Humanitext Reader

柏拉图 · 克拉底鲁篇 §405-406

阿波罗与雅典娜等诸神名字的词源

第 13 段,共 34 段 · 希腊语

内容简介

苏格拉底根据神明们的力量和属性,对阿波罗、缪斯、勒托、阿耳忒弥斯、狄奥尼索斯、阿佛洛狄忒以及雅典娜(帕拉斯)的名字展开了词源学解释。

§405ΣΩ. ἐγὼ πειράσομαι φράσαι ὅ γέ μοι φαίνεται·
苏格拉底:我来试着说说我的看法。
οὐ γὰρ ἔστιν ὅτι ἂν μᾶλλον ὄνομα ἥρμοσεν ἓν ὂν τέτταρσι δυνάμεσι ταῖς τοῦ θεοῦ, ὥστε πασῶν ἐφάπτεσθαι καὶ δηλοῦν τρόπον τινὰ μουσικήν τε καὶ μαντικὴν καὶ ἰατρικὴν καὶ τοξικήν.
因为没有任何一个单一的名字能比它更贴切地契合这位神明的四种力量,从而触及它们全部,并在某种程度上表明音乐、预言术、医术和弓术。
ΕΡΜ. λέγε δή· ἄτοπον γάρ τί μοι λέγεις τὸ ὄνομα εἶναι.
赫尔墨革涅斯:那就请说吧;因为在我看来,你所说的这个名字似乎有些奇妙。
ΣΩ. εὐάρμοστον μὲν οὖν, ἅτε μουσικοῦ ὄντος τοῦ θεοῦ.
苏格拉底:相反,它其实非常和谐,因为这位神明是精通音乐的。
πρῶτον μὲν γὰρ ἡ κάθαρσις καὶ οἱ καθαρμοὶ καὶ κατὰ τὴν ἰατρικὴν καὶ κατὰ τὴν μαντικὴν καὶ αἱ τοῖς ἰατρικοῖς φαρμάκοις καὶ αἱ τοῖς μαντικοῖς περιθειώσεις τε καὶ τὰ λουτρὰ τὰ ἐν τοῖς τοιούτοις καὶ αἱ περιρράνσεις, πάντα ἕν τι ταῦτα δύναιτʼ ἄν, καθαρὸν παρέχειν τὸν ἄνθρωπον καὶ κατὰ τὸ σῶμα καὶ κατὰ τὴν ψυχήν·
首先,无论在医术中还是在预言术中,净化和清扫仪式,以及用药剂进行的熏蒸,用预言的硫黄进行的熏蒸,以及在这些仪式中的沐浴和洒水,所有这些都具有同一种力量,即让人的肉体和灵魂都保持洁净。
ἢ οὔ;
难道不是吗?
ΕΡΜ. πάνυ μὲν οὖν.
赫尔墨革涅斯:确实如此。
ΣΩ. οὐκοῦν ὁ καθαίρων θεὸς καὶ ὁ ἀπολούων τε καὶ ἀπολύων τῶν τοιούτων κακῶν οὗτος ἂν εἴη;
苏格拉底:那么,洗净、洗涤并使我们摆脱这些恶果的净化之神,不就是这一位吗?
ΕΡΜ. πάνυ μὲν οὖν.
赫尔墨革涅斯:确实如此。
ΣΩ. κατὰ μὲν τοίνυν τὰς ἀπολύσεις τε καὶ ἀπολούσεις, ὡς ἰατρὸς ὢν τῶν τοιούτων, Ἀπολούων ἂν ὀρθῶς καλοῖτο·
苏格拉底:因此,关于解脱和洗涤,作为此类事务的医生,他被正确地称为“洗涤者”。
κατὰ δὲ τὴν μαντικὴν καὶ τὸ ἀληθές τε καὶ τὸ ἁπλοῦν— ταὐτὸν γάρ ἐστιν—ὥσπερ οὖν οἱ Θετταλοὶ καλοῦσιν αὐτόν, ὀρθότατʼ ἂν καλοῖτο· Ἄπλουν γάρ φασι πάντες Θετταλοὶ τοῦτον τὸν θεόν.
而关于预言术、真理与简单——这几者是同一回事——正如忒萨利亚人称呼他的那样,他得到了最正确的称呼;因为所有的忒萨利亚人都称这位神明为“简单者”。
διὰ δὲ τὸ ἀεὶ βολῶν ἐγκρατὴς εἶναι τοξικῇ Ἀειβάλλων ἐστίν.
又因为他在弓术中始终掌控着射击,他是“常射者”。
κατὰ δὲ τὴν μουσικὴν δεῖ ὑπολαβεῖν ὅτι τὸ ἄλφα σημαίνει πολλαχοῦ τὸ ὁμοῦ, καὶ ἐνταῦθα τὴν ὁμοῦ πόλησιν καὶ περὶ τὸν οὐρανόν, οὓς δὴ πόλους καλοῦσιν, καὶ περὶ τὴν ἐν τῇ ᾠδῇ ἁρμονίαν, ἣ δὴ συμφωνία καλεῖται, ὅτι ταῦτα πάντα, ὥς φασιν οἱ κομψοὶ περὶ μουσικὴν καὶ ἀστρονομίαν, ἁρμονίᾳ τινὶ πολεῖ ἅμα πάντα·
至于在音乐方面,必须设想阿尔法这个字母在许多地方表示“共同”,在这里它表示在天空周围——人们称之为极——的共同运行,以及歌唱中的和谐——这正是所谓的交响,因为正如那些在音乐和天文学方面精深的人所说,所有这些事物都通过某种和谐同时运行。
ἐπιστατεῖ δὲ οὗτος ὁ θεὸς τῇ ἁρμονίᾳ ὁμοπολῶν αὐτὰ πάντα καὶ κατὰ θεοὺς καὶ κατʼ ἀνθρώπους·
而这位神明主宰着和谐,在神明和人类之中使它们全部共同运行。
ὥσπερ οὖν τὸν ὁμοκέλευθον καὶ ὁμόκοιτιν ἀκόλουθον καὶ ἄκοιτιν ἐκαλέσαμεν, μεταβαλόντες ἀντὶ τοῦ ὁμο— ἀ—, οὕτω καὶ Ἀπόλλωνα ἐκαλέσαμεν ὃς ἦν ὁμοπολῶν, ἕτερον λάβδα ἐμβαλόντες, ὅτι ὁμώνυμον ἐγίγνετο τῷ χαλεπῷ ὀνόματι.
因此,正如我们将“同路人”和“同床人”在改变了“同”而代之以“阿”之后,称呼为“随从”和“配偶”一样,我们也同样称呼那位“共同运行者”为“阿波罗”,并塞入了第二个拉姆达,因为它如果不是这样,就会与那个带来毁灭的可怕名字同名。
§406ΣΩ. ὅπερ καὶ νῦν ὑποπτεύοντές τινες διὰ τὸ μὴ ὀρθῶς σκοπεῖσθαι τὴν δύναμιν τοῦ ὀνόματος φοβοῦνται αὐτὸ ὡς σημαῖνον φθοράν τινα·
苏格拉底:正是这一点,即使在今天,有些人也因为没有正确考察这个名字的力量而产生怀疑,害怕它,仿佛它预示着某种毁灭。
τὸ δὲ, ὥσπερ ἄρτι ἐλέγετο, πασῶν ἐφαπτόμενον κεῖται τῶν τοῦ θεοῦ δυνάμεων, ἁπλοῦ, ἀεὶ βάλλοντος, ἀπολούοντος, ὁμοπολοῦντος.
然而,正如刚才所说,这个名字的设立触及了这位神明的所有力量,即“简单”、“常射”、“洗涤”和“共同运行”。
τὰς δὲ Μούσας τε καὶ ὅλως τὴν μουσικὴν ἀπὸ τοῦ μῶσθαι, ὡς ἔοικεν, καὶ τῆς ζητήσεώς τε καὶ φιλοσοφίας τὸ ὄνομα τοῦτο ἐπωνόμασεν.
至于缪斯女神们,以及整个音乐,看来是源于“切望”以及探求和爱智,而命名了这个名字。
Λητὼ δὲ ἀπὸ τῆς πρᾳότητος τῆς θεοῦ, κατὰ τὸ ἐθελήμονα εἶναι ὧν ἄν τις δέηται.
勒托则是源于这位女神的温和,因为她乐意应允人们的请求。
ἴσως δὲ ὡς οἱ ξένοι καλοῦσιν— πολλοὶ γὰρ Ληθὼ καλοῦσιν—ἔοικεν οὖν πρὸς τὸ μὴ τραχὺ τοῦ ἤθους ἀλλʼ ἥμερόν τε καὶ λεῖον Ληθὼ κεκλῆσθαι ὑπὸ τῶν τοῦτο καλούντων.
但也许正如异邦人所称呼的那样——因为许多人称她为“勒托”——为了契合她那毫不粗野、反而温和而平滑的性格,她才被那些这样称呼她的人叫作“勒托”。
Ἄρτεμις δὲ διὰ τὸ ἀρτεμὲς φαίνεται καὶ τὸ κόσμιον, διὰ τὴν τῆς παρθενίας ἐπιθυμίαν· ἴσως δὲ ἀρετῆς ἵστορα τὴν θεὸν ἐκάλεσεν ὁ καλέσας, τάχα δʼ ἂν καὶ ὡς τὸν ἄροτον μισησάσης τὸν ἀνδρὸς ἐν γυναικί·
而阿耳忒弥斯似乎是因为其“健全”和“规整”,出于对贞洁的渴望;但也许命名者是将这位女神称为“美德的知晓者”,或者也可能是因为她厌恶男人在女人身上的“耕作”。
ἢ διὰ τούτων τι ἢ διὰ πάντα ταῦτα τὸ ὄνομα τοῦτο ὁ τιθέμενος ἔθετο τῇ θεῷ.
命名者正是因为这些原因中的某一个,或者因为所有这些,才把这个名字赋予了这位女神。
ΕΡΜ. τί δὲ ὁ Διόνυσός τε καὶ ἡ ἀφροδίτη ;
赫尔墨革涅斯:那狄奥尼索斯和阿佛洛狄忒呢?
ΣΩ. μεγάλα, ὦ παῖ Ἱππονίκου, ἐρωτᾷς.
苏格拉底:希波尼科斯之子啊,你问的是大问题。
ἀλλὰ ἔστι γὰρ καὶ σπουδαίως εἰρημένος ὁ τρόπος τῶν ὀνομάτων τούτοις τοῖς θεοῖς καὶ παιδικῶς.
但是,关于这些神明的名字,既有严肃的说法,也有戏谑的说法。
τὸν μὲν οὖν σπουδαῖον ἄλλους τινὰς ἐρώτα, τὸν δὲ παιδικὸν οὐδὲν κωλύει διελθεῖν· φιλοπαίσμονες γὰρ καὶ οἱ θεοί.
因此,严肃的说法你就去问别人吧,至于戏谑的说法,倒无妨谈上一谈;因为神明也喜欢开玩笑。
ὅ τε γὰρ Διόνυσος εἴη ἂν ὁ διδοὺς τὸν οἶνον Διδοίνυσος ἐν παιδιᾷ καλούμενος, οἶνος δʼ, ὅτι οἴεσθαι νοῦν ἔχειν ποιεῖ τῶν πινόντων τοὺς πολλοὺς οὐκ ἔχοντας, οἰόνους δικαιότατʼ ἂν καλούμενος.
所谓狄奥尼索斯,在戏谑中可能被称作“给予酒者”。 而酒之所以最合理地被称为“思有理智”,是因为它让大多数饮酒的、实际上没有理智的人以为自己拥有理智。
περὶ δὲ ἀφροδίτης οὐκ ἄξιον Ἡσιόδῳ ἀντιλέγειν, ἀλλὰ συγχωρεῖν ὅτι διὰ τὴν ἐκ τοῦ ἀφροῦ γένεσιν ἀφροδίτη ἐκλήθη.
至于阿佛洛狄忒,不值得去反驳赫西俄德,而应该承认,她是因为诞生于泡沫而被称呼为“阿佛洛狄忒”。
ΕΡΜ. ἀλλὰ μὴν οὐδʼ Ἀθηνᾶς Ἀθηναῖός γʼ ὤν, ὦ Σώκρατες, ἐπιλήσῃ, οὐδʼ Ἡφαίστου τε καὶ Ἄρεως.
赫尔墨革涅斯:但是,苏格拉底,作为雅典人,你绝不会忘记雅典娜,也不会忘记赫菲斯托斯和阿瑞斯。
ΣΩ. οὐδὲ εἰκός γε.
苏格拉底:确实不应该忘记。
ΕΡΜ. οὐ γάρ.
赫尔墨革涅斯:确实如此。
ΣΩ. οὐκοῦν τὸ μὲν ἕτερον ὄνομα αὐτῆς οὐ χαλεπὸν εἰπεῖν διʼ ὃ κεῖται.
苏格拉底:那么,要说出她的另一个名字是因何设立的,这并不困难。
ΕΡΜ. τὸ ποῖον;
赫尔墨革涅斯:哪个名字?
ΣΩ. Παλλάδα που αὐτὴν καλοῦμεν.
苏格拉底:我们大概称呼她为“帕拉斯”吧。
ΕΡΜ. πῶς γὰρ οὔ;
赫尔墨革涅斯:当然是这样。
ΣΩ. τοῦτο μὲν τοίνυν ἀπὸ τῆς ἐν τοῖς ὅπλοις ὀρχήσεως ἡγούμενοι τεθῆναι ὀρθῶς ἄν, ὡς ἐγᾦμαι, ἡγοίμεθα·
苏格拉底:因此,如果认为这个名字是基于身着铠甲的舞蹈而设立的,那么在我看来,我们的想法就是正确的。
τὸ γάρ που ἢ αὑτὸν ἤ τι ἄλλο μετεωρίζειν ἢ ἀπὸ τῆς γῆς ἢ ἐν ταῖς χερσὶν πάλλειν τε καὶ πάλλεσθαι καὶ ὀρχεῖν καὶ ὀρχεῖσθαι καλοῦμεν.
因为无论将自己还是将别的东西从地面抬起,或者是在双手之中抬起,我们都称之为“振动”和“被振动”,以及使之起舞和起舞。

词汇与语法注释

  1. 405aοὐ γὰρ ἔστιν ὅτι ἂν μᾶλλον ὄνομα ἥρμοσεν — 关系代名词 `ὅ提`(主格中性)以 `ὄνομα` 为先行词,构成了 `οὐκ ἔστιν ὅστις`(“不存在任何……的名字”)的否定表达。动词 `ἥρμοσεν` 带有无变化小词 `ἄν`,用以表示潜在可能性或虚拟语气。
  2. 405bπάντα ἕν τι ταῦτα δύναιτʼ ἄν, καθαρὸν παρέχειν τὸν ἄνθρωπον — 漫长的主语部(从 `ἡ κάθαρσις` 一直到 `αἱ περιρράνσεις` 的名词短语)被代词短语 `πάντα ταῦτα`(所有这些)重新总结,并作主语指向潜在动词 `δύναιτʼ ἄν`。不定式 `παρέχειν` 充当表示能力的动词的补足语,而 `καθαρὸν` 则作宾语 `τὸν ἄνθρωπον` 的宾语补足语。
  3. 405dδεῖ ὑπολαβεῖν ὅτι τὸ ἄλφα σημαίνει πολλαχοῦ τὸ ὁμοῦ... ὅτι ταῦτα πάντα... ἁρμονίᾳ τινὶ πολεῖ — 在由无人称动词 `δεῖ` 引导的带对格的不定式结构中,不定式 `ὑπολαβεῖν`(设想)带有多重嵌套的 `ὅτι` 从句。第一个 `ὅτι` 引导“阿尔法表示……”,而第二个 `ὅτι` 则作为详细解释或补充,引入了“所有这些事物都……运行”。
  4. 406bὡς τὸν ἄροτον μισησάσης τὸν ἀνδρὸς ἐν γυναικί — 带有小词 `ὡς` 的属格分词 `μισησάσης` 充当独立属格(或原因属格),其逻辑主语是文脉中省略的阿耳忒弥斯女神,表示主观原因(“由于她厌恶……”)。名词 `ἄροτος`(耕作)在此被用作男女结合的隐喻。

引用这一段

柏拉图, 克拉底鲁篇 §405-406. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg005.humanitext-grc2:405-406

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。