§411ΕΡΜ. ἀλλὰ μετὰ τοῦτο τὸ εἶδος ἔγωγε ἡδέως ἂν θεασαίμην ταῦτα τὰ καλὰ ὀνόματα τίνι ποτὲ ὀρθότητι κεῖται, τὰ περὶ τὴν ἀρετήν, οἷον
φρόνησίς
τε καὶ
σύνεσις
καὶ
δικαιοσύνη
καὶ τἆλλα τὰ τοιαῦτα πάντα.
赫尔墨革涅斯:但在这一类之后,我个人倒是很乐意看看,关于美德的那些美丽名字是凭什么正确性而确立的,比如思虑、理解、正义以及所有其他诸如此类的名字。
ΣΩ. ἐγείρεις μέν, ὦ ἑταῖρε, οὐ φαῦλον γένος ὀνομάτων·
苏格拉底:朋友,你提起的并不是一个普通的名字类别。
ὅμως δὲ ἐπειδήπερ τὴν λεοντῆν ἐνδέδυκα, οὐκ ἀποδειλιατέον ἀλλʼ ἐπισκεπτέον, ὡς ἔοικε, φρόνησιν καὶ σύνεσιν καὶ γνώμην καὶ ἐπιστήμην καὶ τἆλλα δὴ ἃ φῂς πάντα ταῦτα τὰ καλὰ ὀνόματα.
但既然我已经披上了狮皮,就绝不能退缩,而是似乎必须去考察思虑、理解、判断、知识,以及你所说的所有这些美丽的名字。
ΕΡΜ. πάνυ μὲν οὖν οὐ δεῖ ἡμᾶς προαποστῆναι.
赫尔墨革涅斯:完全如此,我们绝不能提前放弃。
ΣΩ. καὶ μήν, νὴ τὸν κύνα, δοκῶ γέ μοι οὐ κακῶς μαντεύεσθαι, ὃ καὶ νυνδὴ ἐνενόησα, ὅτι οἱ πάνυ παλαιοὶ ἄνθρωποι οἱ τιθέμενοι τὰ ὀνόματα παντὸς μᾶλλον, ὥσπερ καὶ τῶν νῦν οἱ πολλοὶ τῶν σοφῶν ὑπὸ τοῦ πυκνὰ περιστρέφεσθαι ζητοῦντες ὅπῃ ἔχει τὰ ὄντα εἰλιγγιῶσιν, κἄπειτα αὐτοῖς φαίνεται περιφέρεσθαι τὰ πράγματα καὶ πάντως φέρεσθαι.
苏格拉底:的确,凭狗起誓,我想我的预言还不赖,正如我刚才想到的,那些制定名字的极古老的人们,就像如今的大多数智者一样,因为在探求事物的状况时频繁旋转,结果感到头晕眼花,于是便觉得事物在旋转,并且往各个方向移动。
αἰτιῶνται δὴ οὐ τὸ ἔνδον τὸ παρὰ σφίσιν πάθος αἴτιον εἶναι ταύτης τῆς δόξης, ἀλλὰ αὐτὰ τὰ πράγματα οὕτω πεφυκέναι, οὐδὲν αὐτῶν μόνιμον εἶναι οὐδὲ βέβαιον, ἀλλὰ ῥεῖν καὶ φέρεσθαι καὶ μεστὰ εἶναι πάσης φορᾶς καὶ γενέσεως ἀεί.
他们不把这种看法的起因归咎于自己内在的眩晕状态,反而认为事物本身就是这样生成的,它们中没有任何东西是恒常或稳定的,而是总在流动、运移,充满了各种运动和生成。
λέγω δὴ ἐννοήσας πρὸς πάντα τὰ νυνδὴ ὀνόματα.
我说这些,是因为我注意到了刚才提到的所有名字。
ΕΡΜ. πῶς δὴ τοῦτο, ὦ Σώκρατες;
赫尔墨革涅斯:这是怎么回事,苏格拉底?
ΣΩ. οὐ κατενόησας ἴσως τὰ ἄρτι λεγόμενα ὅτι παντάπασιν ὡς φερομένοις τε καὶ ῥέουσι καὶ γιγνομένοις τοῖς πράγμασι τὰ ὀνόματα ἐπίκειται.
苏格拉底:你也许没有注意到刚才所说的,名字完全是强加给那些处于运移、流动和生成中的事物的。
ΕΡΜ. οὐ πάνυ ἐνεθυμήθην.
赫尔墨革涅斯:我没有太留意。
ΣΩ. καὶ μὴν πρῶτον μὲν τοῦτο ὃ πρῶτον εἴπομεν παντάπασιν ὡς ἐπὶ τοιούτων ἐστίν.
苏格拉底:而且,首先,我们最先提到的这个词完全是基于这类情况的。
ΕΡΜ. τὸ ποῖον;
赫尔墨革涅斯:哪一个?
ΣΩ. ἡ
φρόνησις
· φορᾶς γάρ ἐστι καὶ ῥοῦ νόησις.
苏格拉底:思虑;因为它是对运动和流动的理解。
εἴη δʼ ἂν καὶ ὄνησιν ὑπολαβεῖν φορᾶς· ἀλλʼ οὖν περί γε τὸ φέρεσθαί ἐστιν.
也可以将其理解为运动的益处;但无论如何,它都是关于运移的。
εἰ δὲ βούλει, ἡ
γνώμη
παντάπασιν δηλοῖ γονῆς σκέψιν καὶ νώμησιν· τὸ γὰρ
νωμᾶν
καὶ τὸ
σκοπεῖν
ταὐτόν.
如果你愿意,判断完全表明了对产生的考察和分配;因为分配和观察是一样的。
εἰ δὲ βούλει, αὐτὸ ἡ
νόησις
τοῦ νέου ἐστὶν ἕσις, τὸ δὲ νέα εἶναι τὰ ὄντα σημαίνει γιγνόμενα ἀεὶ εἶναι· τούτου οὖν ἐφίεσθαι τὴν ψυχὴν μηνύει τὸ ὄνομα ὁ θέμενος τὴν
νεόεσιν.
如果你愿意,理解本身就是对新事物的追求,而事物是新的,则意味着它们总是在生成;因此,制定名字的人通过“新求”表明灵魂在追求这一点。
οὐ γὰρ
νόησις
τὸ ἀρχαῖον ἐκαλεῖτο, ἀλλʼ ἀντὶ τοῦ ἦτα εἶ ἔδει λέγειν δύο,
νοέεσιν.
因为古时候它不叫“理解”,而是必须用两个ε代替η,读作“新求”。
§412ΣΩ.
σωφροσύνη
δὲ σωτηρία οὗ νυνδὴ ἐσκέμμεθα, φρονήσεως.
苏格拉底:而克己是我们刚才所考察的思虑的保存。
καὶ μὴν ἥ γε ἐπιστήμη μηνύει ὡς φερομένοις τοῖς πράγμασιν ἑπομένης τῆς ψυχῆς τῆς ἀξίας λόγου, καὶ οὔτε ἀπολειπομένης οὔτε προθεούσης· διὸ δὴ ἐμβάλλοντας δεῖ τὸ εἶ
ἑπεϊστήμην
αὐτὴν ὀνομάζειν.
而且,知识表明,那值得称道的灵魂跟随着运动中的事物,既不落后也不超前;因此,插入ει,应当称其为“跟随知识”。
σύνεσις
δʼ αὖ οὕτω μὲν δόξειεν ἂν ὥσπερ συλλογισμὸς εἶναι, ὅταν δὲ συνιέναι λέγῃ, ταὐτὸν παντάπασιν τῷ ἐπίστασθαι συμβαίνει λεγόμενον· συμπορεύεσθαι γὰρ λέγει τὴν ψυχὴν τοῖς πράγμασι τὸ
συνιέναι.
另一方面,理解在某种程度上可能看起来像是一种推论/结合,但当它说“去理解”时,它所指的内容实际上与“知道”完全相同;因为“去理解”说的是灵魂与事物同行。
ἀλλὰ μὴν ἥ γε
σοφία
φορᾶς ἐφάπτεσθαι σημαίνει.
还有,智慧意味着触及运动。
σκοτωδέστερον δὲ τοῦτο καὶ ξενικώτερον· ἀλλὰ δεῖ ἐκ τῶν ποιητῶν ἀναμιμνῄσκεσθαι ὅτι πολλαχοῦ λέγουσιν περὶ ὅτου ἂν τύχωσιν τῶν ἀρχομένων ταχὺ προϊέναι
ἐσύθη
φασίν.
但这较为模糊,也较为外来;不过我们必须回想起诗人们的话,他们在许多地方,对于任何碰巧提到、开始快速向前推进的事物,都说“突冲”。
Λακωνικῷ δὲ ἀνδρὶ τῶν εὐδοκίμων καὶ ὄνομα ἦν
Σοῦς
· τὴν γὰρ ταχεῖαν ὁρμὴν οἱ Λακεδαιμόνιοι τοῦτο καλοῦσιν.
而且,一位著名的拉栖代梦人也叫“舒斯”;因为拉栖代梦人把快速的冲动就叫做这个。
ταύτης οὖν τῆς φορᾶς ἐπαφὴν σημαίνει ἡ σοφία, ὡς φερομένων τῶν ὄντων.
因此,智慧意味着触及这种运动,因为存在的事物正在运移之中。
καὶ μὴν τό γε
ἀγαθόν,
τοῦτο τῆς φύσεως πάσης τῷ ἀγαστῷ βούλεται τὸ ὄνομα ἐπικεῖσθαι.
此外,至于好/善,这个名字旨在赋予整个自然中令人赞美的部分。
ἐπειδὴ γὰρ πορεύεται τὰ ὄντα, ἔνι μὲν ἄρʼ αὐτοῖς τάχος, ἔνι δὲ βραδυτής.
因为既然存在着的事物在行进,它们之中就有速度,也有缓慢。
ἔστιν οὖν οὐ πᾶν τὸ ταχὺ ἀλλὰ τὶ αὐτοῦ ἀγαστόν.
因此,并非所有快速的东西都是令人赞美的,而是其中的某一部分。
τοῦ θοοῦ δὴ τῷ ἀγαστῷ αὕτη ἡ ἐπωνυμία ἐστίν,
τἀγαθόν.
所以,“善”就是对迅疾之物中令人赞美之部分的称呼。
δικαιοσύνη
δέ, ὅτι μὲν ἐπὶ τῇ τοῦ δικαίου συνέσει τοῦτο κεῖται τὸ ὄνομα, ῥᾴδιον συμβαλεῖν· αὐτὸ δὲ τὸ
δίκαιον
χαλεπόν.
而关于正义,很容易理解这个名字是建立在对正义之物的理解之上的;但“正义之物”本身却很难解释。
καὶ γὰρ δὴ καὶ ἔοικε μέχρι μέν του ὁμολογεῖσθαι παρὰ πολλῶν, ἔπειτα δὲ ἀμφισβητεῖσθαι.
因为这似乎在一定程度上得到了许多人的赞同,但在此之后就产生了争议。
ὅσοι γὰρ ἡγοῦνται τὸ πᾶν εἶναι ἐν πορείᾳ, τὸ μὲν πολὺ αὐτοῦ ὑπολαμβάνουσιν τοιοῦτόν τι εἶναι οἷον οὐδὲν ἄλλο ἢ χωρεῖν, διὰ δὲ τούτου παντὸς εἶναί τι διεξιόν, διʼ οὗ πάντα τὰ γιγνόμενα γίγνεσθαι· εἶναι δὲ τάχιστον τοῦτο καὶ λεπτότατον.
因为凡是认为宇宙万物都在运动的人,都认为宇宙的大部分无非是在流动行进,而在这一切之中,有一种穿行其间的东西,万物的生成都借它而实现;而这个东西是最快速、最精细的。
οὐ γὰρ ἂν δύνασθαι ἄλλως διὰ τοῦ ὄντος ἰέναι παντός, εἰ μὴ λεπτότατόν τε ἦν ὥστε αὐτὸ μηδὲν στέγειν, καὶ τάχιστον ὥστε χρῆσθαι ὥσπερ ἑστῶσι τοῖς ἄλλοις.
因为如果它不是既最精细(以至于没有什么能阻挡它),又最快速(以至于把其他事物当作静止不动的一般对待),它就无法穿过所有存在的事物。
ἐπεὶ δʼ οὖν ἐπιτροπεύει τὰ ἄλλα πάντα διαϊόν, τοῦτο τὸ ὄνομα ἐκλήθη ὀρθῶς
δίκαιον,
εὐστομίας ἕνεκα τὴν τοῦ κάππα δύναμιν προσλαβόν.
所以,既然它穿行并管辖着所有其他事物,这个名字就被正确地称为“正义”,为了便于发音而加上了字母k的力量。