυναῖκες, αἵπερ μάλιστα τὴν ἀρχαίαν φωνὴν σῴζουσι.
你晓得我们的祖辈非常多地使用伊奥塔和德尔塔,尤其是妇女,她们最能保存古老的话语。
νῦν δὲ ἀντὶ μὲν τοῦ ἰῶτα ἢ εἶ ἢ ἦτα μεταστρέφουσιν, ἀντὶ δὲ τοῦ δέλτα ζῆτα, ὡς δὴ μεγαλοπρεπέστερα ὄντα.
但现在,人们不使用伊奥塔,而是将其改为埃或艾塔,而不使用德尔塔,改为泽塔,以为这些发音更显庄严。
ΕΡΜ. πῶς δή;
赫尔墨革涅斯:具体是怎样的?
ΣΩ. οἷον οἱ μὲν ἀρχαιότατοι ἱμέραν τὴν ἡμέραν ἐκάλουν, οἱ δὲ ἑμέραν, οἱ δὲ νῦν ἡμέραν.
苏格拉底:例如,最古老的人们把“昼”称作“希美拉”,另一些人称作“赫美拉”,而现在的人们称作“黑美拉”。
ΕΡΜ. ἔστι ταῦτα.
赫尔墨革涅斯:确实如此。
ΣΩ. οἶσθα οὖν ὅτι μόνον τούτων δηλοῖ τὸ ἀρχαῖον ὄνομα τὴν διάνοιαν τοῦ θεμένου;
苏格拉底:那么你是否知道,在这些名称中,只有最古老的名字表明了制定者的意图?
ὅτι γὰρ ἁσμένοις τοῖς ἀνθρώποις καὶ ἱμείρουσιν ἐκ τοῦ σκότους τὸ φῶς ἐγίγνετο, ταύτῃ ὠνόμασαν ἱμέραν.
因为对于人们来说,光从黑暗中产生是 “令人高兴的”和“渴望的”,正是由于这个原因,他们将其命名为“希美拉”。
ΕΡΜ. φαίνεται.
赫尔墨革涅斯:确实如此。
ΣΩ. νῦν δέ γε τετραγῳδημένον οὐδʼ ἂν κατανοήσαις ὅτι βούλεται ἡ ἡμέρα.
苏格拉底:但是现在,由于被戏剧化地装点起来,你甚至无法理解“黑美拉”究竟想表达什么。
καίτοι τινὲς οἴονται, ὡς δὴ ἡ ἡμέρα ἥμερα ποιεῖ, διὰ ταῦτα ὠνομάσθαι αὐτὴν οὕτως.
然而有人认为,因为白天使事物变得“温顺”,正因如此它才被这样命名。
ΕΡΜ. δοκεῖ μοι.
赫尔墨革涅斯:我也是这么认为的。
ΣΩ. καὶ τό γε ζυγὸν οἶσθα ὅτι δυογὸν οἱ παλαιοὶ ἐκάλουν.
苏格拉底:而且你晓得古人把“轭”称作“德沃贡”吧?
ΕΡΜ. πάνυ γε.
赫尔墨革涅斯:当然知道。
ΣΩ. καὶ τὸ μέν γε ζυγὸν οὐδὲν δηλοῖ, τὸ δὲ τοῖν δυοῖν ἕνεκα τῆς δέσεως ἐς τὴν ἀγωγὴν ἐπωνόμασται δυογὸν δικαίως· νῦν δὲ ζυγόν.
苏格拉底:而“轭”其实什么也没表明,但“德沃贡”则是因为联结两个事物以便牵引,而合理地被命名的;但现在却成了“轭”。
καὶ ἄλλα πάμπολλα οὕτως ἔχει.
其他还有许多事物也是这样的情况。
ΕΡΜ. φαίνεται.
赫尔墨革涅斯:确实如此。
ΣΩ. κατὰ ταὐτὰ τοίνυν πρῶτον μὲν τὸ δέον οὕτω λεγόμενον τοὐναντίον σημαίνει πᾶσι τοῖς περὶ τὸ ἀγαθὸν ὀνόμασιν· ἀγαθοῦ γὰρ ἰδέα οὖσα τὸ δέον φαίνεται δεσμὸς εἶναι καὶ κώλυμα φορᾶς, ὥσπερ ἀδελφὸν ὂν τοῦ βλαβεροῦ.
苏格拉底:那么,依此类推,首先,“应当之物”若是按这样来说,就与所有关于“善”的名词表示相反的意思;因为尽管“应当之物”本是善的显现,但它现在却似乎成了阻碍流动的“束缚”和“阻隔”,就好像是“有害的”兄弟一样。
ΕΡΜ. καὶ μάλα, ὦ Σώκρατες, οὕτω φαίνεται.
赫尔墨革涅斯:苏格拉底,确实极像如此。

词汇与语法注释

  1. 417bἀποδιδόντι — 与格分词 `ἀποδιδόντι` 相当于一个条件从句(“如果恢复……”),表示针对不特定行为者的行为与格。这里的 `ἀποδίδωμι` 意为“恢复、放回”,描述了在名词 `κέρδος` 中将 *nu* 恢复到 *delta* 位置的词源分析步骤。
  2. 417cἔοικεν ... μοι δοκεῖ — 句子以 `ἔοικ演`(“似乎”)开始,但在夹杂了插入句之后,又叠用了同义的 `μοι δοκεῖ`(“在我看来”),导致主句结构出现重叠。这是反映口语化和非正式谈话风格的冗余表达(pleonasm)。
  3. 418cὡς δὴ μεγαλοπρεπέστερα ὄντα — `ὡς` 连同分词 `ὄντα` 的结构表示主观原因(“以此为由,自认为……”)。小词 `δή` 的加入,强调了现代说话者主观地(带有些许讽刺意地)认为改变后的发音“更具尊严、更庄严”的心理。

引用这一段

柏拉图, 克拉底鲁篇 §417-418. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg005.humanitext-grc2:417-418

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。