§394ΣΩ. οὐκοῦν καὶ περὶ βασιλέως ὁ αὐτὸς λόγος;
苏格拉底:那么,关于国王不也是同样的道理吗?
ἔσται γάρ ποτε ἐκ βασιλέως βασιλεύς, καὶ ἐξ ἀγαθοῦ ἀγαθός, καὶ ἐκ καλοῦ καλός, καὶ τἆλλα πάντα οὕτως, ἐξ ἑκάστου γένους ἕτερον τοιοῦτον ἔκγονον, ἐὰν μὴ τέρας γίγνηται· κλητέον δὴ ταὐτὰ ὀνόματα.
因为,除非生出怪物,否则有时候国王会生出国王,善人会生出善人,美者会生出美者,其他所有事物也是如此,每个属都会生出另一个如此的后代;因此必须赋予它们相同的名字。
ποικίλλειν δὲ ἔξεστι ταῖς συλλαβαῖς, ὥστε δόξαι ἂν τῷ ἰδιωτικῶς ἔχοντι ἕτερα εἶναι ἀλλήλων τὰ αὐτὰ ὄντα· ὥσπερ ἡμῖν τὰ τῶν ἰατρῶν φάρμακα χρώμασιν καὶ ὀσμαῖς πεποικιλμένα ἄλλα φαίνεται τὰ αὐτὰ ὄντα, τῷ δέ γε ἰατρῷ, ἅτε τὴν δύναμιν τῶν φαρμάκων σκοπουμένῳ, τὰ αὐτὰ φαίνεται, καὶ οὐκ ἐκπλήττεται ὑπὸ τῶν προσόντων.
但是,我们可以改变它们的音节,以至于在没有专业知识的外行看来,它们虽然相同,却显得彼此不同;就像对我们来说,医生的药物因颜色和气味的不同而被多样化,虽然是同一种药,看起来却不同,而在医生看来,因为他观察的是药物的效能,它们显得是相同的,他不会被附加之物所迷惑。
οὕτω δὲ ἴσως καὶ ὁ ἐπιστάμενος περὶ ὀνομάτων τὴν δύναμιν αὐτῶν σκοπεῖ, καὶ οὐκ ἐκπλήττεται εἴ τι πρόσκειται γράμμα ἢ μετάκειται ἢ ἀφῄρηται, ἢ καὶ ἐν ἄλλοις παντάπασιν γράμμασίν ἐστιν ἡ τοῦ ὀνόματος δύναμις.
同样,懂得名字的人也许会观察它们的力量,即使添加、对调或删除了某个字母,或者名字的力量完全存在于不同的字母中,他也不会感到迷惑。
ὥσπερ ὃ νυνδὴ ἐλέγομεν,
Ἀστυάναξ
τε καὶ
Ἕκτωρ
οὐδὲν τῶν αὐτῶν γραμμάτων ἔχει πλὴν τοῦ ταῦ, ἀλλʼ ὅμως ταὐτὸν σημαίνει.
正如我们刚才所说, “阿斯提阿纳克斯”和“赫克托耳”除了字母塔乌之外,没有任何相同的字母,但它们仍然意味着相同的事情。
καὶ
Ἀρχέπολίς
γε τῶν μὲν γραμμάτων τί ἐπικοινωνεῖ;
而“阿耳刻波利斯”在字母上有什么共同点呢?
δηλοῖ δὲ ὅμως τὸ αὐτό·
然而它却表明了相同的意思。
καὶ ἄλλα πολλά ἐστιν ἃ οὐδὲν ἀλλʼ ἢ βασιλέα σημαίνει· καὶ ἄλλα γε αὖ στρατηγόν, οἷον
Ἆγις
καὶ
Πολέμαρχος
καὶ
Εὐπόλεμος
.
还有许多其他名字,除了表示“国王”之外别无他意;还有一些表示“将军”,例如“阿吉斯”、“波勒马耳科斯”和“欧波勒摩斯”。
καὶ ἰατρικά γε ἕτερα,
Ἰατροκλῆς
καὶ
Ἀκεσίμβροτος
·
还有其他关于医学的名字,如“伊亚特罗克勒斯”和“阿克斯因布罗托斯”。
καὶ ἕτερα ἂν ἴσως συχνὰ εὕροιμεν ταῖς μὲν συλλαβαῖς καὶ τοῖς γράμμασι διαφωνοῦντα, τῇ δὲ δυνάμει ταὐτὸν φθεγγόμενα.
我们也许还能找到许多其他在音节和字母上不同、但在力量上发音相同的名字。
φαίνεται οὕτως ἢ οὔ;
看起来是这样,还是不是?
ΕΡΜ. πάνυ μὲν οὖν.
赫尔墨革涅斯:完全是这样。
ΣΩ. τοῖς μὲν δὴ κατὰ φύσιν γιγνομένοις τὰ αὐτὰ ἀποδοτέον ὀνόματα.
苏格拉底:那么,对于那些按照自然本性出生的人,应该赋予相同的名字。
ΕΡΜ. πάνυ γε.
赫尔墨革涅斯:确实如此。
ΣΩ. τί δὲ τοῖς παρὰ φύσιν, οἳ ἂν ἐν τέρατος εἴδει γένωνται;
苏格拉底:但是,对于那些反自然、以怪物形式出生的人又该如何呢?
οἷον ὅταν ἐξ ἀνδρὸς ἀγαθοῦ καὶ θεοσεβοῦς ἀσεβὴς γένηται, ἆρʼ οὐχ ὥσπερ ἐν τοῖς ἔμπροσθεν, κἂν ἵππος βοὸς ἔκγονον τέκῃ, οὐ τοῦ τεκόντος δήπου ἔδει τὴν ἐπωνυμίαν ἔχειν, ἀλλὰ τοῦ γένους οὗ εἴη;
例如,当一个不敬虔的人从一个善良且敬畏神明的人那里出生时,难道不应该像前面所说的那样,如果马生下了牛的后代,那它当然不应该带有生育它的母亲的名字,而应该带有它所属的那个属的名字吗?
ΕΡΜ. πάνυ γε.
赫尔墨革涅斯:确实如此。
ΣΩ. καὶ τῷ ἐκ τοῦ εὐσεβοῦς ἄρα γενομένῳ ἀσεβεῖ τὸ τοῦ γένους ὄνομα ἀποδοτέον.
苏格拉底:因此,对于从虔诚者那里出生的不敬虔者,也必须赋予他所属属的名字。
ΕΡΜ. ἔστι ταῦτα.
赫尔墨革涅斯:是这样的。
ΣΩ. οὐ
Θεόφιλον,
ὡς ἔοικεν, οὐδὲ
Μνησίθεον
οὐδὲ τῶν τοιούτων οὐδέν· ἀλλʼ ὅτι τἀναντία τούτοις σημαίνει, ἐάνπερ τῆς ὀρθότητος τυγχάνῃ τὰ ὀνόματα.
苏格拉底:看来他不应该被称为“提奥菲洛斯”,也不应该被称为“姆内西提奥斯”,或任何此类名字;而是,如果名字要达到正确性,就应该是一个意味着与这些名字相反的名字。
ΕΡΜ. παντός γε μᾶλλον, ὦ Σώκρατες.
赫尔墨革涅斯:最确实不过了,苏格拉底。
ΣΩ. ὥσπερ γε καὶ ὁ
Ὀρέστης,
ὦ Ἑρμόγενες, κινδυνεύει ὀρθῶς ἔχειν, εἴτε τις τύχη ἔθετο αὐτῷ τὸ ὄνομα εἴτε καὶ ποιητής τις, τὸ θηριῶδες τῆς φύσεως καὶ τὸ ἄγριον αὐτοῦ καὶ τὸ ὀρεινὸν ἐνδεικνύμενος τῷ ὀνόματι.
苏格拉底:赫尔墨革涅斯啊,正如“奥勒斯忒斯”也一样,无论是某种运气还是某位诗人给他起了这个名字,通过这个名字表明了他性格中兽一般的、狂暴的和山野一般的本性,这很可能是正确的。
§395ΕΡΜ. φαίνεται οὕτως, ὦ Σώκρατες.
赫尔墨革涅斯:苏格拉底,看起来是这样。
ΣΩ. ἔοικεν δέ γε καὶ τῷ πατρὶ αὐτοῦ κατὰ φύσιν τὸ ὄνομα εἶναι.
苏格拉底:而且他父亲的名字似乎也是符合自然本性的。
ΕΡΜ. φαίνεται.
赫尔墨革涅斯:看起来是。
ΣΩ. κινδυνεύει γὰρ τοιοῦτός τις εἶναι ὁ
Ἀγαμέμνων,
οἷος ἃ δόξειεν αὐτῷ διαπονεῖσθαι καὶ καρτερεῖν τέλος ἐπιτιθεὶς τοῖς δόξασι διʼ ἀρετήν.
苏格拉底:因为“阿伽门农”很可能是这样的人:他会为了美德而努力完成并坚持到底他认为对的事情。
σημεῖον δὲ αὐτοῦ ἡ ἐν Τροίᾳ μονὴ τοῦ πάθους τε καὶ καρτερίας.
而这方面的证据就是他在特洛伊以耐心和坚忍的留驻。
ὅτι οὖν ἀγαστὸς κατὰ τὴν ἐπιμονὴν οὗτος ὁ ἀνὴρ ἐνσημαίνει τὸ ὄνομα ὁ
Ἀγαμέμνων.
因此,“阿伽门农”这个名字表明,此人因其持久的坚持而令人钦佩。
ἴσως δὲ καὶ ὁ
Ἀτρεὺς
ὀρθῶς ἔχει.
也许“阿特柔斯”也是正确的。
ὅ τε γὰρ τοῦ Χρυσίππου αὐτῷ φόνος καὶ ἃ πρὸς τὸν Θυέστην ὡς ὠμὰ διεπράττετο, πάντα ταῦτα ζημιώδη καὶ ἀτηρὰ πρὸς ἀρετήν.
因为他杀害克律西波斯以及他对丢埃斯忒斯所做的残暴行径,这一切对美德而言都是有害的和毁灭性的。
ἡ οὖν τοῦ ὀνόματος ἐπωνυμία σμικρὸν παρακλίνει καὶ ἐπικεκάλυπται, ὥστε μὴ πᾶσι δηλοῦν τὴν φύσιν τοῦ ἀνδρός· τοῖς δʼ ἐπαΐουσι περὶ ὀνομάτων ἱκανῶς δηλοῖ ὃ βούλεται ὁ
Ἀτρεύς.
因此,这个名字的称呼稍微有些偏离和遮掩,以至于没有向所有人显明这个人的本性;但对于懂得名字的人来说,“阿特柔斯”充分表明了它想要表达的意思。
καὶ γὰρ κατὰ τὸ ἀτειρὲς καὶ κατὰ τὸ ἄτρεστον καὶ κατὰ τὸ ἀτηρὸν πανταχῇ ὀρθῶς αὐτῷ τὸ ὄνομα κεῖται.
因为无论根据顽强、无畏还是毁灭性,这个名字在各方面对他而言都是正确确立的。
δοκεῖ δέ μοι καὶ τῷ Πέλοπι τὸ ὄνομα ἐμμέτρως κεῖσθαι· σημαίνει γὰρ τοῦτο τὸ ὄνομα τὸν τὰ ἐγγὺς ὁρῶντα.
在我看来,“珀罗普斯”这个名字也是适度确立的;因为这个名字意味着看近处的人。
ΕΡΜ. πῶς δή;
赫尔墨革涅斯:这是怎么说的?
ΣΩ. οἷόν που καὶ κατʼ ἐκείνου λέγεται τοῦ ἀνδρὸς ἐν τῷ τοῦ Μυρτίλου φόνῳ οὐδὲν οἵου τε γενέσθαι προνοηθῆναι οὐδὲ προϊδεῖν τῶν πόρρω τῶν εἰς τὸ πᾶν γένος, ὅσης αὐτὸ δυστυχίας ἐνεπίμπλη, τὸ ἐγγὺς μόνον ὁρῶν καὶ τὸ παραχρῆμα—τοῦτο δʼ ἐστὶ
πέλας
—ἡνίκα προεθυμεῖτο λαβεῖν παντὶ τρόπῳ τὸν τῆς Ἱπποδαμείας γάμον.
苏格拉底:大抵是指在杀害米尔提洛斯这件事上,那个人被说成完全无法预见或预料到涉及他整个家族的遥远事情,无法预见这会给他带来多么大的灾祸,而只看到近处和眼前的事情——这也就是“佩拉斯”——当时他急于以一切方式获得与希波达墨亚的婚姻。
τῷ δὲ Ταντάλῳ καὶ πᾶς ἂν ἡγήσαιτο τοὔνομα ὀρθῶς καὶ κατὰ φύσιν τεθῆναι εἰ ἀληθῆ τὰ περὶ αὐτὸν λεγόμενα.
至于“坦塔罗斯”,如果关于他的传说是真实的,所有人都会认为这个名字是正确且符合自然确立的。
ΕΡΜ. τὰ ποῖα ταῦτα;
赫尔墨革涅斯:是些什么样的事呢?
ΣΩ. ἅ τέ που ἔτι ζῶντι δυστυχήματα ἐγένετο πολλὰ καὶ δεινά, ὧν καὶ τέλος ἡ πατρὶς αὐτοῦ ὅλη ἀνετράπετο, καὶ τελευτήσαντι ἐν Ἅιδου ἡ ὑπὲρ τῆς κεφαλῆς τοῦ λίθου ταλαντεία θαυμαστὴ ὡς σύμφωνος τῷ ὀνόματι· καὶ ἀτεχνῶς ἔοικεν, ὥσπερ ἂν εἴ τις βουλόμενος ταλάντατον ὀνομάσαι ἀποκρυπτόμενος ὀνομάσειε καὶ εἴποι ἀντʼ ἐκείνου
Τάνταλον,
τοιοῦτόν τι καὶ τούτῳ τὸ ὄνομα ἔοικεν ἐκπορίσαι ἡ τύχη τῆς φήμης.
苏格拉底:包括他活着的时候发生的许多可怕的不幸,其结果是他整个祖国都被颠覆了,以及死后在冥府里,他头顶上的岩石悬空摇摆(塔兰泰亚),这与他的名字惊人地一致;简直就像有人想称呼他为“塔兰塔托斯”,但为了隐蔽起见,改称他为“坦塔罗斯”一样;命运似乎根据他的名声为他提供了这样一个名字。