Humanitext Reader

柏拉图 · 克拉底鲁篇 §403-404

哈迪斯与德墨忒尔等冥界与大地神祇的词源

第 12 段,共 34 段 · 希腊语

内容简介

苏格拉底解释了波塞冬的其他词源,以及普鲁托和哈迪斯的正面词源(将其与智慧和对美德的渴望联系起来),并基于赫拉克利特的流动学说解释了德墨忒尔、赫拉和珀耳塞福涅的词源。

§403ΣΩ. τάχα δὲ οὐκ ἂν τοῦτο λέγοι, ἀλλʼ ἀντὶ τοῦ σῖγμα δύο λάβδα τὸ πρῶτον ἐλέγετο, ὡς πολλὰ εἰδότος τοῦ θεοῦ.
苏格拉底:或者,他可能不是这个意思,而是用两个拉姆达代替了西格玛,最初被说成是这样,因为这个神明无所不知。
ἴσως δὲ ἀπὸ τοῦ σείειν ὁ σείων ὠνόμασται· πρόσκειται δὲ τὸ πεῖ καὶ τὸ δέλτα.
或许它也源于“摇动”,因而被命名为“摇动者”;并且加上了字符披和德尔塔。
τὸ δὲ Πλούτωνος, τοῦτο μὲν κατὰ τὴν τοῦ πλούτου δόσιν, ὅτι ἐκ τῆς γῆς κάτωθεν ἀνίεται ὁ πλοῦτος, ἐπωνομάσθη· ὁ δὲ Ἅιδης, οἱ πολλοὶ μέν μοι δοκοῦσιν ὑπολαμβάνειν τὸ ἀιδὲς προσειρῆσθαι τῷ ὀνόματι τούτῳ, καὶ φοβούμενοι τὸ ὄνομα Πλούτωνα καλοῦσιν αὐτόν.
至于普鲁托,这个名字是根据财富的赠与而命名的,因为财富是从地底下送上来的;而关于哈迪斯,大多数人似乎认为“看不见的东西”与这个名字相关联,由于害怕这个名字,所以称他为“普鲁托”。
ΕΡΜ. σοὶ δὲ πῶς φαίνεται, ὦ Σώκρατες;
赫尔墨革涅斯:苏格拉底,那你怎么看呢?
ΣΩ. πολλαχῇ ἔμοιγε δοκοῦσιν ἅνθρωποι διημαρτηκέναι περὶ τούτου τοῦ θεοῦ τῆς δυνάμεως καὶ φοβεῖσθαι αὐτὸν οὐκ ἄξιον ὄν.
苏格拉底:在我看来,人们在这个神明的力量上有很多误解,因而去害怕那不值得害怕的事物。
ὅτι τε γάρ, ἐπειδὰν ἅπαξ τις ἡμῶν ἀποθάνῃ, ἀεὶ ἐκεῖ ἐστιν, φοβοῦνται, καὶ ὅτι ἡ ψυχὴ γυμνὴ τοῦ σώματος παρʼ ἐκεῖνον ἀπέρχεται, καὶ τοῦτο πεφόβηνται·
因为他们害怕,一旦我们中有人死去,就会永远留在那里;他们也害怕,灵魂会脱离肉体赤裸地走向那个神明。
τὰ δʼ ἐμοὶ δοκεῖ πάντα ἐς ταὐτόν τι συντείνειν, καὶ ἡ ἀρχὴ τοῦ θεοῦ καὶ τὸ ὄνομα.
但对我来说,这些似乎都指向同一个地方,包括神明的统治和他的名字。
ΕΡΜ. πῶς δή;
赫尔墨革涅斯:怎么说呢?
ΣΩ. ἐγώ σοι ἐρῶ ἅ γέ μοι φαίνεται.
苏格拉底:我会把我的想法告诉你。
εἰπὲ γάρ μοι, δεσμὸς ζῴῳ ὁτῳοῦν ὥστε μένειν ὁπουοῦν, πότερος ἰσχυρότερός ἐστιν, ἀνάγκη ἢ ἐπιθυμία;
请告诉我,对于任何动物来说,为了让它留在任何地方,强制和欲望这两种枷锁,哪一种更为强有力?
ΕΡΜ. πολὺ διαφέρει, ὦ Σώκρατες, ἡ ἐπιθυμία.
赫尔墨革涅斯:苏格拉底,欲望要强得多。
ΣΩ. οἴει οὖν τὸν Ἅιδην οὐκ ἂν πολλοὺς ἐκφεύγειν, εἰ μὴ τῷ ἰσχυροτάτῳ δεσμῷ ἔδει τοὺς ἐκεῖσε ἰόντας;
苏格拉底:那么,你认为如果不用最强有力的枷锁来束缚去往那里的人,不会有很多人逃离哈迪斯吗?
ΕΡΜ. δῆλα δή.
赫尔墨革涅斯:这当然是显然的。
ΣΩ. ἐπιθυμίᾳ ἄρα τινὶ αὐτούς, ὡς ἔοικε, δεῖ, εἴπερ τῷ μεγίστῳ δεσμῷ δεῖ, καὶ οὐκ ἀνάγκῃ.
苏格拉底:因此,既然需要用最大的枷锁,看来就必须用某种欲望而不是强制来约束他们。
ΕΡΜ. φαίνεται.
赫尔墨革涅斯:确实如此。
ΣΩ. οὐκοῦν ἐπιθυμίαι αὖ πολλαί εἰσιν;
苏格拉底:那么,欲望不也有很多种吗?
ΕΡΜ. ναί.
赫尔墨革涅斯:是的。
ΣΩ. τῇ μεγίστῃ ἄρα ἐπιθυμίᾳ τῶν ἐπιθυμιῶν δεῖ αὐτούς, εἴπερ μέλλει τῷ μεγίστῳ δεσμῷ κατέχειν.
苏格拉底:那么,如果他要用最大的枷锁来留住他们,就必须用欲望中最大的一种欲望来约束他们。
ΕΡΜ. ναί.
赫尔墨革涅斯:是的。
ΣΩ. ἔστιν οὖν τις μείζων ἐπιθυμία ἢ ὅταν τίς τῳ συνὼν οἴηται διʼ ἐκεῖνον ἔσεσθαι ἀμείνων ἀνήρ;
苏格拉底:那么,难道还有什么欲望,能大于当一个人与某人相处时,认为通过那人自己会变成更好的人吗?
ΕΡΜ. μὰ Δίʼ οὐδʼ ὁπωστιοῦν, ὦ Σώκρατες.
赫尔墨革涅斯:凭宙斯起誓,苏格拉底,绝对没有任何欲望能比这更大。
ΣΩ. διὰ ταῦτα ἄρα φῶμεν, ὦ Ἑρμόγενες, οὐδένα δεῦρο ἐθελῆσαι ἀπελθεῖν τῶν ἐκεῖθεν, οὐδὲ αὐτὰς τὰς Σειρῆνας, ἀλλὰ κατακεκηλῆσθαι ἐκείνας τε καὶ τοὺς ἄλλους πάντας·
苏格拉底:赫尔墨革涅斯啊,因此我们要说,从那里没有一个人愿意回到这里,甚至连塞壬她们自己也是如此,而是她们和所有其他人一样被完全迷住了。
οὕτω καλούς τινας, ὡς ἔοικεν, ἐπίσταται λόγους λέγειν ὁ Ἅιδης, καὶ ἔστιν, ὥς γʼ ἐκ τοῦ λόγου τούτου, ὁ θεὸς τέλεος σοφιστής τε καὶ μέγας εὐεργέτης τῶν παρʼ αὐτῷ, ὅς γε καὶ τοῖς ἐνθάδε τοσαῦτα ἀγαθὰ ἀνίησιν· οὕτω πολλὰ αὐτῷ τὰ περιόντα ἐκεῖ ἐστιν, καὶ τὸν Πλούτωνα ἀπὸ τούτου ἔσχε τὸ ὄνομα.
看来,哈迪斯知道如何说出如此美妙动听的话语,而至少根据这个论证,这个神明是一个完美的智者,也是与他在一起的人的伟大恩人,他甚至向这里的我们输送了如此多的恩惠;他在那里的积蓄是如此丰厚,普鲁托也正是因此而得名的。
§404ΣΩ. καὶ τὸ αὖ μὴ ἐθέλειν συνεῖναι τοῖς ἀνθρώποις ἔχουσι τὰ σώματα, ἀλλὰ τότε συγγίγνεσθαι, ἐπειδὰν ἡ ψυχὴ καθαρὰ ᾖ πάντων τῶν περὶ τὸ σῶμα κακῶν καὶ ἐπιθυμιῶν, οὐ φιλοσόφου δοκεῖ σοι εἶναι καὶ εὖ ἐντεθυμημένου ὅτι οὕτω μὲν ἂν κατέχοι αὐτοὺς δήσας τῇ περὶ ἀρετὴν ἐπιθυμίᾳ, ἔχοντας δὲ τὴν τοῦ σώματος πτοίησιν καὶ μανίαν οὐδʼ ἂν ὁ Κρόνος δύναιτο ὁ πατὴρ συγκατέχειν αὑτῷ ἐν τοῖς δεσμοῖς δήσας τοῖς αὐτοῦ λεγομένοις;
苏格拉底:此外,他不愿与拥有肉体的人类相处,而只在灵魂洗净了所有关于肉体的恶和欲望之后才与他们交往,这难道不让你觉得他是一位爱智者,并且深谋远虑地想到,只有这样他才能通过将他们束缚在对美德的欲望中来留住他们,而如果他们有着肉体的狂躁和疯狂,即使是他的父亲克洛诺斯也无法用他自己的那些著名枷锁把他们束缚在自己身边吗?
ΕΡΜ. κινδυνεύεις τὶ λέγειν, ὦ Σώκρατες.
赫尔墨革涅斯:苏格拉底,你说的很有道理。
ΣΩ. καὶ τό γε ὄνομα ὁ Ἅιδης, ὦ Ἑρμόγενες, πολλοῦ δεῖ ἀπὸ τοῦ ἀιδοῦς ἐπωνομάσθαι, ἀλλὰ πολὺ μᾶλλον ἀπὸ τοῦ πάντα τὰ καλὰ εἰδέναι, ἀπὸ τούτου ὑπὸ τοῦ νομοθέτου Ἅιδης ἐκλήθη.
苏格拉底:而且哈迪斯这个名字,赫尔墨革涅斯,决不是源于“看不见的东西”,而更像是源于“知晓一切美好事物”,立法者正是基于这一点称他为“哈迪斯”。
ΕΡΜ. εἶεν· τί δὲ Δήμητρά τε καὶ Ἥραν καὶ Ἀπόλλω καὶ Ἀθηνᾶν καὶ Ἥφαιστον καὶ Ἄρη καὶ τοὺς ἄλλους θεούς, πῶς λέγομεν;
赫尔墨革涅斯:好吧;那德墨忒尔、赫拉、阿波罗、雅典娜、赫菲斯托斯、阿瑞斯以及其他神明,我们该怎么说呢?
ΣΩ. Δημήτηρ μὲν φαίνεται κατὰ τὴν δόσιν τῆς ἐδωδῆς διδοῦσα ὡς μήτηρ Δημήτηρ κεκλῆσθαι, Ἥρα δὲ ἐρατή τις, ὥσπερ οὖν καὶ λέγεται ὁ Ζεὺς αὐτῆς ἐρασθεὶς ἔχειν.
苏格拉底:德墨忒尔似乎是因为提供食物的赠与,像母亲一样给予,而被称呼为“德墨忒尔”;赫拉则是可爱的存在,正如人们所说,宙斯爱上并娶了她。
ἴσως δὲ μετεωρολογῶν ὁ νομοθέτης τὸν ἀέρα Ἥραν ὠνόμασεν ἐπικρυπτόμενος, θεὶς τὴν ἀρχὴν ἐπὶ τελευτήν· γνοίης δʼ ἄν, εἰ πολλάκις λέγοις τὸ τῆς Ἥρας ὄνομα.
但也许立法者是从天象学的角度,隐晦地将空气命名为“赫拉”,把开头和结尾调换了位置;如果你多次念诵赫拉的名字,你就会明白这一点。
Φερρέφαττα δέ· πολλοὶ μὲν καὶ τοῦτο φοβοῦνται τὸ ὄνομα καὶ τὸν Ἀπόλλω, ὑπὸ ἀπειρίας, ὡς ἔοικεν, ὀνομάτων ὀρθότητος.
至于斐瑞法塔:许多人因为不熟悉名字的正确性,也同样害怕这个名字和阿波罗。
καὶ γὰρ μεταβάλλοντες σκοποῦνται τὴν Φερσεφόνην, καὶ δεινὸν αὐτοῖς φαίνεται· τὸ δὲ μηνύει σοφὴν εἶναι τὴν θεόν.
因为他们改变了读音去考察“珀耳塞福涅”,这在他们看来就很可怕;但这个名字其实表明这位女神是智慧的。
ἅτε γὰρ φερομένων τῶν πραγμάτων τὸ ἐφαπτόμενον καὶ ἐπαφῶν καὶ δυνάμενον ἐπακολουθεῖν σοφία ἂν εἴη.
因为在事物处于流动的状态中,那触及、接触并能够跟随它的,必定是智慧。
Φερέπαφα οὖν διὰ τὴν σοφίαν καὶ τὴν ἐπαφὴν τοῦ φερομένου ἡ θεὸς ἂν ὀρθῶς καλοῖτο, ἢ τοιοῦτόν τι—διʼ ὅπερ καὶ σύνεστιν αὐτῇ ὁ Ἅιδης σοφὸς ὤν, διότι τοιαύτη ἐστίν—νῦν δὲ αὐτῆς ἐκκλίνουσι τὸ ὄνομα εὐστομίαν περὶ πλείονος ποιούμενοι τῆς ἀληθείας, ὥστε Φερρέφατταν αὐτὴν καλεῖν.
因此,由于智慧以及对流动物的接触,这位女神理应被正确地称为“斐瑞帕法”或类似的名称——这也正是聪明的哈迪斯因为她具有这样的品质而与她在一起的原因——但现在人们避开这个名字,为了发音好听而忽视了真实,所以称她为“斐瑞法塔”。
ταὐτὸν δὲ καὶ περὶ τὸν Ἀπόλλω, ὅπερ λέγω, πολλοὶ πεφόβηνται περὶ τὸ ὄνομα τοῦ θεοῦ, ὥς τι δεινὸν μηνύοντος· ἢ οὐκ ᾔσθησαι;
关于阿波罗,正如我所说,也是一样,许多人害怕这个神的名字,仿佛它预示着什么可怕的事情;你难道没有注意到吗?
ΕΡΜ. πάνυ μὲν οὖν, καὶ ἀληθῆ λέγεις.
赫尔墨革涅斯:确实如此,你说的很对。
ΣΩ. τὸ δέ γʼ ἐστίν, ὡς ἐμοὶ δοκεῖ, κάλλιστα κείμενον πρὸς τὴν δύναμιν τοῦ θεοῦ.
苏格拉底:但在我看来,这个名字是针对该神的力量而定得最美妙的。
ΕΡΜ. πῶς δή;
赫尔墨革涅斯:怎么说呢?

词汇与语法注释

  1. 403aὡς πολλὰ εἰδότος τοῦ θεοῦ — 带有连词 ὡς 的属格绝对结构(genitive absolute),表示主观原因(“因为该神明无所不知”)。
  2. 403cοὐκ ἂν πολλοὺς ἐκφεύγειν, εἰ μὴ... ἔδει — 间接引语中的不定式(充当 οἴει 的宾语),代表与事实相反条件句的归结句:οὐκ ἂν ... ἐκφεύγειν 对应于带有 ἄν 的直陈式过去时,与条件从句 εἰ μὴ ... ἔδει 搭配,表示与当前或一般事实相反的假设。
  3. 404aοὐ φιλοσόφου δοκεῖ σοι εἶναι — 表征属格(characteristic genitive)用作表语,意为“属于爱智者(哲学家)的特征”或“适合于哲学家”。
  4. 404cθεὶς τὴν ἀρχὴν ἐπὶ τελευτήν — 修饰主句动词 ὠνόμασεν 的方式或手段状语分词,指代字母置换的操作(将单词 ἀήρ 的开头字母放到末尾以构成 Ἥρα)。

引用这一段

柏拉图, 克拉底鲁篇 §403-404. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg005.humanitext-grc2:403-404

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。