§415ΣΩ. καὶ ἐγώ σοι συμβούλομαι, ὦ Ἑρμόγενες.
苏格拉底:我也这样建议你,赫尔墨革涅斯。
ἀλλὰ μὴ λίαν, ὦ δαιμόνιε, ἀκριβολογοῦ,
"μή μʼ ἀπογυιώσῃς μένεος.
但是,我那高明的朋友,不要过于严密地考证,免得“你消磨了我的斗志”。
"
ἔρχομαι γὰρ ἐπὶ τὴν κορυφὴν ὧν εἴρηκα, ἐπειδὰν μετὰ τέχνην μηχανὴν ἐπισκεψώμεθα.
因为在讨论完“技术”之后,一旦我们考察了“机械”,我就要到达我所说的顶点。
μηχανὴ
γάρ μοι δοκεῖ τοῦ ἄνειν ἐπὶ πολὺ σημεῖον εἶναι· τὸ γὰρ
μῆκός
πως τὸ πολὺ σημαίνει· ἐξ ἀμφοῖν οὖν τούτοιν σύγκειται,
μήκους
τε καὶ τοῦ
ἄνειν,
τὸ ὄνομα ἡ
μηχανή.
因为在我看来,“机械”似乎是“远距离完成”的标志;因为“长度”在某种意义上意味着“多”;因此,“机械”这个名字就是由这两者,即“长度”和“完成”合成而来的。
ἀλλʼ, ὅπερ νυνδὴ εἶπον, ἐπὶ τὴν κορυφὴν δεῖ τῶν εἰρημένων ἐλθεῖν· ἀρετὴ
γὰρ καὶ
κακία
ὅτι βούλεται τὰ ὀνόματα ζητητέα.
但是,正如我刚才所说,必须达到所说之物端点;我们必须探讨“德行”和“恶德”这两个名字究竟意味着什么。
τὸ μὲν οὖν ἕτερον οὔπω καθορῶ, τὸ δʼ ἕτερον δοκεῖ μοι κατάδηλον εἶναι.
如今,其中一个我还看不清楚,但另一个在我看来似乎已经非常明显了。
συμφωνεῖ γὰρ τοῖς ἔμπροσθεν πᾶσιν.
因为它与前面所说的一切都相一致。
ἅτε γὰρ ἰόντων τῶν πραγμάτων, πᾶν τὸ κακῶς ἰὸν
κακία
ἂν εἴη· τοῦτο δὲ ὅταν ἐν ψυχῇ ᾖ, τὸ κακῶς ἰέναι ἐπὶ τὰ πράγματα, μάλιστα τὴν τοῦ ὅλου ἐπωνυμίαν ἔχει τῆς κακίας.
因为既然事物都在流动(进行),那么所有恶劣地流动的(进行的)就是“恶德”;而当这存在于灵魂中,在面对事物时恶劣地进行时,它最具有对“恶德”这整体的命名。
τὸ δὲ κακῶς ἰέναι ὅτι ποτʼ ἔστιν, δοκεῖ μοι δηλοῦν καὶ ἐν τῇ
δειλίᾳ,
ὃ οὔπω διήλθομεν ἀλλʼ ὑπερέβημεν, δέον αὐτὸ μετὰ τὴν ἀνδρείαν σκέψασθαι· δοκοῦμεν δέ μοι καὶ ἄλλα πολλὰ ὑπερβεβηκέναι.
而在“懦弱”中也向我们展示了什么是“恶劣地进行”,对于这一点,我们还没有讨论,而是跳了过去,虽然本该在“勇敢”之后进行考察的;不过,在我看来,我们似乎也跳过了许多其他事物。
ἡ δʼ οὖν δειλία τῆς ψυχῆς σημαίνει δεσμὸν εἶναι ἰσχυρόν· τὸ γὰρ
λίαν
ἰσχύς τίς ἐστιν.
无论如何,灵魂的懦弱意味着一种强有力的束缚;因为“过度”就是一种力量。
δεσμὸς οὖν ὁ λίαν καὶ ὁ μέγιστος τῆς ψυχῆς ἡ δειλία ἂν εἴη· ὥσπερ γε καὶ ἡ ἀπορία κακόν, καὶ πᾶν, ὡς ἔοικεν, ὅτι ἂν ἐμποδὼν ᾖ τῷ ἰέναι καὶ πορεύεσθαι.
因此,过度且最大的灵魂束缚就是“懦弱”;正如“困境”是一种恶,而且正如看起来那样,凡是阻碍进行和前进的一切事物都是恶。
τοῦτʼ οὖν φαίνεται τὸ κακῶς ἰέναι δηλοῦν, τὸ ἰσχομένως τε καὶ ἐμποδιζομένως πορεύεσθαι, ὃ δὴ ψυχὴ ὅταν ἔχῃ, κακίᾳ μεστὴ γίγνεται.
因此,这似乎表明了“恶劣地进行”,也就是在受到抑制和阻碍的情况下前进,而当灵魂具有这种状态时,它就充满了恶德。
εἰ δʼ ἐπὶ τοιούτοις ἡ
κακία
ἐστὶν τοὔνομα, τοὐναντίον τούτου ἡ
ἀρετὴ
ἂν εἴη, σημαῖνον πρῶτον μὲν εὐπορίαν, ἔπειτα δὲ λελυμένην τὴν ῥοὴν τῆς ἀγαθῆς ψυχῆς εἶναι ἀεί, ὥστε τὸ ἀσχέτως καὶ τὸ ἀκωλύτως ἀεὶ ῥέον ἐπωνυμίαν εἴληφεν, ὡς ἔοικε, τοῦτο τοὔνομα, ὃ ὀρθῶς μὲν ἔχει
ἀειρείτην
καλεῖν, συγκεκρότηται δὲ καὶ καλεῖται
ἀρετή.
但如果“恶德”是针对此类事物的名称,那么与此相反的就是“德行”,它首先意味着 “通畅”,其次意味着好灵魂的流动始终是解脱的。 因此,那无阻无碍、始终流动之物,似乎得到了这个名字,虽然称其为“常流者”才是正确的,但它被压缩并被称为“德行”。
καὶ ἴσως με αὖ φήσεις πλάττειν· ἐγὼ δέ φημι, εἴπερ ὃ ἔμπροσθεν εἶπον ὀρθῶς ἔχει, ἡ
κακία,
καὶ τοῦτο τὸ ὄνομα τὴν
ἀρετὴν
ὀρθῶς ἔχειν.
也许你又会说我在瞎编;但我说,如果我前面所说的关于“恶德”是正确的,那么“德行”这个名字也是正确的。
§416ΕΡΜ. τὸ δὲ δὴ
κακόν,
διʼ οὗ πολλὰ τῶν ἔμπροσθεν εἴρηκας, τί ἂν νοοῖ τοὔνομα;
赫尔墨革涅斯:但是,你用来解释前面许多事物的“恶”本身,这个名字又是什么意思呢?
ΣΩ. ἄτοπόν τι νὴ Δία ἔμοιγε δοκεῖ καὶ χαλεπὸν συμβαλεῖν.
苏格拉底:凭宙斯起誓,在我看来这是一件奇怪且难以理解的事情。
ἐπάγω οὖν καὶ τούτῳ ἐκείνην τὴν μηχανήν.
所以,我也对它采用那个手腕。
ΕΡΜ. ποίαν ταύτην;
赫尔墨革涅斯:那是什么样的手腕?
ΣΩ. τὴν τοῦ βαρβαρικόν τι καὶ τοῦτο φάναι εἶναι.
苏格拉底:就是说这也是某个外邦语词。
ΕΡΜ. καὶ ἔοικάς γε ὀρθῶς λέγοντι.
赫尔墨革涅斯:看来你说得很对。
ἀλλʼ εἰ δοκεῖ, ταῦτα μὲν ἐῶμεν, τὸ δὲ
καλὸν
καὶ
αἰσχρὸν
πειρώμεθα ἰδεῖν πῇ εὐλόγως ἔχει.
但如果可以的话,我们且把这些放下一旁,试着看看“美”和“丑”在何种意义上是合乎道理的。
ΣΩ. τὸ μὲν τοίνυν
αἰσχρὸν
καὶ δὴ κατάδηλόν μοι φαίνεται ὃ νοεῖ· καὶ τοῦτο γὰρ τοῖς ἔμπροσθεν ὁμολογεῖται.
苏格拉底:那么,“丑”所表达的意思,在我看来已经极其明显了;因为这也与前面的内容相吻合。
τὸ γὰρ ἐμποδίζον καὶ ἴσχον τῆς ῥοῆς τὰ ὄντα λοιδορεῖν μοι φαίνεται διὰ παντὸς ὁ τὰ ὀνόματα τιθείς, καὶ νῦν τῷ ἀεὶ ἴσχοντι τὸν ῥοῦν τοῦτο τὸ ὄνομα ἔθετο τὸ
ἀεισχοροῦν
· νῦν δὲ συγκροτήσαντες
αἰσχρὸν
καλοῦσιν.
因为在我看来,制定名字的人一贯在贬低那些阻碍和抑制事物流动的东西,而这次他也把“常抑流者”这个名字赋予了那始终抑制流动的状态;但现在人们经过压缩,将其称为“丑”。
ΕΡΜ. τί δὲ τὸ
καλόν
;
赫尔墨革涅斯:那“美”呢?
ΣΩ. τοῦτο χαλεπώτερον κατανοῆσαι.
苏格拉底:这更难理解。
καίτοι λέγει γε αὐτό· ἁρμονίᾳ μόνον καὶ μήκει τοῦ οὖ παρῆκται.
然而,它自己已经说出来了;它只是因为音调的谐和以及“乌”音的长度而偏离了本音。
ΕΡΜ. πῶς δή;
赫尔墨革涅斯:怎么说?
ΣΩ. τῆς διανοίας τις ἔοικεν ἐπωνυμία εἶναι τοῦτο τὸ ὄνομα.
苏格拉底:这个名字似乎是思维的某种名称。
ΕΡΜ. πῶς λέγεις;
赫尔墨革涅斯:这是什么意思?
ΣΩ. φέρε, τί οἴει σὺ εἶναι τὸ αἴτιον κληθῆναι ἑκάστῳ τῶν ὄντων;
苏格拉底:且慢,你认为存在的每个事物被赋予名称的原因是什么?
ἆρʼ οὐκ ἐκεῖνο τὸ τὰ ὀνόματα θέμενον;
难道不是那个制定名字的人吗?
ΕΡΜ. πάντως που.
赫尔墨革涅斯:当然是这样。
ΣΩ. οὐκοῦν διάνοια ἂν εἴη τοῦτο ἤτοι θεῶν ἢ ἀνθρώπων ἢ ἀμφότερα;
苏格拉底:那么,这不就是神明或人类的思维,或者两者皆是吗?
ΕΡΜ. ναί.
赫尔墨革涅斯:是的。
ΣΩ. οὐκοῦν τὸ καλέσαν τὰ πράγματα καὶ τὸ καλοῦν ταὐτόν ἐστιν τοῦτο, διάνοια;
苏格拉底:那么,称呼事物的那个东西和正在称呼的那个东西是同一个,即思维,难道不是吗?
ΕΡΜ. φαίνεται.
赫尔墨革涅斯:似乎是的。
ΣΩ. οὐκοῦν καὶ ὅσα μὲν ἂν νοῦς τε καὶ διάνοια ἐργάσηται, ταῦτά ἐστι τὰ ἐπαινετά, ἃ δὲ μή, ψεκτά;
苏格拉底:那么,凡是由理智和思维所作出的事物,都是值得赞美的,而那些不是的,则是值得谴责的,难道不是吗?
ΕΡΜ. πάνυ γε.
赫尔墨革涅斯:确实如此。
ΣΩ. τὸ οὖν ἰατρικὸν ἰατρικὰ ἐργάζεται καὶ τὸ τεκτονικὸν τεκτονικά; ἢ πῶς λέγεις;
苏格拉底:那么,医术的工作产生医术的事物,而木工的工作产生木工的事物? 或者你是怎么看的?
ΕΡΜ. οὕτως ἔγωγε.
赫尔墨革涅斯:我也是这么认为的。
ΣΩ. καὶ τὸ καλοῦν ἄρα καλά;
苏格拉底:那么,进行称呼的东西也必然产生美的事物吗?
ΕΡΜ. δεῖ γέ τοι.
赫尔墨革涅斯:确实应该如此。
ΣΩ. ἔστι δέ γε τοῦτο, ὥς φαμεν, διάνοια;
苏格拉底:而正如我们所说,这东西就是思维,对吗?
ΕΡΜ. πάνυ γε.
赫尔墨革涅斯:确实如此。
ΣΩ. ὀρθῶς ἄρα φρονήσεως αὕτη ἡ ἐπωνυμία ἐστὶν τὸ
καλὸν
τῆς τὰ τοιαῦτα ἀπεργαζομένης, ἃ δὴ καλὰ φάσκοντες εἶναι ἀσπαζόμεθα.
苏格拉底:因此,对于产生这类事物的思虑而言,它的名称正确地就是“美”,因为我们声称这些事物是美的并予以欢迎。
ΕΡΜ. φαίνεται.
赫尔墨革涅斯:似乎是的。
ΣΩ. τί οὖν ἔτι ἡμῖν λοιπὸν τῶν τοιούτων;
苏格拉底:那么,对于这类事物,我们还剩下什么呢?