§407ΕΡΜ. πάνυ μὲν οὖν.
赫尔墨革涅斯:确实如此。
ΣΩ.
Παλλάδα
μὲν τοίνυν ταύτῃ.
苏格拉底:因此,基于这一理由,她是“帕拉斯”。
ΕΡΜ. καὶ ὀρθῶς γε.
赫尔墨革涅斯:而且非常正确。
ἀλλὰ δὴ τὸ ἕτερον πῶς λέγεις;
但是,关于另一个名字,你又怎么看呢?
ΣΩ. τὸ τῆς Ἀθηνᾶς;
苏格拉底:阿雅娜的名字吗?
ΕΡΜ. ναί.
赫尔墨革涅斯:是的。
ΣΩ. τοῦτο ἐμβριθέστερον, ὦ φίλε.
苏格拉底:这个名字更庄严,我的朋友。
ἐοίκασι δὴ καὶ οἱ παλαιοὶ τὴν Ἀθηνᾶν νομίζειν ὥσπερ οἱ νῦν περὶ Ὅμηρον δεινοί.
看来古人对阿雅娜的看法,也正像现在那些精通荷马的人一样。
καὶ γὰρ τούτων οἱ πολλοὶ ἐξηγούμενοι τὸν ποιητήν φασι τὴν Ἀθηνᾶν αὐτὸν νοῦν τε καὶ διάνοιαν πεποιηκέναι, καὶ ὁ τὰ ὀνόματα ποιῶν ἔοικε τοιοῦτόν τι περὶ αὐτῆς διανοεῖσθαι, ἔτι δὲ μειζόνως λέγων θεοῦ νόησιν ὡσπερεὶ λέγει ὅτι
ἁ θεονόα
ἐστὶν αὕτη, τῷ ἄλφα ξενικῶς ἀντὶ τοῦ ἦτα χρησάμενος καὶ τὸ ἰῶτα καὶ τὸ σῖγμα ἀφελών.
因为这些人中大多数在解释这位诗人时,都说他把阿雅娜塑造成了“理智”和“心智”,而名字的创设者似乎也对她有着类似的看法,并且以更宏大的方式将其称为“神的思考”,仿佛是在说她就是“神的精神”,其间他以外国方式用阿尔法代替了艾塔,并去掉了约塔和西格玛。
ἴσως δὲ οὐδὲ ταύτῃ, ἀλλʼ ὡς τὰ θεῖα νοούσης αὐτῆς διαφερόντως τῶν ἄλλων
Θεονόην
ἐκάλεσεν.
但也许并非以此方式,而是因为她比其他人更杰出地理解神圣的事物,因而他称她为“神之思”。
οὐδὲν δὲ ἀπέχει καὶ τὴν ἐν τῷ ἤθει νόησιν ὡς οὖσαν τὴν θεὸν ταύτην
Ἠθονόην
μὲν βούλεσθαι προσειπεῖν· παραγαγὼν δὲ ἢ αὐτὸς ἤ τινες ὕστερον ἐπὶ τὸ κάλλιον ὡς ᾤοντο,
Ἀθηνάαν
ἐκάλεσαν.
又或者,将这位女神称为“性情之思”也并无不可,即视其为性情中的理智;但无论他自己还是后人,为了使其听起来更美,就像他们所想的那样,将其歪曲并称呼她为“阿雅娜阿”。
ΕΡΜ. τί δὲ δὴ τὸν Ἥφαιστον, πῇ λέγεις;
赫尔墨革涅斯:那么赫菲斯托斯呢,你又怎么看?
ΣΩ. ἦ τὸν γενναῖον τὸν
φάεος ἵστορα
ἐρωτᾷς;
苏格拉底:你是在问那位高贵的“光之知晓者”吗?
ΕΡΜ. ἔοικα.
赫尔墨革涅斯:似乎是的。
ΣΩ. οὐκοῦν οὗτος μὲν παντὶ δῆλος
Φαῖστος
ὤν, τὸ ἦτα προσελκυσάμενος;
苏格拉底:那么,他通过拉入艾塔而成为“斐斯托斯”,这难道不是对所有人显而易见的吗?
ΕΡΜ. κινδυνεύει, ἐὰν μή πῄ σοι, ὡς ἔοικεν, ἔτι ἄλλῃ δόξῃ.
赫尔墨革涅斯:很有可能,除非看来你还有别的想法。
ΣΩ. ἀλλʼ ἵνα μὴ δόξῃ, τὸν Ἄρη ἐρώτα.
苏格拉底:那么,为了不显得有别的想法,请问关于阿瑞斯的事吧。
ΕΡΜ. ἐρωτῶ.
赫尔墨革涅斯:那我问了。
ΣΩ. οὐκοῦν, εἰ μὲν βούλει, κατὰ τὸ ἄρρεν τε καὶ κατὰ τὸ ἀνδρεῖον
Ἄρης
ἂν εἴη· εἰ δʼ αὖ κατὰ τὸ σκληρόν τε καὶ ἀμετάστροφον, ὃ δὴ
ἄρρατον
καλεῖται, καὶ ταύτῃ ἂν πανταχῇ πολεμικῷ θεῷ πρέποι
Ἄρη
καλεῖσθαι.
苏格拉底:那么,如果你愿意,基于“男性”和“勇敢”,他就是“阿瑞斯”;但如果另一方面基于“坚硬”和“不折”,即所谓的“不破”,从这方面来看,对于一位战争之神而言,在任何方面被称为“阿瑞斯”都是合适的。
ΕΡΜ. πάνυ μὲν οὖν.
赫尔墨革涅斯:确实如此。
ΣΩ. ἐκ μὲν οὖν τῶν θεῶν πρὸς θεῶν ἀπαλλαγῶμεν, ὡς ἐγὼ δέδοικα περὶ αὐτῶν διαλέγεσθαι·
苏格立底:那么,看在神的分上,让我们离神的事远一点吧,因为我害怕讨论他们。
περὶ δὲ ἄλλων ὧν τινων βούλει προβαλλέ μοι,
ὄφρα ἴδηαι οἷοι
Εὐθύφρονος
ἵπποι.
不过,关于其他任何你想要的事,都可以向我提出,“好让你看看尤西弗罗的马是怎样的”。
ΕΡΜ. ἀλλὰ ποιήσω ταῦτα, ἔτι γε ἓν ἐρόμενός σε περὶ Ἑρμοῦ, ἐπειδή με καὶ οὔ φησιν Κρατύλος Ἑρμογένη εἶναι.
赫尔墨革涅斯:我会这样做的,但还要问你一件关于赫尔墨斯的事,因为克拉底鲁说我根本不是赫尔墨革涅斯。
πειρώμεθα οὖν τὸν
Ἑρμῆν
σκέψασθαι τί καὶ νοεῖ τὸ ὄνομα, ἵνα καὶ εἰδῶμεν εἰ τὶ ὅδε λέγει.
那么,让我们试着考察一下赫尔墨斯,看看这个名字究竟意味着什么,好让我们也知道他所说的是否有几分道理。
§408ΣΩ. ἀλλὰ μὴν τοῦτό γε ἔοικε περὶ λόγον τι εἶναι ὁ
Ἑρμῆς,
καὶ τὸ ἑρμηνέα εἶναι καὶ τὸ ἄγγελον καὶ τὸ κλοπικόν τε καὶ τὸ ἀπατηλὸν ἐν λόγοις καὶ τὸ ἀγοραστικόν, περὶ λόγου δύναμίν ἐστιν πᾶσα αὕτη ἡ πραγματεία·
苏格拉底:但是,这个赫尔墨斯似乎确实与言辞有关。 因为作为解释者、使者,以及在言辞中进行盗窃和欺骗,乃至进行交易,所有这些活动都关乎言辞的力量。
ὅπερ οὖν καὶ ἐν τοῖς πρόσθεν ἐλέγομεν, τὸ
εἴρειν
λόγου χρεία ἐστί, τὸ δέ, οἷον καὶ Ὅμηρος πολλαχοῦ λέγει,
ἐμήσατό
φησιν, τοῦτο δὲ μηχανήσασθαί ἐστιν.
正如我们先前所说,“讲述”是言辞的使用,而荷马在许多地方所说的“筹划”就是设计。
ἐξ ἀμφοτέρων οὖν τούτων τὸν τὸ λέγειν τε καὶ τὸν λόγον μησάμενον—τὸ δὲ λέγειν δή ἐστιν εἴρειν—τοῦτον τὸν θεὸν ὡσπερεὶ ἐπιτάττει ἡμῖν ὁ νομοθέτης· ὦ ἄνθρωποι, ὃς τὸ εἴρειν ἐμήσατο, δικαίως ἂν καλοῖτο ὑπὸ ὑμῶν εἰρέμης
·
因此,立法者从这两个方面出发,关于那个筹划了讲述和言辞的人(而讲述确实就是“讲述”),仿佛是在命令我们说:“人们啊,那个筹划了讲述的人,理应被你们称为‘艾雷梅斯’。
νῦν δὲ ἡμεῖς, ὡς οἰόμεθα, καλλωπίζοντες τὸ ὄνομα
Ἑρμῆν
καλοῦμεν.
”但现在我们,正如我们所认为的,为了美化这个名字,称他为“赫尔墨斯”。
ΕΡΜ. νὴ τὸν Δία, εὖ ἄρα μοι δοκεῖ Κρατύλος λέγειν τὸ ἐμὲ μὴ εἶναι Ἑρμογένη· οὔκουν εὐμήχανός γέ εἰμι λόγου.
赫尔墨革涅斯:以宙斯之名,看来克拉底鲁说我不是赫尔墨革涅斯确实是正确的;因为我在言辞上绝不是一个善于筹划的人。
ΣΩ. καὶ τό γε τὸν Πᾶνα τοῦ Ἑρμοῦ εἶναι ὑὸν διφυῆ ἔχει τὸ εἰκός, ὦ ἑταῖρε.
苏格拉底:而且,潘是赫尔墨斯的具有双重性质的儿子,这也是非常合乎情理的,我的同伴。
ΕΡΜ. πῶς δή;
赫尔墨革涅斯:怎么说?
ΣΩ. οἶσθα ὅτι ὁ λόγος τὸ πᾶν σημαίνει καὶ κυκλεῖ καὶ πολεῖ ἀεί, καὶ ἔστι διπλοῦς, ἀληθής τε καὶ ψευδής.
苏格拉底:你清楚言辞意味着“全部”,并且始终旋转和运行,而且是双重的,既有真实也有虚假。
ΕΡΜ. πάνυ γε.
赫尔墨革涅斯:确实如此。
ΣΩ. οὐκοῦν τὸ μὲν ἀληθὲς αὐτοῦ λεῖον καὶ θεῖον καὶ ἄνω οἰκοῦν ἐν τοῖς θεοῖς, τὸ δὲ ψεῦδος κάτω ἐν τοῖς πολλοῖς τῶν ἀνθρώπων καὶ τραχὺ καὶ τραγικόν·
苏格拉底:那么,它真实的部分是平滑的、神圣的,居住在上面的众神之中;而虚假的部分则在下面的凡夫俗子之中,是粗糙的和悲剧的(山羊般的)。
ἐνταῦθα γὰρ πλεῖστοι οἱ μῦθοί τε καὶ τὰ ψεύδη ἐστίν, περὶ τὸν τραγικὸν βίον.
因为绝大多数神话和谎言都在这里,围绕着悲剧的生活。
ΕΡΜ. πάνυ γε.
赫尔墨革涅斯:确实如此。
ΣΩ. ὀρθῶς ἄρʼ ἂν ὁ πᾶν μηνύων καὶ ἀεὶ πολῶν
Πὰν αἰπόλος
εἴη, διφυὴς Ἑρμοῦ ὑός, τὰ μὲν ἄνωθεν λεῖος, τὰ δὲ κάτωθεν τραχὺς καὶ τραγοειδής.
苏格拉底:因此,那个宣告全部、始终运行的人,理所当然就是“牧羊人潘”,他是赫尔墨斯具有双重性质的儿子,其上部是平滑的,而下部是粗糙的、呈山羊状的。
καὶ ἔστιν ἤτοι λόγος ἢ λόγου ἀδελφὸς ὁ Πάν, εἴπερ Ἑρμοῦ ὑός ἐστιν· ἀδελφῷ δὲ ἐοικέναι ἀδελφὸν οὐδὲν θαυμαστόν.
潘要么就是言辞本身,要么是言辞的兄弟,如果他确实是赫尔墨斯的儿子的话;而兄弟长得像兄弟,这没有什么可奇怪的。
ἀλλʼ ὅπερ ἐγὼ ἔλεγον, ὦ μακάριε, ἀπαλλαγῶμεν ἐκ τῶν θεῶν.
但是,正如我所说,幸福的人啊,让我们离神的事远一点吧。
ΕΡΜ. τῶν γε τοιούτων, ὦ Σώκρατες, εἰ βούλει.
赫尔墨革涅斯:如果是这类神明,苏格拉底,如果你愿意的话,我们就不谈了。
περὶ τῶν τοιῶνδε δὲ τί σε κωλύει διελθεῖν, οἷον ἡλίου τε καὶ σελήνης καὶ ἄστρων καὶ γῆς καὶ αἰθέρος καὶ ἀέρος καὶ πυρὸς καὶ ὕδατος καὶ ὡρῶν καὶ ἐνιαυτοῦ;
但是,关于这方面的事,又有什么能阻止你讨论呢? 比如太阳、月亮、星辰、大地、以太、空气、火、水、季节和年?
ΣΩ. συχνὰ μέν μοι προστάττεις, ὅμως δέ, εἴπερ σοι κεχαρισμένον ἔσται, ἐθέλω.
苏格拉底:你给我的任务可真多,不过,如果你喜欢的话,我愿意。
ΕΡΜ. καὶ μὴν χαριῇ.
赫尔墨革涅斯:这确实是一件令人高兴的事。
ΣΩ. τί δὴ οὖν πρῶτον βούλει;
苏格拉底:那么,你首先想要什么?
ἢ ὥσπερ εἶπες τὸν ἥλιον διέλθωμεν;
是要像你所说的那样,我们来讨论太阳吗?
ΕΡΜ. πάνυ γε.
赫尔墨革涅斯:确实如此。