← プラトン

クラテュロス

§411-412

思慮や知恵と正義など徳に関する名の語源

ヘルモゲネスの要請により、ソクラテスは「思慮」や「知恵」、「正義」といった徳に関する美名の語源分析を開始し、これらが事物の絶え間ない運動や流动に基づいていることを説明する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§411

ΕΡΜ. ἀλλὰ μετὰ τοῦτο τὸ εἶδος ἔγωγε ἡδέως ἂν θεασαίμην ταῦτα τὰ καλὰ ὀνόματα τίνι ποτὲ ὀρθότητι κεῖται,1 τὰ περὶ τὴν ἀρετήν, οἷον φρόνησίς τε καὶ σύνεσις καὶ δικαιοσύνη καὶ τἆλλα τὰ τοιαῦτα πάντα. ΣΩ. ἐγείρεις μέν, ὦ ἑταῖρε, οὐ φαῦλον γένος ὀνομάτων· ὅμως δὲ ἐπειδήπερ τὴν λεοντῆν ἐνδέδυκα, οὐκ ἀποδειλιατέον ἀλλʼ ἐπισκεπτέον, ὡς ἔοικε, φρόνησιν καὶ σύνεσιν καὶ γνώμην καὶ ἐπιστήμην καὶ τἆλλα δὴ ἃ φῂς πάντα ταῦτα τὰ καλὰ ὀνόματα. ΕΡΜ. πάνυ μὲν οὖν οὐ δεῖ ἡμᾶς προαποστῆναι. ΣΩ. καὶ μήν, νὴ τὸν κύνα, δοκῶ γέ μοι οὐ κακῶς μαντεύεσθαι, ὃ καὶ νυνδὴ ἐνενόησα, ὅτι οἱ πάνυ παλαιοὶ ἄνθρωποι οἱ τιθέμενοι τὰ ὀνόματα παντὸς μᾶλλον, ὥσπερ καὶ τῶν νῦν οἱ πολλοὶ τῶν σοφῶν ὑπὸ τοῦ πυκνὰ περιστρέφεσθαι ζητοῦντες2 ὅπῃ ἔχει τὰ ὄντα εἰλιγγιῶσιν, κἄπειτα αὐτοῖς φαίνεται περιφέρεσθαι τὰ πράγματα καὶ πάντως φέρεσθαι. αἰτιῶνται δὴ οὐ τὸ ἔνδον τὸ παρὰ σφίσιν πάθος αἴτιον εἶναι3 ταύτης τῆς δόξης, ἀλλὰ αὐτὰ τὰ πράγματα οὕτω πεφυκέναι, οὐδὲν αὐτῶν μόνιμον εἶναι οὐδὲ βέβαιον, ἀλλὰ ῥεῖν καὶ φέρεσθαι καὶ μεστὰ εἶναι πάσης φορᾶς καὶ γενέσεως ἀεί. λέγω δὴ ἐννοήσας πρὸς πάντα τὰ νυνδὴ ὀνόματα. ΕΡΜ. πῶς δὴ τοῦτο, ὦ Σώκρατες; ΣΩ. οὐ κατενόησας ἴσως τὰ ἄρτι λεγόμενα ὅτι παντάπασιν ὡς φερομένοις τε καὶ ῥέουσι καὶ γιγνομένοις τοῖς πράγμασι τὰ ὀνόματα ἐπίκειται. ΕΡΜ. οὐ πάνυ ἐνεθυμήθην. ΣΩ. καὶ μὴν πρῶτον μὲν τοῦτο ὃ πρῶτον εἴπομεν παντάπασιν ὡς ἐπὶ τοιούτων ἐστίν. ΕΡΜ. τὸ ποῖον; ΣΩ. ἡ φρόνησις· φορᾶς γάρ ἐστι καὶ ῥοῦ νόησις. εἴη δʼ ἂν καὶ ὄνησιν ὑπολαβεῖν φορᾶς· ἀλλʼ οὖν περί γε τὸ φέρεσθαί ἐστιν. εἰ δὲ βούλει, ἡ γνώμη παντάπασιν δηλοῖ γονῆς σκέψιν καὶ νώμησιν· τὸ γὰρ νωμᾶν καὶ τὸ σκοπεῖν ταὐτόν. εἰ δὲ βούλει, αὐτὸ ἡ νόησις τοῦ νέου ἐστὶν ἕσις, τὸ δὲ νέα εἶναι τὰ ὄντα σημαίνει γιγνόμενα ἀεὶ εἶναι· τούτου οὖν ἐφίεσθαι τὴν ψυχὴν μηνύει τὸ ὄνομα ὁ θέμενος τὴν νεόεσιν. οὐ γὰρ νόησις τὸ ἀρχαῖον ἐκαλεῖτο, ἀλλʼ ἀντὶ τοῦ ἦτα εἶ ἔδει λέγειν δύο,4 νοέεσιν.

ヘルモゲネス:しかし、この類のあとで、私としては、徳に関するこれらの美しい名前、たとえば思慮や理解や正義、およびその他すべてのそうした名前が、一体どのような正しさに基づいて定められているのかを、喜んで見てみたいものです。 ソクラテス:友よ、君が呼び起こすのは、おろそかにできない名前の類だ。しかし、私がライオンの皮を身にまとった以上は、臆することなく、どうやら思慮や理解、判断、知識、そして君の言うその他すべてのこれらの美しい名前を検討しなければならないようだ。 ヘルモゲネス:全くその通りです、私たちは途中でやめてはなりません。 ソクラテス:いやはや、犬にかけて、私はなかなかにうまく言い当てていると思うのだ。今しがた思いついたのだが、名前を定めた極めて古代の人々は、現在の知者たちの多くがそうであるように、存在するものがどうなっているかを探求するあまり、頻繁にぐるぐる回りすぎて目がくらんでしまい、その結果、彼らには事物が回転し、あらゆる方向に動いているように見えたのだ。彼らは、この意見の原因が自分たちの内なる状態にあると責めるのではなく、事物そのものがそのように生じているのであって、それらのうち何ものもとどまることも、確固たるものであることもなく、常に流れ、動き、あらゆる運動と生成に満ちているのだと責めるのだ。私がこれを言うのは、先ほどからのすべての名前に関してそのことに気づいたからだ。 ヘルモゲネス:それはどういうことですか、ソクラテス。 ソクラテス:君は、今しがた言われた、名前というものが全くもって、動いており、流れ、生成しているものとしての事物に対して置かれている、ということに気づかなかったのだろう。 ヘルモゲネス:あまり深くは考えませんでした。 ソクラテス:だが、まず第一に、私たちが最初に挙げたこれが、全くもってそうした事柄に基づいているのだ。 ヘルモゲネス:どれのことですか。 ソクラテス:思慮だ。というのも、それは運動と流れの思考だからだ。あるいは運動の恩恵と解することもできるだろう。いずれにせよ、それは動くことに関わっている。また、もし望むなら、判断は全くもって、生まれについての探求と分配を示している。というのも、分配すると観察するは同じことだからだ。あるいは、思考それ自体は、新しいものの追求であり、存在するものが新しいということは、それらが常に生成していることを意味する。それゆえ、この名前を定めた者は、魂がこれを追い求めていることを「ネオエシス」によって示しているのだ。昔は「ノエーシス」と呼ばれていたのではなく、イータの代わりにエプシロンを二つ「ノエエシス」と言うべきだったのだから。

§412

ΣΩ. σωφροσύνη δὲ σωτηρία οὗ νυνδὴ ἐσκέμμεθα, φρονήσεως. καὶ μὴν ἥ γε ἐπιστήμη μηνύει ὡς φερομένοις τοῖς πράγμασιν ἑπομένης τῆς ψυχῆς5 τῆς ἀξίας λόγου, καὶ οὔτε ἀπολειπομένης οὔτε προθεούσης· διὸ δὴ ἐμβάλλοντας δεῖ τὸ εἶ ἑπεϊστήμην αὐτὴν ὀνομάζειν. σύνεσις δʼ αὖ οὕτω μὲν δόξειεν ἂν ὥσπερ συλλογισμὸς εἶναι, ὅταν δὲ συνιέναι λέγῃ, ταὐτὸν παντάπασιν τῷ ἐπίστασθαι συμβαίνει λεγόμενον· συμπορεύεσθαι γὰρ λέγει τὴν ψυχὴν τοῖς πράγμασι τὸ συνιέναι. ἀλλὰ μὴν ἥ γε σοφία φορᾶς ἐφάπτεσθαι σημαίνει. σκοτωδέστερον δὲ τοῦτο καὶ ξενικώτερον· ἀλλὰ δεῖ ἐκ τῶν ποιητῶν ἀναμιμνῄσκεσθαι ὅτι πολλαχοῦ λέγουσιν περὶ ὅτου ἂν τύχωσιν τῶν ἀρχομένων ταχὺ προϊέναι ἐσύθη φασίν. Λακωνικῷ δὲ ἀνδρὶ τῶν εὐδοκίμων καὶ ὄνομα ἦν Σοῦς· τὴν γὰρ ταχεῖαν ὁρμὴν οἱ Λακεδαιμόνιοι τοῦτο καλοῦσιν. ταύτης οὖν τῆς φορᾶς ἐπαφὴν σημαίνει ἡ σοφία, ὡς φερομένων τῶν ὄντων. καὶ μὴν τό γε ἀγαθόν, τοῦτο τῆς φύσεως πάσης τῷ ἀγαστῷ βούλεται τὸ ὄνομα ἐπικεῖσθαι. ἐπειδὴ γὰρ πορεύεται τὰ ὄντα, ἔνι μὲν ἄρʼ αὐτοῖς τάχος, ἔνι δὲ βραδυτής. ἔστιν οὖν οὐ πᾶν τὸ ταχὺ ἀλλὰ τὶ αὐτοῦ ἀγαστόν. τοῦ θοοῦ δὴ τῷ ἀγαστῷ αὕτη ἡ ἐπωνυμία ἐστίν, τἀγαθόν.6 δικαιοσύνη δέ, ὅτι μὲν ἐπὶ τῇ τοῦ δικαίου συνέσει τοῦτο κεῖται τὸ ὄνομα, ῥᾴδιον συμβαλεῖν· αὐτὸ δὲ τὸ δίκαιον χαλεπόν. καὶ γὰρ δὴ καὶ ἔοικε μέχρι μέν του ὁμολογεῖσθαι παρὰ πολλῶν, ἔπειτα δὲ ἀμφισβητεῖσθαι. ὅσοι γὰρ ἡγοῦνται τὸ πᾶν εἶναι ἐν πορείᾳ, τὸ μὲν πολὺ αὐτοῦ ὑπολαμβάνουσιν τοιοῦτόν τι εἶναι οἷον οὐδὲν ἄλλο ἢ χωρεῖν, διὰ δὲ τούτου παντὸς εἶναί τι διεξιόν,7 διʼ οὗ πάντα τὰ γιγνόμενα γίγνεσθαι· εἶναι δὲ τάχιστον τοῦτο καὶ λεπτότατον. οὐ γὰρ ἂν δύνασθαι ἄλλως διὰ τοῦ ὄντος ἰέναι παντός, εἰ μὴ λεπτότατόν τε ἦν ὥστε αὐτὸ μηδὲν στέγειν, καὶ τάχιστον ὥστε χρῆσθαι ὥσπερ ἑστῶσι τοῖς ἄλλοις. ἐπεὶ δʼ οὖν ἐπιτροπεύει τὰ ἄλλα πάντα διαϊόν, τοῦτο τὸ ὄνομα ἐκλήθη ὀρθῶς δίκαιον, εὐστομίας ἕνεκα τὴν τοῦ κάππα δύναμιν προσλαβόν.

ソクラテス:そして、節制は、今しがた私たちが検討した思慮の保存なのだ。また、知識が示しているのは、価値ある魂が、動いている事物に付き従い、遅れることも先走ることもないということだ。それゆえ、エプシロンとイオタを挿入して、これを「ヘペイステーメー」と呼ぶべきなのだ。他方で、理解は、一見すると、集めて考えることのようにも思えるが、「理解する」と言うときには、全くもって「知る」と同じことを言っていることになる。というのも、「理解する」は、魂が事物とともに行くことを意味しているからだ。さらに、知恵は、運動に触れることを意味している。これはいくぶん曖昧で、より異国風だが、詩人たちの言葉を思い出す必要がある。彼らは、急速に進み始めるもののうち、たまたま出会うものについて、多くの場所で「エシュテ」と言っているのだから。また、名声あるラコニア人には「シュース」という名前の者もいた。ラケダイモン人は素早い衝動のことをこのように呼ぶからだ。したがって、知恵は、存在するものが動いているものとして、この運動に触れることを意味しているのだ。また、善については、この名前はすべての自然のなかの称賛すべきものに対して置かれることを望んでいる。存在するものは進んでいくので、それらのうちには速さがあり、また遅さもある。したがって、速いもののすべてではなく、そのうちのある特定の称賛すべきものがそれなのだ。それゆえ、速いもののうちの称賛すべきものに対する名称こそが、この「タガトン」なのだ。正義については、この名前が「正しいもの」の「理解」の上に置かれているということは、容易に理解できる。しかし「正しいもの」それ自体が困難なのだ。というのも、ある点までは多くの人々の間で合意されているように思われるが、その先では異論が唱えられるからだ。というのも、宇宙全体が運動のうちにあると考える人々は、その大部分がただ進むこと以外の何ものでもないようなものであり、この全体の内部を何らかの突き抜けていくものが通過しており、それによって生じるすべてのものが生じるのだ、と想定しているからだ。そして、これが最も速く、かつ最も微細なものであるというのだ。なぜなら、それが最も微細であって何ものもそれを遮ることができず、かつ最も速くて他のものをまるで静止しているかのように扱えるのでなければ、存在するすべてのものを通り抜けて進むことはできないはずだからだ。それゆえ、それが他のすべてのものを通過しながら支配しているので、この名前は正しく「ディカイオン」と呼ばれたのだ。発音のしやすさのために、カッパの音を付け加えてね。

構文注7 件
  1. 411aτίνι ποτὲ ὀρθότητι κεῖται

    間接疑問節の主動詞 κεῖται は「置かれている、定められている」を意味し、τίνι ποτὲ ὀρθότητι は手段または基準を表す与格。

  2. 411bἀπὸ τοῦ πυκνὰ περιστρέφεσθαι ζητοῦντες

    前置詞 ἀπό と冠詞付き不定詞 περιστρέφεσθαι が原因を表し、分詞 ζητοῦντες(「探求しながら」)がその原因を補足している。

  3. 411cοὐ τὸ ἔνδον τὸ παρὰ σφίσιν πάθος αἴτιον εἶναι

    αἰτιῶνται(「〜のせいにする、非難する」)の目的語となる対格不定詞句。αἴτιον εἶναι の主語は τὸ ἔνδον τὸ παρὰ σφίσιν πάθος(「彼らの内なる状態」)であり、否定の οὐ がかかっている。

  4. 411eἀντὶ τοῦ ἦτα εἶ ἔδει λέγειν δύο

    比較・代用の前置詞 ἀντί(「〜の代わりに」)が属格の冠詞付き名詞 τοῦ ἦτα にかかり、ἔδει λέγειν の目的語が εἶ δύο(二つのエイ/エプシロン)である。

  5. 412aφερομένοις τοῖς πράγμασιν ἑπομένης τῆς ψυχῆς

    属格独立構文(genitive absolute)。ἑπομένης の主語が τῆς ψυχῆς であり、その現在分詞が與格支配の動詞 ἕπομαι(「従う」)に由来するため、φερομένοις τοῖς πράγμασιν(「動いている事物に」)が與格で添えられている。

  6. 412cτοῦ θοοῦ δὴ τῷ ἀγαστῷ αὕτη ἡ ἐπωνυμία ἐστίν, τἀγαθόν

    τοῦ θοοῦ は「速いもの」を意味する属格(性質の属格または部分属格)で、τῷ ἀγαστῷ(「称賛すべきもの」)にかかる。全体として「速いもののうちの称賛すべきものに対して、この『タガトン』という名がある」という所有の与格的表現。

  7. 412dδιὰ δὲ τούτου παντὸς εἶναί τι διεξιόν

    間接話法における不定詞 εἶναι の主語は τι διεξιόν(「通り抜ける何か」)であり、διὰ τούτου παντός がその通り抜ける対象(「この全体を貫いて」)を示す。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(14 件・最終 2026-11-15)
  • 2026-11-15 AI校閲 — 訳文 1 件
  • 2026-09-30 表記の統一 — 訳文 11 件
  • 2026-09-21 AI校閲 — 注 1 件
  • 2026-09-21 AI校閲 — 訳文 1 件
urn:cts:greekLit:tlg0059.tlg005.humanitext-grc2:411-412