Humanitext Reader

柏拉图 · 克拉底鲁篇 §413-414

关于正义的困惑与勇敢及技术等词的词源演变

第 17 段,共 34 段 · 希腊语

内容简介

苏格拉底介绍了关于“正义”本质的各种观点并表达了自己的困惑,随后分析了“勇敢”、男女以及“技术”等词的词源,指出了名字随时间而发生音变和扭曲的现象。

§413ΣΩ. μέχρι μὲν οὖν ἐνταῦθα, ὃ νυνδὴ ἐλέγομεν, παρὰ πολλῶν ὁμολογεῖται τοῦτο εἶναι τὸ δίκαιον· ἐγὼ δέ, ὦ Ἑρμόγενες, ἅτε λιπαρὴς ὢν περὶ αὐτοῦ, ταῦτα μὲν πάντα διαπέπυσμαι ἐν ἀπορρήτοις, ὅτι τοῦτό ἐστι τὸ δίκαιον καὶ τὸ αἴτιον—διʼ ὃ γὰρ γίγνεται, τοῦτʼ ἔστι τὸ αἴτιον—καὶ Δία καλεῖν ἔφη τις τοῦτο ὀρθῶς ἔχειν διὰ ταῦτα.
苏格拉底:因此,到此为止,正如我们刚才所说的,许多人都赞同这就是正义;但是,赫尔墨革涅斯,因为我对它非常热切,已经在秘密中探询了所有这些,[得知]这就是正义和原因——因为那使事物生成的东西就是原因——而且有人说,因为这些原因,将这称为宙斯是正确的。
ἐπειδὰν δʼ ἠρέμα αὐτοὺς ἐπανερωτῶ ἀκούσας ταῦτα μηδὲν ἧττον· τί οὖν ποτʼ ἔστιν, ὦ ἄριστε, δίκαιον, εἰ τοῦτο οὕτως ἔχει;
但是,在听到这些之后,当我仍然温和地追问他们:『那么,优秀的人啊,如果情况确实如此,正义之物究竟是什么呢?
δοκῶ τε ἤδη μακρότερα τοῦ προσήκοντος ἐρωτᾶν καὶ ὑπὲρ τὰ ἐσκαμμένα ἅλλεσθαι.
』我似乎就已经在进行超出适度范围的提问,并且跳过了界限。
ἱκανῶς γάρ μέ φασι πεπύσθαι καὶ ἐπιχειροῦσιν, βουλόμενοι ἀποπιμπλάναι με, ἄλλος ἄλλα ἤδη λέγειν, καὶ οὐκέτι συμφωνοῦσιν.
因为他们说我已经探询得足够了,并试图满足我,于是便各说各的话,不再取得一致。
ὁ μὲν γὰρ τίς φησιν τοῦτο εἶναι δίκαιον, τὸν ἥλιον· τοῦτον γὰρ μόνον διαϊόντα καὶ κάοντα ἐπιτροπεύειν τὰ ὄντα.
因为有人说,这就是正义,即太阳;因为只有它穿行并燃烧着,管辖着存在的事物。
ἐπειδὰν οὖν τῳ λέγω αὐτὸ ἅσμενος ὡς καλόν τι ἀκηκοώς, καταγελᾷ μου οὗτος ἀκούσας καὶ ἐρωτᾷ εἰ οὐδὲν δίκαιον οἶμαι εἶναι ἐν τοῖς ἀνθρώποις ἐπειδὰν ὁ ἥλιος δύῃ.
因此,每当我把这事高兴地告诉某人,仿佛听到了什么美妙的事情时,那人听了就嘲笑我,并问我:难道太阳落下之后,人类之中就没有什么正义存在了吗?
λιπαροῦντος οὖν ἐμοῦ ὅτι αὖ ἐκεῖνος λέγει αὐτό, τὸ πῦρ φησιν· τοῦτο δὲ οὐ ῥᾴδιόν ἐστιν εἰδέναι.
于是,当我坚持追问那人自己又认为它是什么时,他说是“火”;但这也是不容易理解的。
ὁ δὲ οὐκ αὐτὸ τὸ πῦρ φησιν, ἀλλʼ αὐτὸ τὸ θερμὸν τὸ ἐν τῷ πυρὶ ἐνόν.
而另一个人说,不是火本身,而是火中所包含的热本身。
ὁ δὲ τούτων μὲν πάντων καταγελᾶν φησιν, εἶναι δὲ τὸ δίκαιον ὃ λέγει Ἀναξαγόρας, νοῦν εἶναι τοῦτο· αὐτοκράτορα γὰρ αὐτὸν ὄντα καὶ οὐδενὶ μεμειγμένον πάντα φησὶν αὐτὸν κοσμεῖν τὰ πράγματα διὰ πάντων ἰόντα.
还有一个人说,他对所有这些都付之一笑,而正义就是阿那克萨哥拉所说的东西,即这就是“心灵”;因为他说,理智是自主的且不与任何东西混合,它通过穿过万物来安排一切事物的秩序。
ἐνταῦθα δὴ ἐγώ, ὦ φίλε, πολὺ ἐν πλείονι ἀπορίᾳ εἰμὶ ἢ πρὶν ἐπιχειρῆσαι μανθάνειν περὶ τοῦ δικαίου ὅτι ποτʼ ἔστιν.
在这里,朋友啊,我陷入了比开始试图学习正义究竟是什么之前更深的困惑之中。
ἀλλʼ οὖν οὗπερ ἕνεκα ἐσκοποῦμεν, τό γε ὄνομα τοῦτο φαίνεται αὐτῷ διὰ ταῦτα κεῖσθαι.
但无论如何,就我们考察的目的而言,这个名字至少似乎是因为这些原因而赋予它的。
ΕΡΜ. φαίνῃ μοι, ὦ Σώκρατες, ταῦτα μὲν ἀκηκοέναι του καὶ οὐκ αὐτοσχεδιάζειν.
赫尔墨革涅斯:苏格拉底,在我看来,你这些话似乎是从某人那里听来的,而不是即兴创作的。
ΣΩ. τί δὲ τἆλλα;
苏格拉底:那其他的东西呢?
ΕΡΜ. οὐ πάνυ.
赫尔墨革涅斯:不太像。
ΣΩ. ἄκουε δή· ἴσως γὰρ ἄν σε καὶ τὰ ἐπίλοιπα ἐξαπατήσαιμι ὡς οὐκ ἀκηκοὼς λέγω.
苏格拉底:那就听着吧;因为对于剩下的部分,我也许同样能欺骗你,显得好像我没听过就说出来似的。
μετὰ γὰρ δικαιοσύνην τί ἡμῖν λείπεται;
因为在正义之后,我们还剩什么呢?
ἀνδρείαν οἶμαι οὔπω διήλθομεν.
我想我们还没有探讨勇敢。
ἀδικία μὲν γὰρ δῆλον ὅτι ἐστὶν ὄντος ἐμπόδισμα τοῦ διαϊόντος, ἀνδρεία δὲ σημαίνει ὡς ἐν μάχῃ ἐπονομαζομένης τῆς ἀνδρείας—μάχην δʼ εἶναι ἐν τῷ ὄντι, εἴπερ ῥεῖ, οὐκ ἄλλο τι ἢ τὴν ἐναντίαν ῥοήν—ἐὰν οὖν τις ἐξέλῃ τὸ δέλτα τοῦ ὀνόματος τῆς ἀνδρείας, αὐτὸ μηνύει τὸ ἔργον τὸ ὄνομα ἡ ἀνρεία.
因为非正义显然是对穿行于存在之物的阻碍,而勇敢则表明它是在战斗中被命名的——如果存在之物确实在流动,那么其中的战斗无非就是相反方向的流动。 因此,如果有人从勇敢这个名字中去掉字母δ,那么『无德』这个名字本身就表明了这种行为。
§414ΣΩ. δῆλον οὖν ὅτι οὐ πάσῃ ῥοῇ ἡ ἐναντία ῥοὴ ἀνδρεία ἐστίν, ἀλλὰ τῇ παρὰ τὸ δίκαιον ῥεούσῃ· οὐ γὰρ ἂν ἐπῃνεῖτο ἡ ἀνδρεία.
苏格拉底:所以很明显,相反的流动并不是针对任何流动的勇敢,而是针对违背正义流动的相反流动;否则勇敢就不会受到赞美了。
καὶ τὸ ἄρρεν καὶ ὁ ἀνὴρ ἐπὶ παραπλησίῳ τινὶ τούτῳ ἐστί, τῇ ἄνῳ ῥοῇ.
而『雄性』和『男子』也基于与此类似的东西,即『向上流动』。
γυνὴ δὲ γονή μοι φαίνεται βούλεσθαι εἶναι.
至于『女人』,在我看来它似乎意味着『生育』。
τὸ δὲ θῆλυ ἀπὸ τῆς θηλῆς τι φαίνεται ἐπωνομάσθαι· ἡ δὲ θηλὴ ἆρά γε, ὦ Ἑρμόγενες, ὅτι τεθηλέναι ποιεῖ ὥσπερ τὰ ἀρδόμενα;
而『女性的』似乎是得名于『乳头』;那么,赫尔墨革涅斯,『乳头』难道不是因为它使事物像受到灌溉一样繁茂吗?
ΕΡΜ. ἔοικέν γε, ὦ Σώκρατες.
赫尔墨革涅斯:确实像这样,苏格拉底。
ΣΩ. καὶ μὴν αὐτό γε τὸ θάλλειν τὴν αὔξην μοι δοκεῖ ἀπεικάζειν τὴν τῶν νέων, ὅτι ταχεῖα καὶ ἐξαιφνιδία γίγνεται.
苏格拉底:而且,『繁茂』本身在我看来似乎摹写了年轻事物的增长,因为它是快速而突然地发生的。
οἷόνπερ οὖν μεμίμηται τῷ ὀνόματι, συναρμόσας ἀπὸ τοῦ θεῖν καὶ ἅλλεσθαι τὸ ὄνομα.
因此,他就像在名字中模仿了这一点,通过将『奔跑』和『跳跃』结合起来构成了这个名字。
ἀλλʼ οὐ γὰρ ἐπισκοπεῖς με ὥσπερ ἐκτὸς δρόμου φερόμενον ἐπειδὰν λείου ἐπιλάβωμαι· ἐπίλοιπα δὲ ἡμῖν ἔτι συχνὰ τῶν δοκούντων σπουδαίων εἶναι.
不过,当我一踏上平坦的地面,你却不盯着我,看我是不是像脱了轨一样往前冲;而对于那些被认为重要的事情,我们还有不少剩下未谈呢。
ΕΡΜ. ἀληθῆ λέγεις.
赫尔墨革涅斯:你说得对。
ΣΩ. ὧν γʼ ἔστιν ἓν καὶ τέχνην ἰδεῖν ὅτι ποτὲ βούλεται εἶναι.
苏格拉底:其中之一,我们也可以看看『技术』究竟想要表示什么。
ΕΡΜ. πάνυ μὲν οὖν.
赫尔墨革涅斯:当然可以。
ΣΩ. οὐκοῦν τοῦτό γε ἕξιν νοῦ σημαίνει, τὸ μὲν ταῦ ἀφελόντι, ἐμβαλόντι δὲ οὖ μεταξὺ τοῦ χεῖ καὶ τοῦ νῦ καὶ τοῦ νῦ καὶ τοῦ ἦτα;
苏格拉底:那么,这难道不表示『理智的保有』吗? 如果我们去掉字母τ,并在χ和ν之间,以及ν和η之间插入字母组合ου的话?
ΕΡΜ. καὶ μάλα γε γλίσχρως, ὦ Σώκρατες.
赫尔墨革涅斯:但这非常牵强啊,苏格拉底。
ΣΩ. ὦ μακάριε, οὐκ οἶσθʼ ὅτι τὰ πρῶτα ὀνόματα τεθέντα κατακέχωσται ἤδη ὑπὸ τῶν βουλομένων τραγῳδεῖν αὐτά, περιτιθέντων γράμματα καὶ ἐξαιρούντων εὐστομίας ἕνεκα καὶ πανταχῇ στρεφόντων, καὶ ὑπὸ καλλωπισμοῦ καὶ ὑπὸ χρόνου.
苏格拉底:幸福的人啊,你难道不知道,最初确立的那些名字现在已经由于那些想要把它们粉饰得大加渲染的人,为了发音优美而添加或去掉字母、并在各个方向上加以扭曲,以及由于美化和时间的流逝,而被完全掩埋了吗?
ἐπεὶ ἐν τῷ κατόπτρῳ οὐ δοκεῖ ἄτοπον εἶναι τὸ ἐμβεβλῆσθαι τὸ ῥῶ;
因为在『镜子』中,插入字母ρ难道不显得奇怪吗?
ἀλλὰ τοιαῦτα οἶμαι ποιοῦσιν οἱ τῆς μὲν ἀληθείας οὐδὲν φροντίζοντες, τὸ δὲ στόμα πλάττοντες, ὥστʼ ἐπεμβάλλοντες πολλὰ ἐπὶ τὰ πρῶτα ὀνόματα τελευτῶντες ποιοῦσιν μηδʼ ἂν ἕνα ἀνθρώπων συνεῖναι ὅτι ποτὲ βούλεται τὸ ὄνομα· ὥσπερ καὶ τὴν Σφίγγα ἀντὶ φικὸς σφίγγα καλοῦσιν, καὶ ἄλλα πολλά.
但我认为,那些根本不关心真理而只修饰口型的人做出了这样的改变,以至于由于在最初的名字上不断附加许多东西,最终使得任何一个人都无法理解这个名字到底想要表达什么;就像他们也把斯芬克斯称为『斯芬克斯』,而不是『皮克斯』,以及许多其他词一样。
ΕΡΜ. ταῦτα μὲν ἔστιν οὕτως, ὦ Σώκρατες.
赫尔墨革涅斯:这些确实是这样,苏格拉底。
ΣΩ. εἰ δʼ αὖ τις ἐάσει καὶ ἐντιθέναι καὶ ἐξαιρεῖν ἅττʼ ἂν βούληταί τις εἰς τὰ ὀνόματα, πολλὴ εὐπορία ἔσται καὶ πᾶν ἂν παντί τις ὄνομα πράγματι προσαρμόσειεν.
苏格拉底:但反过来,如果允许人们随心所欲地在名字中添加和删除任何东西,那么事情就会变得极其容易,任何人都可以把任何名字套在任何事物上。
ΕΡΜ. ἀληθῆ λέγεις.
赫尔墨革涅斯:你说得对。
ΣΩ. ἀληθῆ μέντοι.
苏格拉底:确实如此。
ἀλλὰ τὸ μέτριον οἶμαι δεῖ φυλάττειν καὶ τὸ εἰκὸς σὲ τὸν σοφὸν ἐπιστάτην.
但我认为你这位明智的监督者应当坚守中庸和合理性。
ΕΡΜ. βουλοίμην ἄν.
赫尔墨革涅斯:我也希望如此。

词汇与语法注释

  1. 413aκαὶ Δία καλεῖν ἔφη τις τοῦτο ὀρθῶς ἔχειν διὰ ταῦτα — 不定式 `καλεῖν` 和 `ὀρθῶς ἔχειν` 均受 `ἔφη τις` 支配。在前者中,`τοῦτο` 是直接宾语,`Δία` 是宾语补足语(述语对格)。此处 `Δία`(宙斯之单数宾格)是与前句“因其(διʼ ὅ)生成”中的介词 `διά` 进行的双关。
  2. 413bὑπὲρ τὰ ἐσκαμμένα ἅλλεσθαι — 这是一个习惯用语,字面意思是“跳过挖好的沟渠(界限)”,意为越界或做得过分。
  3. 413eἐὰν οὖν τις ἐξέλῃ τὸ δέλτα τοῦ ὀνόματος τῆς ἀνδρείας — 由 `ἐάν` 加上虚拟语气 `ἐξέλῃ` 构成的条件从句。苏格拉底以此展开词源推导,认为从 `ἀνδρεία`(勇敢)中去掉 `δ` 得到的 `ἀνρεία` 指的是“向上或相反方向的流动”。
  4. 414bἀλλʼ οὐ γὰρ ἐπισκοπεῖς με ὥσπερ ἐκτὸς δρόμου φερόμενον — 惯用小词组合 `ἀλλʼ οὐ γάρ` 带有“然而难道你没有……”的质问或提请注意语气,与后文的 `ἐπίλοιπα δέ`(但我们还有很多剩下的)形成对比。`φερόμενον` 是修饰 `με` 的一致分词。
  5. 414cτὸ μὲν ταῦ ἀφελόντι, ἐμβαλόντι δὲ οὖ — 与格分词 `ἀφελόντι` 和 `ἐμβαλόντι` 具有条件意味,修饰一个省略的、表示利益或行为者(“对于一个去掉……并插入……的人而言”)的与格。

引用这一段

柏拉图, 克拉底鲁篇 §413-414. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg005.humanitext-grc2:413-414

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。