§396ΣΩ. φαίνεται δὲ καὶ τῷ πατρὶ αὐτοῦ λεγομένῳ τῷ Διὶ παγκάλως τὸ ὄνομα κεῖσθαι· ἔστι δὲ οὐ ῥᾴδιον κατανοῆσαι.
苏格拉底:而对于他被称为宙斯的父亲而言,这个名字似乎也确立得极美;但要理解它并不容易。
ἀτεχνῶς γάρ ἐστιν οἷον λόγος τὸ τοῦ Διὸς ὄνομα, διελόντες δὲ αὐτὸ διχῇ οἱ μὲν τῷ ἑτέρῳ μέρει, οἱ δὲ τῷ ἑτέρῳ χρώμεθα— οἱ μὲν γὰρ
Ζῆνα,
οἱ δὲ
Δία
καλοῦσιν—συντιθέμενα δʼ εἰς ἓν δηλοῖ τὴν φύσιν τοῦ θεοῦ, ὃ δὴ προσήκειν φαμὲν ὀνόματι οἵῳ τε εἶναι ἀπεργάζεσθαι.
因为宙斯的名字简直就像是一种言论,我们把它一分为二,有的人使用其中的一部分,有的人使用另一部分——因为有些人称他为“泽纳”,有些人称他为“迪亚”——但当它们合二为一时,就表明了这位神明的本性,这正是我们所说名字应该能够做到的。
οὐ γὰρ ἔστιν ἡμῖν καὶ τοῖς ἄλλοις πᾶσιν ὅστις ἐστὶν αἴτιος μᾶλλον τοῦ ζῆν ἢ ὁ ἄρχων τε καὶ βασιλεὺς τῶν πάντων.
因为对于我们和所有其他人来说,没有谁比万物的统治者和国王更能够成为生命的因由了。
συμβαίνει οὖν ὀρθῶς ὀνομάζεσθαι οὗτος ὁ θεὸς εἶναι, διʼ ὃν ζῆν ἀεὶ πᾶσι τοῖς ζῶσιν ὑπάρχει·
因此,这位神明被正确地命名为,他是所有活着的东西得以始终拥有生命(生存)的源头。
διείληπται δὲ δίχα, ὥσπερ λέγω, ἓν ὂν τὸ ὄνομα, τῷ
Διὶ
καὶ τῷ
Ζηνί.
但是,正如我所说,这个名字虽为一个,却被分成了两个部分,即“迪亚”和“泽纳”。
τοῦτον δὲ Κρόνου ὑὸν ὑβριστικὸν μὲν ἄν τις δόξειεν εἶναι ἀκούσαντι ἐξαίφνης, εὔλογον δὲ μεγάλης τινὸς διανοίας ἔκγονον εἶναι τὸν Δία· κόρον γὰρ σημαίνει οὐ παῖδα, ἀλλὰ τὸ καθαρὸν αὐτοῦ καὶ ἀκήρατον τοῦ νοῦ.
至于说他是克洛诺斯的儿子,听到的人可能会突然觉得这是在侮辱神明,但宙斯是某种伟大思想的后代,这是合乎情理的;因为“科洛斯”指的不是孩子,而是指他理智的纯洁和无瑕。
ἔστι δὲ οὗτος Οὐρανοῦ ὑός, ὡς λόγος· ἡ δὲ αὖ ἐς τὸ ἄνω ὄψις καλῶς ἔχει τοῦτο τὸ ὄνομα καλεῖσθαι,
οὐρανία,
ὁρῶσα τὰ ἄνω, ὅθεν δὴ καί φασιν, ὦ Ἑρμόγενες, τὸν καθαρὸν νοῦν παραγίγνεσθαι οἱ μετεωρολόγοι, καὶ τῷ οὐρανῷ ὀρθῶς τὸ ὄνομα κεῖσθαι·
根据传说,他是乌拉诺斯的儿子;另一方面,向上看正适合用这个名字来称呼, “乌拉尼亚”,看着上面的事物,埃尔莫革涅斯啊,气象学家们正因此说纯洁的理智来自那里。 因此,天这个名字也被正确地确立了。
εἰ δʼ ἐμεμνήμην τὴν Ἡσιόδου γενεαλογίαν, τίνας ἔτι τοὺς ἀνωτέρω προγόνους λέγει τούτων, οὐκ ἂν ἐπαυόμην διεξιὼν ὡς ὀρθῶς αὐτοῖς τὰ ὀνόματα κεῖται, ἕως ἀπεπειράθην τῆς σοφίας ταυτησὶ τί ποιήσει, εἰ ἄρα ἀπερεῖ ἢ οὔ, ἣ ἐμοὶ ἐξαίφνης νῦν οὑτωσὶ προσπέπτωκεν ἄρτι οὐκ οἶδʼ ὁπόθεν.
如果我记得赫西俄德的谱系,记得他把这些更古老的祖先说成是谁,我就不会停止一一阐述他们的名字是如何被正确确立的,直到我试出这突如其来的智慧究竟能做些什么,它是否会精疲力竭——这智慧刚才不知从何处突然降临到了我身上。
ΕΡΜ. καὶ μὲν δή, ὦ Σώκρατες, ἀτεχνῶς γέ μοι δοκεῖς ὥσπερ οἱ ἐνθουσιῶντες ἐξαίφνης χρησμῳδεῖν.
赫尔墨革涅斯:确实,苏格拉底,你看起来简直就像那些被神附身的人一样,突然在发布神谕。
ΣΩ. καὶ αἰτιῶμαί γε, ὦ Ἑρμόγενες, μάλιστα αὐτὴν ἀπὸ Εὐθύφρονος τοῦ Προσπαλτίου προσπεπτωκέναι μοι·
苏格拉底:是的,赫尔墨革涅斯,我最怀疑这智慧是从普罗斯帕尔塔的欧堤弗罗那里降临到我身上的。
ἕωθεν γὰρ πολλὰ αὐτῷ συνῆ καὶ παρεῖχον τὰ ὦτα.
因为从清晨起,我就和他在一起很久,并且洗耳恭听。
κινδυνεύει οὖν ἐνθουσιῶν οὐ μόνον τὰ ὦτά μου ἐμπλῆσαι τῆς δαιμονίας σοφίας, ἀλλὰ καὶ τῆς ψυχῆς ἐπειλῆφθαι.
因此,他很可能在神魂颠倒中,不仅用神圣的智慧填满了我的耳朵,甚至还夺走了我的灵魂。
δοκεῖ οὖν μοι χρῆναι οὑτωσὶ ἡμᾶς ποιῆσαι· τὸ μὲν τήμερον εἶναι χρήσασθαι αὐτῇ καὶ τὰ λοιπὰ περὶ τῶν ὀνομάτων ἐπισκέψασθαι, αὔριον δέ, ἂν καὶ ὑμῖν συνδοκῇ, ἀποδιοπομπησόμεθά τε αὐτὴν καὶ καθαρούμεθα ἐξευρόντες ὅστις τὰ τοιαῦτα δεινὸς καθαίρειν, εἴτε τῶν ἱερέων τις εἴτε τῶν σοφιστῶν.
所以,在我看来我们应该这样做:今天就使用它,并考察关于名字的其余部分;但是明天,如果你们也同意,我们将把它驱逐出去,并且通过找到某个擅长驱邪、净化的人来清洁我们自己,无论是神官中的一位还是智者中的一位。
§397ΕΡΜ. ἀλλʼ ἐγὼ μὲν συγχωρῶ·
赫尔墨革涅斯:我同意。
πάνυ γὰρ ἂν ἡδέως τὰ ἐπίλοιπα περὶ τῶν ὀνομάτων ἀκούσαιμι.
因为我非常乐意听听关于名字的其余部分。
ΣΩ. ἀλλὰ χρὴ οὕτω ποιεῖν.
苏格拉底:确实必须这样做。
πόθεν οὖν βούλει ἀρξώμεθα διασκοποῦντες, ἐπειδήπερ εἰς τύπον τινὰ ἐμβεβήκαμεν, ἵνα εἰδῶμεν εἰ ἄρα ἡμῖν ἐπιμαρτυρήσει αὐτὰ τὰ ὀνόματα μὴ πάνυ ἀπὸ τοῦ αὐτομάτου οὕτως ἕκαστα κεῖσθαι, ἀλλʼ ἔχειν τινὰ ὀρθότητα;
那么,既然我们已经进入了某种框架,你想让我们从哪里开始研究呢? 以便我们可以看到名字本身是否会向我们证实,它们每一个并不是完全由于偶然被确立的,而是具有某种正确性。
τὰ μὲν οὖν τῶν ἡρώων καὶ ἀνθρώπων λεγόμενα ὀνόματα ἴσως ἂν ἡμᾶς ἐξαπατήσειεν· πολλὰ μὲν γὰρ αὐτῶν κεῖται κατὰ προγόνων ἐπωνυμίας, οὐδὲν προσῆκον ἐνίοις, ὥσπερ κατʼ ἀρχὰς ἐλέγομεν, πολλὰ δὲ ὥσπερ εὐχόμενοι τίθενται, οἷον
Εὐτυχίδην
καὶ
Σωσίαν
καὶ
Θεόφιλον
καὶ ἄλλα πολλά.
关于英雄和人类被称呼的名字,也许会欺骗我们;因为正如我们开头所说,他们中的许多名字是根据祖先的称呼确立的,对某些人来说完全不合适;许多名字就像是许愿而起的,比如“欧堤希德斯”、“索西阿斯”、“提奥菲洛斯”和许多其他名字。
τὰ μὲν οὖν τοιαῦτα δοκεῖ μοι χρῆναι ἐᾶν· εἰκὸς δὲ μάλιστα ἡμᾶς εὑρεῖν τὰ ὀρθῶς κείμενα περὶ τὰ ἀεὶ ὄντα καὶ πεφυκότα.
因此,这些名字在我看来应该搁置不理;我们最有可能找到那些在始终存在且本性使然的事物上被正确确立的名字。
ἐσπουδάσθαι γὰρ ἐνταῦθα μάλιστα πρέπει τὴν θέσιν τῶν ὀνομάτων· ἴσως δʼ ἔνια αὐτῶν καὶ ὑπὸ θειοτέρας δυνάμεως ἢ τῆς τῶν ἀνθρώπων ἐτέθη.
因为在这里名字的确立必然受到了最认真的对待;也许其中有一些也是由比人类更神圣的力量所确立的。
ΕΡΜ. δοκεῖς μοι καλῶς λέγειν, ὦ Σώκρατες.
赫尔墨革涅斯:苏格拉底,你似乎说得很对。
ΣΩ. ἆρʼ οὖν οὐ δίκαιον ἀπὸ τῶν θεῶν ἄρχεσθαι, σκοπουμένους πῇ ποτε αὐτὸ τοῦτο τὸ ὄνομα οἱ
θεοὶ
ὀρθῶς ἐκλήθησαν;
苏格拉底:那么,从神明开始,考察“神明”这个名字本身是如何被正确称呼的,难道不是理所当然的吗?
ΕΡΜ. εἰκός γε.
赫尔墨革涅斯:确实如此。
ΣΩ. τοιόνδε τοίνυν ἔγωγε ὑποπτεύω· φαίνονταί μοι οἱ πρῶτοι τῶν ἀνθρώπων τῶν περὶ τὴν Ἑλλάδα τούτους μόνους ἡγεῖσθαι οὕσπερ νῦν πολλοὶ τῶν βαρβάρων, ἥλιον καὶ σελήνην καὶ γῆν καὶ ἄστρα καὶ οὐρανόν· ἅτε οὖν αὐτὰ ὁρῶντες πάντα ἀεὶ ἰόντα δρόμῳ καὶ θέοντα, ἀπὸ ταύτης τῆς φύσεως τῆς τοῦ δαήμονες
θεοὺς
αὐτοὺς ἐπονομάσαι· ὕστερον δὲ κατανοοῦντες τοὺς ἄλλους πάντας ἤδη τούτῳ τῷ ὀνόματι προσαγορεύειν.
苏格拉底:那么,我推测是这样的:希腊地区的第一批人,似乎像现在的许多蛮族一样,只把太阳、月亮、大地、星星和天空视为神明;因为他们看到它们都在不停地奔驰和运转,便根据这种奔驰的本性,称它们为“神明”;但后来,当他们理解了所有其他神明时,就已经用这个名字来称呼他们了。
ἔοικέ τι ὃ λέγω τῷ ἀληθεῖ ἢ οὐδέν;
我所说的话是有些接近真理,还是完全不接近?
ΕΡΜ. πάνυ μὲν οὖν ἔοικεν.
赫尔墨革涅斯:确实非常接近。
ΣΩ. τί οὖν ἂν μετὰ τοῦτο σκοποῖμεν;
苏格拉底:那么,在这之后我们应该考察什么?
ΕΡΜ. δῆλον δὴ ὅτι δαίμονας.
赫尔墨革涅斯:显然是精灵。
ΣΩ. καὶ ὡς ἀληθῶς, ὦ Ἑρμόγενες, τί ἄν ποτε νοοῖ τὸ ὄνομα οἱ
δαίμονες
;
苏格拉底:说真的,赫尔墨革涅斯,“精灵”这个名字到底是什么意思?
σκέψαι ἄν τί σοι δόξω εἰπεῖν.
想想看你是否会赞同我所说的话。
ΕΡΜ. λέγε μόνον.
赫尔墨革涅斯:请讲就是了。
ΣΩ. οἶσθα οὖν τίνας φησὶν Ἡσίοδος εἶναι τοὺς δαίμονας;
苏格拉底:那么,你知道赫西俄德说精灵是谁吗?
ΕΡΜ. οὐκ ἐννοῶ.
赫尔墨革涅斯:我想不起来。
ΣΩ. οὐδὲ ὅτι χρυσοῦν γένος τὸ πρῶτόν φησιν γενέσθαι τῶν ἀνθρώπων;
苏格拉底:你难道不知道,他说人类最初产生的是黄金的一代吗?
ΕΡΜ. οἶδα τοῦτό γε.
赫尔墨革涅斯:这我知道。