← プラトン

クラテュロス

§405-406

アポロンやアテナなど諸神の名の語源

ソクラテスが、アポロン、ミューズ、レト、アルテミス、ディオニュソス、アフロディテ、アテナ(パラス)の名前について、それらの神々の力や性質に基づいた語源論的解釈を展開する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§405

ΣΩ. ἐγὼ πειράσομαι φράσαι ὅ γέ μοι φαίνεται· οὐ γὰρ ἔστιν ὅτι ἂν μᾶλλον ὄνομα ἥρμοσεν1 ἓν ὂν τέτταρσι δυνάμεσι ταῖς τοῦ θεοῦ, ὥστε πασῶν ἐφάπτεσθαι καὶ δηλοῦν τρόπον τινὰ μουσικήν τε καὶ μαντικὴν καὶ ἰατρικὴν καὶ τοξικήν. ΕΡΜ. λέγε δή· ἄτοπον γάρ τί μοι λέγεις τὸ ὄνομα εἶναι. ΣΩ. εὐάρμοστον μὲν οὖν, ἅτε μουσικοῦ ὄντος τοῦ θεοῦ. πρῶτον μὲν γὰρ ἡ κάθαρσις καὶ οἱ καθαρμοὶ καὶ κατὰ τὴν ἰατρικὴν καὶ κατὰ τὴν μαντικὴν καὶ αἱ τοῖς ἰατρικοῖς φαρμάκοις καὶ αἱ τοῖς μαντικοῖς περιθειώσεις τε καὶ τὰ λουτρὰ τὰ ἐν τοῖς τοιούτοις καὶ αἱ περιρράνσεις, πάντα ἕν τι ταῦτα δύναιτʼ ἄν, καθαρὸν παρέχειν τὸν ἄνθρωπον2 καὶ κατὰ τὸ σῶμα καὶ κατὰ τὴν ψυχήν· ἢ οὔ; ΕΡΜ. πάνυ μὲν οὖν. ΣΩ. οὐκοῦν ὁ καθαίρων θεὸς καὶ ὁ ἀπολούων τε καὶ ἀπολύων τῶν τοιούτων κακῶν οὗτος ἂν εἴη; ΕΡΜ. πάνυ μὲν οὖν. ΣΩ. κατὰ μὲν τοίνυν τὰς ἀπολύσεις τε καὶ ἀπολούσεις, ὡς ἰατρὸς ὢν τῶν τοιούτων, Ἀπολούων ἂν ὀρθῶς καλοῖτο· κατὰ δὲ τὴν μαντικὴν καὶ τὸ ἀληθές τε καὶ τὸ ἁπλοῦν— ταὐτὸν γάρ ἐστιν—ὥσπερ οὖν οἱ Θετταλοὶ καλοῦσιν αὐτόν, ὀρθότατʼ ἂν καλοῖτο· Ἄπλουν γάρ φασι πάντες Θετταλοὶ τοῦτον τὸν θεόν. διὰ δὲ τὸ ἀεὶ βολῶν ἐγκρατὴς εἶναι τοξικῇ Ἀειβάλλων ἐστίν. κατὰ δὲ τὴν μουσικὴν δεῖ ὑπολαβεῖν ὅτι τὸ ἄλφα σημαίνει πολλαχοῦ τὸ ὁμοῦ, καὶ ἐνταῦθα τὴν ὁμοῦ πόλησιν καὶ περὶ τὸν οὐρανόν, οὓς δὴ πόλους καλοῦσιν, καὶ περὶ τὴν ἐν τῇ ᾠδῇ ἁρμονίαν, ἣ δὴ συμφωνία καλεῖται, ὅτι ταῦτα πάντα, ὥς φασιν οἱ κομψοὶ περὶ μουσικὴν καὶ ἀστρονομίαν, ἁρμονίᾳ τινὶ πολεῖ3 ἅμα πάντα· ἐπιστατεῖ δὲ οὗτος ὁ θεὸς τῇ ἁρμονίᾳ ὁμοπολῶν αὐτὰ πάντα καὶ κατὰ θεοὺς καὶ κατʼ ἀνθρώπους· ὥσπερ οὖν τὸν ὁμοκέλευθον καὶ ὁμόκοιτιν ἀκόλουθον καὶ ἄκοιτιν ἐκαλέσαμεν, μεταβαλόντες ἀντὶ τοῦ ὁμο— ἀ—, οὕτω καὶ Ἀπόλλωνα ἐκαλέσαμεν ὃς ἦν ὁμοπολῶν, ἕτερον λάβδα ἐμβαλόντες, ὅτι ὁμώνυμον ἐγίγνετο τῷ χαλεπῷ ὀνόματι.

ソクラテス:私は、自分に思われるところを語ってみよう。というのも、神の四つの力にこれほどよく合致し、それらすべてに触れ、ある意味で音楽、予言術、医術、弓術を示している名前は、単一のものとしては他にはあり得ないからだ。 ヘルモゲネス:ぜひ言ってください。その名前が何か奇妙なものであるかのように、君は言っておられますから。 ソクラテス:いやむしろ、この神が音楽の神であるだけに、実によく調和しているのだ。まず第一に、医術においても予言術においても、浄化や清めの儀式、また医薬による燻蒸や予言の硫黄燻蒸、そのような際に行われる入浴や散水はすべて、魂においても肉体においても人間を清らかに保つという、一つのことへと力を発揮しているのではないかね。 ヘルモゲネス:全くその通りです。 ソクラテス:そうすると、清める神であり、また洗い流し、そのような悪から解放する神とは、彼のことではないかね。 ヘルモゲネス:全くその通りです。 ソクラテス:それゆえ、解放や洗い流しに関しては、そのようなことの医者として、彼は正しくは「洗い流す者」と呼ばれるだろう。また、予言術と真実および単純さ――これらは同じことなのだが――に関しては、まさにテッサリア人が彼を呼ぶように、極めて正しく呼ばれるだろう。というのも、テッサリア人は皆、この神を「単純な者」と呼ぶからだ。そして、弓術において常に矢を放つ力を持っていることから、彼は「常に射る者」である。また、音楽に関しては、アルファという文字が多くの場所で「共に」を意味することを想定しなければならない。そしてここでも、天の周り――それこそが極と呼ばれているのだが――における共同の運行と、歌における調和――これはまさに交響と呼ばれている――において、音楽や天文学に通じた洗練された人々が言うように、これらすべてがある種の調和をもって同時に共に運行しているのだ。そして、この神は神々の間でも人間の間でも、これらすべてを共に運行させながら、この調和を主宰している。したがって、私たちが「同じ道を歩む者」や「寝床を共にする者」を、「共に」の代わりに「ア」に変えて、「従者」や「妻」と呼んだように、「共に運行する者」であった彼のことも、私たちは「アポロン」と呼んだのだ。もう一つのラムダを挿入したのは、そうしなければ「破滅させる者」という不吉な名前と同音異義語になってしまうからだ。

§406

ΣΩ. ὅπερ καὶ νῦν ὑποπτεύοντές τινες διὰ τὸ μὴ ὀρθῶς σκοπεῖσθαι τὴν δύναμιν τοῦ ὀνόματος φοβοῦνται αὐτὸ ὡς σημαῖνον φθοράν τινα· τὸ δὲ, ὥσπερ ἄρτι ἐλέγετο, πασῶν ἐφαπτόμενον κεῖται τῶν τοῦ θεοῦ δυνάμεων, ἁπλοῦ, ἀεὶ βάλλοντος, ἀπολούοντος, ὁμοπολοῦντος. τὰς δὲ Μούσας τε καὶ ὅλως τὴν μουσικὴν ἀπὸ τοῦ μῶσθαι, ὡς ἔοικεν, καὶ τῆς ζητήσεώς τε καὶ φιλοσοφίας τὸ ὄνομα τοῦτο ἐπωνόμασεν. Λητὼ δὲ ἀπὸ τῆς πρᾳότητος τῆς θεοῦ, κατὰ τὸ ἐθελήμονα εἶναι ὧν ἄν τις δέηται. ἴσως δὲ ὡς οἱ ξένοι καλοῦσιν— πολλοὶ γὰρ Ληθὼ καλοῦσιν—ἔοικεν οὖν πρὸς τὸ μὴ τραχὺ τοῦ ἤθους ἀλλʼ ἥμερόν τε καὶ λεῖον Ληθὼ κεκλῆσθαι ὑπὸ τῶν τοῦτο καλούντων. Ἄρτεμις δὲ διὰ τὸ ἀρτεμὲς φαίνεται καὶ τὸ κόσμιον, διὰ τὴν τῆς παρθενίας ἐπιθυμίαν· ἴσως δὲ ἀρετῆς ἵστορα τὴν θεὸν ἐκάλεσεν ὁ καλέσας, τάχα δʼ ἂν καὶ ὡς τὸν ἄροτον μισησάσης τὸν ἀνδρὸς ἐν γυναικί·4 ἢ διὰ τούτων τι ἢ διὰ πάντα ταῦτα τὸ ὄνομα τοῦτο ὁ τιθέμενος ἔθετο τῇ θεῷ. ΕΡΜ. τί δὲ ὁ Διόνυσός τε καὶ ἡ ἀφροδίτη; ΣΩ. μεγάλα, ὦ παῖ Ἱππονίκου, ἐρωτᾷς. ἀλλὰ ἔστι γὰρ καὶ σπουδαίως εἰρημένος ὁ τρόπος τῶν ὀνομάτων τούτοις τοῖς θεοῖς καὶ παιδικῶς. τὸν μὲν οὖν σπουδαῖον ἄλλους τινὰς ἐρώτα, τὸν δὲ παιδικὸν οὐδὲν κωλύει διελθεῖν· φιλοπαίσμονες γὰρ καὶ οἱ θεοί. ὅ τε γὰρ Διόνυσος εἴη ἂν ὁ διδοὺς τὸν οἶνον Διδοίνυσος ἐν παιδιᾷ καλούμενος, οἶνος δʼ, ὅτι οἴεσθαι νοῦν ἔχειν ποιεῖ τῶν πινόντων τοὺς πολλοὺς οὐκ ἔχοντας, οἰόνους δικαιότατʼ ἂν καλούμενος. περὶ δὲ ἀφροδίτης οὐκ ἄξιον Ἡσιόδῳ ἀντιλέγειν, ἀλλὰ συγχωρεῖν ὅτι διὰ τὴν ἐκ τοῦ ἀφροῦ γένεσιν ἀφροδίτη ἐκλήθη. ΕΡΜ. ἀλλὰ μὴν οὐδʼ Ἀθηνᾶς Ἀθηναῖός γʼ ὤν, ὦ Σώκρατες, ἐπιλήσῃ, οὐδʼ Ἡφαίστου τε καὶ Ἄρεως. ΣΩ. οὐδὲ εἰκός γε. ΕΡΜ. οὐ γάρ. ΣΩ. οὐκοῦν τὸ μὲν ἕτερον ὄνομα αὐτῆς οὐ χαλεπὸν εἰπεῖν διʼ ὃ κεῖται. ΕΡΜ. τὸ ποῖον; ΣΩ. Παλλάδα που αὐτὴν καλοῦμεν. ΕΡΜ. πῶς γὰρ οὔ; ΣΩ. τοῦτο μὲν τοίνυν ἀπὸ τῆς ἐν τοῖς ὅπλοις ὀρχήσεως ἡγούμενοι τεθῆναι ὀρθῶς ἄν, ὡς ἐγᾦμαι, ἡγοίμεθα· τὸ γάρ που ἢ αὑτὸν ἤ τι ἄλλο μετεωρίζειν ἢ ἀπὸ τῆς γῆς ἢ ἐν ταῖς χερσὶν πάλλειν τε καὶ πάλλεσθαι καὶ ὀρχεῖν καὶ ὀρχεῖσθαι καλοῦμεν.

ソクラテス:まさにこの点を、現在でも一部の人々は名前の力を正しく考察しないがゆえに疑い、何らかの破滅を意味しているかのように恐れているのだ。しかし、この名前は、先ほど言われたように、この神のすべての力、すなわち「単純さ」、「常に射ること」、「洗い流すこと」、「共に運行すること」に触れるように定められているのだ。そして、ミューズたち、ひいては音楽全般については、どうやら「切望すること」や、探求および愛知に由来して、この名前が名付けられたようだ。レトについては、この女神の温和さに由来し、誰かが求めるものに対して寛容であることに基づいている。あるいは、外国の人々が呼ぶように――多くの人が「レトー」と呼んでいるのだが――彼女の性格が荒々しくなく、温和で滑らかであることにちなんで、そう呼ぶ人々によって「レトー」と名付けられたかのようだ。アルテミスについては、処女への強い切望から、彼女の「無傷で健全なこと」や「秩序正しいこと」に由来するように思われる。あるいは、この名付け親は、彼女を徳を知る者としてそう呼んだのかもしれない。もしかしたら、女性における男性の「耕作」を嫌悪した者としてそう呼んだのかもしれない。名付け親は、これらの理由のいずれか、あるいはそのすべてに由来して、この名前を女神に与えたのだ。 ヘルモゲネス:では、ディオニュソスとアフロディテについてはどうでしょうか。 ソクラテス:ヒッポニコスの子よ、重大な質問をするね。だが、これらの神々の名前のあり方には、厳粛な語り方と戯れに満ちた語り方の両方があるのだ。だから、厳粛な方については他の誰かに尋ねておくれ。だが、戯れの方については語るのを妨げるものは何もない。神々もまた戯れを好むものだからだ。というのも、ディオニュソスとは、戯れにおいて「ワインをくれる者」と呼ばれるものであるかもしれない。そして、ワインについては、それを飲む多くの分別のない者たちに、あたかも分別を持っているかのように思わせるものであることから、「思わせる分別」と名付けられるのが最も正しいだろう。また、アフロディテについては、ヘシオドスに異議を唱えるのは適当ではなく、むしろ泡からの誕生に由来して「アフロディテ」と名付けられたのだと認めるのがよい。 ヘルモゲネス:ですが、ソクラテス、アテナイ人である以上、アテナを忘れることはないでしょうし、ヘパイストスやアレスも忘れないでしょう。 ソクラテス:忘れるはずもないね。 ヘルモゲネス:そうですね。 ソクラテス:では、彼女のもう一つの名前がどのような理由で定められているかを語ることは難しくない。 ヘルモゲネス:それは何ですか。 ソクラテス:私たちは彼女を「パラス」と呼んでいるね。 ヘルモゲネス:ええ、もちろんそうです。 ソクラテス:したがって、この名前が武具を身にまとっての踊りに由来して定められたと考えるならば、私の思うに、私たちは正しく考えることになるだろう。というのも、自分自身や何か他のものを、地面からであれ、あるいは両手の中でであれ、高く持ち上げたり、「跳ね動かすこと」、「跳ね動かされること」、あるいは踊らせること、踊ることを私たちはそのように呼ぶからだ。

構文注4 件
  1. 405οὐ γὰρ ἔστιν ὅτι ἂν μᾶλλον ὄνομα ἥρμοσεν

    関係代名詞 ὅτι(主格中性)が ὄνομα を先行詞とし、οὐκ ἔστιν ὅστις の二重否定的な表現(「〜するようなものは存在しない」)を構成している。動詞 ἥρμοσεν は無変化辞 ἄν を伴い、反実仮想または潜在的な可能を表す。

  2. 405bπάντα ἕν τι ταῦτα δύναιτʼ ἄν, καθαρὸν παρέχειν τὸν ἄνθρωπον

    長い主部(ἡ κάθαρσις から αἱ περιρράνσεις までの名詞句)を、πάντα ταῦτα(これらすべて)という代名詞でまとめ直し、δύναιτʼ ἄν(〜の能力があるだろう)に係る構造。不定詞 παρέχειν は δύναμαι の補文で、「人間を清らかな状態(καθαρὸν)に保つ(提供する)」という意味になる。

  3. 405cδεῖ ὑπολαβεῖν ὅτι τὸ ἄλφα σημαίνει πολλαχοῦ τὸ ὁμοῦ... ὅτι ταῦτα πάντα... ἁρμονίᾳ τινὶ πολεῖ

    非人称動詞 δεῖ(〜しなければならない)に導かれる対格不定詞構文において、不定詞 ὑπολαβεῖν(想定すること)の目的語となる ὅτι 節が入れ子構造を作っている。最初の ὅτι は「アルファが……を意味すること」を導き、二つ目の ὅτι はその内容の理由あるいは詳細な説明として「これらすべてが……運行していること」を繰り返して導入している。

  4. 406bὡς τὸν ἄροτον μισησάσης τὸν ἀνδρὸς ἐν γυναικί

    小辞 ὡς を伴う分詞属格 μισησάσης は、文脈上省略されている女神アルテミス(女性単数)を論理上の主語とする独立属格(あるいは原因の属格)であり、「彼女が……を嫌悪したからという理由で」という主観的理由を表す。名詞 ἄροτος(耕作)は、男女の交わりのメタファーとして用いられている。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(1 件・最終 2026-11-15)
  • 2026-11-15 AI校閲 — 注 1 件
urn:cts:greekLit:tlg0059.tlg005.humanitext-grc2:405-406