Humanitext Reader

柏拉图 · 克拉底鲁篇 §409-410

天体自然元素及季节名称的语源

第 15 段,共 34 段 · 希腊语

内容简介

苏格拉底与赫尔墨革涅斯讨论了天体(太阳、月亮、星辰)、自然元素(火、水、空气、以太、大地)以及时间概念(季节、年)的语源,结合了希腊语词源分析以及从弗里吉亚语等外来语借用的可能性。

§409ΣΩ. ἔοικε τοίνυν κατάδηλον γενόμενον ἂν μᾶλλον εἰ τῷ Δωρικῷ τις ὀνόματι χρῷτο— ἅλιον γὰρ καλοῦσιν οἱ Δωριῆς— ἅλιος οὖν εἴη μὲν ἂν κατὰ τὸ ἁλίζειν εἰς ταὐτὸν τοὺς ἀνθρώπους ἐπειδὰν ἀνατείλῃ, εἴη δʼ ἂν καὶ τῷ περὶ τὴν γῆν ἀεὶ εἱλεῖν ἰών, ἐοίκοι δʼ ἂν καὶ ὅτι ποικίλλει ἰὼν τὰ γιγνόμενα ἐκ τῆς γῆς·
苏格拉底:那么,如果有人使用多利亚方言的名字,这似乎会变得更加清楚—— 因为多利亚人称之为“哈利翁(Halion)”——因此,“哈利奥斯(Halios)”可能是因为在它升起时把人们聚集(halizein)到同一个地方,也可能是因为它在行走时总是围绕着大地旋转(heilein),还似乎是因为它在行走时使大地上产生的事物变得绚丽多彩(poikillein);而绚丽多彩和闪烁变化(aiolein)是同一回事。
τὸ δὲ ποικίλλειν καὶ αἰολεῖν ταὐτόν. ΕΡΜ. τί δὲ ἡ σελήνη ;
赫尔墨革涅斯:那么月亮(selene)呢?
ΣΩ. τοῦτο δὲ τὸ ὄνομα φαίνεται τὸν Ἀναξαγόραν πιέζειν.
苏格拉底:这个名字似乎让阿那克萨哥拉感到很为难。
ΕΡΜ. τί δή;
赫尔墨革涅斯:怎么说?
ΣΩ. ἔοικε δηλοῦντι παλαιότερον ὃ ἐκεῖνος νεωστὶ ἔλεγεν, ὅτι ἡ σελήνη ἀπὸ τοῦ ἡλίου ἔχει τὸ φῶς.
苏格拉底:因为它似乎以一种更古老的方式表明了他最近说的话,即月亮的光来自太阳。
ΕΡΜ. πῶς δή;
赫尔墨革涅斯:那是怎么回事?
ΣΩ. τὸ μέν που σέλας καὶ τὸ φῶς ταὐτόν.
苏格拉底:我想,“辉光(selas)”和“光(phos)”是一样的。
ΕΡΜ. ναί.
赫尔墨革涅斯:是的。
ΣΩ. νέον δέ που καὶ ἕνον ἀεί ἐστι περὶ τὴν σελήνην τοῦτο τὸ φῶς, εἴπερ ἀληθῆ οἱ Ἀναξαγόρειοι λέγουσιν·
苏格拉底:如果阿那克萨哥拉的信徒说得对,那么月亮周围的这种光总是“新而旧的”;因为在始终围绕它旋转时,它总是投射出新的光,而上个月的旧光依然存在。
κύκλῳ γάρ που ἀεὶ αὐτὴν περιιὼν νέον ἀεὶ ἐπιβάλλει, ἕνον δὲ ὑπάρχει τὸ τοῦ προτέρου μηνός. ΕΡΜ. πάνυ γε.
赫尔墨革涅斯:确实如此。
ΣΩ. Σελαναίαν δέ γε καλοῦσιν αὐτὴν πολλοί.
苏格拉底:而且许多人称她为“塞拉奈亚(Selanaia)”。
ΕΡΜ. πάνυ γε.
赫尔墨革涅斯:确实。
ΣΩ. ὅτι δὲ σέλας νέον καὶ ἕνον ἔχει ἀεί, Σελαενονεοάεια μὲν δικαιότατʼ ἂν ὀνομάτων καλοῖτο, συγκεκροτημένον δὲ Σελαναία κέκληται.
苏格拉底:由于她总是拥有新而旧的辉光(selas),在名字中,她最公正地应该被称为“塞拉埃诺内奥阿埃亚(Selaenoneoaeia)”,但经过压缩后,她被称为“塞拉奈亚”。
ΕΡΜ. διθυραμβῶδές γε τοῦτο τοὔνομα, ὦ Σώκρατες. ἀλλὰ τὸν μῆνα καὶ τὰ ἄστρα πῶς λέγεις;
赫尔墨革涅斯:这确实是一个像酒神赞歌一样的名字,苏格拉底。 但是关于月/月分(meis)和星辰(astra),你怎么说?
ΣΩ. ὁ μὲν μεὶς ἀπὸ τοῦ μειοῦσθαι εἴη ἂν μείης ὀρθῶς κεκλημένος, τὰ δʼ ἄστρα ἔοικε τῆς ἀστραπῆς ἐπωνυμίαν ἔχειν.
苏格拉底:月分(meis)因为减少(meiousthai)而被正确地称为“梅埃斯(meies)”,而星辰(astra)似乎是从闪电(astrape)中获得名称的。
ἡ δὲ ἀστραπή, ὅτι τὰ ὦπα ἀναστρέφει, ἀναστρωπὴ ἂν εἴη, νῦν δὲ ἀστραπὴ καλλωπισθεῖσα κέκληται.
闪电因为使眼睛反转(opa anastrephei)而应当是“阿纳斯特罗佩(anastrope)”,但现在经过美化后被称为“阿斯特拉佩”。
ΕΡΜ. τί δὲ τὸ πῦρ καὶ τὸ ὕδωρ;
赫尔墨革涅斯:那么火(pyr)和水(hydor)呢?
ΣΩ. τὸ πῦρ ἀπορῶ· καὶ κινδυνεύει ἤτοι ἡ τοῦ Εὐθύφρονός με μοῦσα ἐπιλελοιπέναι, ἢ τοῦτό τι παγχάλεπον εἶναι.
苏格拉底:关于火(pyr)我很为难;看来要么是尤西弗罗的缪斯离开了我,要么这是个极难的问题。
σκέψαι οὖν ἣν εἰσάγω μηχανὴν ἐπὶ πάντα τὰ τοιαῦτα ἃ ἂν ἀπορῶ.
那么,请考虑一下我对所有这些让我为难的事物所采用的对策。
ΕΡΜ. τίνα δή;
赫尔墨革涅斯:是什么呢?
ΣΩ. ἐγώ σοι ἐρῶ.
苏格拉底:我会告诉你的。
ἀπόκριναι γάρ μοι· ἔχοις ἂν εἰπεῖν πῦρ κατὰ τίνα τρόπον καλεῖται;
请回答我:你能说出火是根据什么方式被称为火的吗?
ΕΡΜ. μὰ Δίʼ οὐκ ἔγωγε.
赫尔墨革涅斯:凭宙斯起誓,我可说不出来。
ΣΩ. σκέψαι δὴ ὃ ἐγὼ ὑποπτεύω περὶ αὐτοῦ.
苏格拉底:那么请考虑一下我对它的怀疑。
ἐννοῶ γὰρ ὅτι πολλὰ οἱ Ἕλληνες ὀνόματα ἄλλως τε καὶ οἱ ὑπὸ τοῖς βαρβάροις οἰκοῦντες παρὰ τῶν βαρβάρων εἰλήφασιν.
因为我想到,希腊人接受了许多名字,尤其是那些生活在野蛮人统治下的人,是从野蛮人那里借来的。
ΕΡΜ. τί οὖν δή;
赫尔墨革涅斯:那又怎么样呢?
ΣΩ. εἴ τις ζητοῖ ταῦτα κατὰ τὴν Ἑλληνικὴν φωνὴν ὡς εἰκότως κεῖται, ἀλλὰ μὴ κατʼ ἐκείνην ἐξ ἧς τὸ ὄνομα τυγχάνει ὄν, οἶσθα ὅτι ἀποροῖ ἄν.
苏格拉底:如果有人根据希腊语去探究这些名字是如何合理确立的,而不是根据该名字实际来源的语言,你清楚他将会陷入困境。
ΕΡΜ. εἰκότως γε.
赫尔墨革涅斯:确实如此。
§410ΣΩ. ὅρα τοίνυν καὶ τοῦτο τὸ ὄνομα τὸ πῦρ μή τι βαρβαρικὸν ᾖ.
苏格拉底:那么,请看看“火”这个名字是否也是某种外来语。
τοῦτο γὰρ οὔτε ῥᾴδιον προσάψαι ἐστὶν Ἑλληνικῇ φωνῇ, φανεροί τʼ εἰσὶν οὕτως αὐτὸ καλοῦντες Φρύγες σμικρόν τι παρακλίνοντες· καὶ τό γε ὕδωρ καὶ τὰς κύνας καὶ ἄλλα πολλά.
因为这既不容易与希腊语联系起来,而且显而易见,弗里吉亚人就是这样称呼它的,只是稍微有些偏斜;还有“水(hydor)”和“狗(kynas)”以及许多其他词也是如此。
ΕΡΜ. ἔστι ταῦτα.
赫尔墨革涅斯:确实是这样。
ΣΩ. οὐ τοίνυν δεῖ ταῦτα προσβιάζεσθαι, ἐπεὶ ἔχοι γʼ ἄν τις εἰπεῖν περὶ αὐτῶν.
苏格拉底:因此,我们不应该强行解释这些词,尽管人们确实可以说出一些关于它们的事。
τὸ μὲν οὖν πῦρ καὶ τὸ ὕδωρ ταύτῃ ἀπωθοῦμαι·
那么,关于火和水,我就用这种方式搁置一旁。
ὁ δὲ δὴ ἀὴρ ἆρά γε, ὦ Ἑρμόγενες, ὅτι αἴρει τὰ ἀπὸ τῆς γῆς, ἀὴρ κέκληται;
但是,至于空气(aer),赫尔墨革涅斯,难道是因为它把大地上的东西带走/升起(airei),所以被称为“阿埃尔”吗?
ἢ ὅτι ἀεὶ ῥεῖ;
或者因为由于它总是流动?
ἢ ὅτι πνεῦμα ἐξ αὐτοῦ γίγνεται ῥέοντος;
或者因为当它流动时有风(pneuma)从中产生?
οἱ γὰρ ποιηταί που τὰ πνεύματα ἀήτας καλοῦσιν· ἴσως οὖν λέγει, ὥσπερ ἂν εἰ εἴποι πνευματόρρουν, ἀητόρρουν .
因为诗人们可能把风称为“阿埃塔斯”;所以他或许是指“阿埃托罗恩”,就像说“普纽马托罗恩”一样。
τὸν δὲ αἰθέρα τῇδέ πῃ ὑπολαμβάνω, ὅτι ἀεὶ θεῖ περὶ τὸν ἀέρα ῥέων ἀειθεὴρ δικαίως ἂν καλοῖτο.
而关于以太(aither),我是这样理解的,因为它总是围绕着空气流动奔跑(aei thei),所以可以公正地被称为“阿埃泰埃尔”。
γῆ δὲ μᾶλλον σημαίνει ὃ βούλεται ἐάν τις γαῖαν ὀνομάσῃ· γαῖα γὰρ γεννήτειρα ἂν εἴη ὀρθῶς κεκλημένη, ὥς φησιν Ὅμηρος· τὸ γὰρ γεγάασιν γεγεννῆσθαι λέγει.
如果有人把大地(ge)称为“盖亚(gaia)”,它所表达的意思就会更明显;因为盖亚作为母亲/生育者(genneiteira)将被正确地称呼,正如荷马所说,因为“格加阿辛(gegaasin)”指的就是出生。
εἶεν· τί οὖν ἡμῖν ἦν τὸ μετὰ τοῦτο;
好,那么,接下来我们的是什么?
ΕΡΜ. ὧραι, ὦ Σώκρατες, καὶ ἐνιαυτὸς καὶ ἔτος.
赫尔墨革涅斯:季节(horai)、年(eniautos)和年(etos),苏格拉底。
ΣΩ. αἱ μὲν δὴ ὧραι Ἀττικιστὶ ὡς τὸ παλαιὸν ῥητέον, εἴπερ βούλει τὸ εἰκὸς εἰδέναι· ΗΟΡΑΙ γάρ εἰσι διὰ τὸ ὁρίζειν χειμῶνάς τε καὶ θέρη καὶ πνεύματα καὶ τοὺς καρποὺς τοὺς ἐκ τῆς γῆς· ὁρίζουσαι δὲ δικαίως ἂν ὅραι καλοῖντο.
苏格拉底:关于季节(horai),如果你想知道合理的原因,就必须用古代雅典方言来说;因为它们之所以是“HORAI”,是因为它们限定(horizein)了冬夏、风以及大地上的果实;因为它们起到了限定作用,所以应该被称为“霍莱”。
ἐνιαυτὸς δὲ καὶ ἔτος κινδυνεύει ἕν τι εἶναι.
而“尼亚乌托斯(eniautos)”和“埃托斯(etos)”似乎是同一回事。
τὸ γὰρ τὰ φυόμενα καὶ τὰ γιγνόμενα ἐν μέρει ἕκαστον προάγον εἰς φῶς καὶ αὐτὸ ἐν αὑτῷ ἐξετάζον, τοῦτο, ὥσπερ ἐν τοῖς πρόσθεν τὸ τοῦ Διὸς ὄνομα δίχα διῃρημένον οἱ μὲν Ζῆνα, οἱ δὲ Δία ἐκάλουν, οὕτω καὶ ἐνταῦθα οἱ μὲν ἐνιαυτόν, ὅτι ἐν ἑαυτῷ, οἱ δὲ ἔτος, ὅτι ἐτάζει· ὁ δὲ ὅλος λόγος ἐστὶν τὸ ἐν ἑαυτῷ ἐτάζον τοῦτο προσαγορεύεσθαι ἓν ὂν δίχα, ὥστε δύο ὀνόματα γεγονέναι, ἐνιαυτόν τε καὶ ἔτος, ἐξ ἑνὸς λόγου.
因为那按顺序把生长的和产生的事物带入光明并由其自身加以检验(etazon)的东西——就像之前宙斯的名字被分为两部分,有的人叫它“泽纳”,有的人叫它“迪亚”一样——在这里,有的人称之为“尼亚乌托斯”,因为它“在自身中”,有的人则称之为“埃托斯”,因为它“检验”;而完整的解释是“在自身中检验的东西”,一个事物被分为两部分来称呼,以至于从同一个解释中产生了两名字,即“尼亚乌托斯”和 “埃托斯”。
ΕΡΜ. ἀλλὰ δῆτα, ὦ Σώκρατες, πολὺ ἐπιδίδως.
赫尔墨革涅斯:但是,确实,苏格拉底,你大有长进。
ΣΩ. πόρρω ἤδη οἶμαι φαίνομαι σοφίας ἐλαύνειν.
苏格拉底:我想,我现在看起来已经在智慧的道路上奔驰得很远了。
ΕΡΜ. πάνυ μὲν οὖν.
赫尔墨革涅斯:确实如此。
ΣΩ. τάχα μᾶλλον φήσεις.
苏格拉底:或许你很快会更这么认为。

词汇与语法注释

  1. 409aἔοικε τοίνυν κατάδηλον γενόμενον ἂν μᾶλλον εἰ τῷ Δωρικῷ τις ὀνόματι χρῷτο — 带有 `ἄν` 的分词 `γενόμενον` 作为 `ἔοικε` 的补足语,与条件从句 `εἰ... χρῷτο`(希求语气)相呼应,表示潜在的可能性。应理解为“如果有人使用……,这似乎会变得更加清楚”。
  2. 409cὅτι δὲ σέλας νέον καὶ ἕνον ἔχει ἀεί, Σελαενονεοάεια μὲν δικαιότατʼ ἂν ὀνομάτων καλοῖτο — 表示原因的 `ὅ提` 从句(“由于她总是拥有新而旧的辉光”)引出了作为主语的极端人工构词的语源性复合词 `Σελαενονεοάεια`(selas + henon + neon + aei)。`ὀνομάτων` 是部分属格,意为“在所有名字中最公正地”。
  3. 410dτὸ γὰρ τὰ φυόμενα καὶ τὰ γιγνόμενα ἐν μέρει ἕκαστον προάγον εἰς φῶς καὶ αὐτὸ ἐν αὑτῷ ἐξετάζον, τοῦτο — 以中性定冠词 `τὸ` 开始的长分词短语(`προάγον... ἐξετάζον`)以名词化的形式置于句首,并由紧随其后的指示代名词 `τοῦτο` 承接。这个 `τοῦτο` 作为主句的宾格补足语(“将这个称为……”)发挥作用,整句的骨架为“做某事之物,有人称其为A,有人称其为B”。

引用这一段

柏拉图, 克拉底鲁篇 §409-410. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg005.humanitext-grc2:409-410

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。