§398ΣΩ. λέγει τοίνυν περὶ αὐτοῦ—
"
αὐτὰρ ἐπειδὴ τοῦτο γένος κατὰ μοῖρʼ ἐκάλυψεν,
"
"
οἱ μὲν δαίμονες ἁγνοὶ ὑποχθόνιοι καλέονται,
ἐσθλοί, ἀλεξίκακοι, φύλακες θνητῶν ἀνθρώπων.
苏格拉底:那么,他关于它这样说: “然而,当命运覆掩了这一代人,” “他们便被称为地下神圣的精灵,高尚,御除灾祸,凡人人类的守护者。
"
ΕΡΜ. τί οὖν δή;
” 赫尔墨革涅斯:这到底是什么意思?
ΣΩ. ὅτι οἶμαι ἐγὼ λέγειν αὐτὸν τὸ χρυσοῦν γένος οὐκ ἐκ χρυσοῦ πεφυκὸς ἀλλʼ ἀγαθόν τε καὶ καλόν.
苏格拉底:我的意思是,我认为他说黄金一代并非由黄金生成,而是善良且美好的。
τεκμήριον δέ μοί ἐστιν ὅτι καὶ ἡμᾶς φησιν σιδηροῦν εἶναι γένος.
我的证据是,他也说我们是铁的一代。
ΕΡΜ. ἀληθῆ λέγεις.
赫尔墨革涅斯:你说得对。
ΣΩ. οὐκοῦν καὶ τῶν νῦν οἴει ἂν φάναι αὐτὸν εἴ τις ἀγαθός ἐστιν ἐκείνου τοῦ χρυσοῦ γένους εἶναι;
苏格拉底:那么,你认为对于现在活着的人,如果有人是善良的,他会说那人属于那个黄金一代吗?
ΕΡΜ. εἰκός γε.
赫尔墨革涅斯:确实如此。
ΣΩ. οἱ δʼ ἀγαθοὶ ἄλλο τι ἢ φρόνιμοι;
苏格拉底:而善良的人难道不就是聪明的人吗?
ΕΡΜ. φρόνιμοι.
赫尔墨革涅斯:是聪明的人。
ΣΩ. τοῦτο τοίνυν παντὸς μᾶλλον λέγει, ὡς ἐμοὶ δοκεῖ, τοὺς δαίμονας· ὅτι φρόνιμοι καὶ δαήμονες ἦσαν,
δαίμονας
αὐτοὺς ὠνόμασεν· καὶ ἔν γε τῇ ἀρχαίᾳ τῇ ἡμετέρᾳ φωνῇ αὐτὸ συμβαίνει τὸ ὄνομα.
苏格拉底:因此,在我看来,关于精灵他最想说的是:因为他们聪明且博学,所以他称他们为精灵;而且在我们的古老语言中,这个名字正相符合。
λέγει οὖν καλῶς καὶ οὗτος καὶ ἄλλοι ποιηταὶ πολλοὶ ὅσοι λέγουσιν ὡς, ἐπειδάν τις ἀγαθὸς ὢν τελευτήσῃ, μεγάλην μοῖραν καὶ τιμὴν ἔχει καὶ γίγνεται δαίμων κατὰ τὴν τῆς φρονήσεως ἐπωνυμίαν.
因此,这位诗人和许多其他诗人,凡是说当一个善良的人死去时,他便拥有伟大的命运和荣耀,并根据聪明的称号成为精灵的,都说得很好。
ταύτῃ οὖν τίθεμαι καὶ ἐγὼ πάντʼ ἄνδρα ὃς ἂν ἀγαθὸς ᾖ, δαιμόνιον εἶναι καὶ ζῶντα καὶ τελευτήσαντα, καὶ ὀρθῶς
δαίμονα
καλεῖσθαι.
因此,在这一点上,我也主张任何善良的人,无论活着还是死去,都是神圣的,并且被正确地称为精灵。
ΕΡΜ. καὶ ἐγώ μοι δοκῶ, ὦ Σώκρατες, τούτου πάνυ σοι σύμψηφος εἶναι.
赫尔墨革涅斯:苏格拉底,我觉得在这方面我完全赞同你的看法。
ὁ δὲ δὴ
ἥρως
τί ἂν εἴη;
那么,“英雄”到底是什么意思呢?
ΣΩ. τοῦτο δὲ οὐ πάνυ χαλεπὸν ἐννοῆσαι.
苏格拉底:这并不很难理解。
σμικρὸν γὰρ παρῆκται αὐτῶν τὸ ὄνομα, δηλοῦν τὴν ἐκ τοῦ ἔρωτος γένεσιν.
因为他们的名字只是被轻微地改变了,以表明他们是由爱而生的。
ΕΡΜ. πῶς λέγεις;
赫尔墨革涅斯:你这是什么意思?
ΣΩ. οὐκ οἶσθα ὅτι ἡμίθεοι οἱ ἥρωες;
苏格拉底:你不知道英雄是半神吗?
ΕΡΜ. τί οὖν;
赫尔墨革涅斯:那又怎样?
ΣΩ. πάντες δήπου γεγόνασιν ἐρασθέντος ἢ θεοῦ θνητῆς ἢ θνητοῦ θεᾶς.
苏格拉底:他们想必都是因为神爱上凡人女子,或者凡人男子爱上女神而诞生的。
ἐὰν οὖν σκοπῇς καὶ τοῦτο κατὰ τὴν Ἀττικὴν τὴν παλαιὰν φωνήν, μᾶλλον εἴσῃ· δηλώσει γάρ σοι ὅτι παρὰ τὸ τοῦ ἔρωτος ὄνομα, ὅθεν γεγόνασιν οἱ ἥρωες, σμικρὸν παρηγμένον ἐστὶν ὀνόματος χάριν.
因此,如果你也根据古雅典方言来考察这一点,你会更明白;因为它会向你表明,为了名字的缘故,它从英雄们所由生的“爱”的名字中作了轻微的改变。
καὶ ἤτοι τοῦτο λέγει τοὺς ἥρωας, ἢ ὅτι σοφοὶ ἦσαν καὶ ῥήτορες δεινοὶ καὶ διαλεκτικοί, ἐρωτᾶν ἱκανοὶ ὄντες· τὸ γὰρ
εἴρειν
λέγειν ἐστίν.
而且,要么“英雄”是指这个,要么是因为他们聪明,是优秀的修辞学家和辩证学家,善于提问;因为“语”就是说。
ὅπερ οὖν ἄρτι λέγομεν, ἐν τῇ Ἀττικῇ φωνῇ λεγόμενοι οἱ ἥρωες ῥήτορές τινες καὶ ἐρωτητικοὶ συμβαίνουσιν, ὥστε ῥητόρων καὶ σοφιστῶν γένος γίγνεται τὸ ἡρωικὸν φῦλον.
因此,正如我们刚才所说,在雅典方言中,英雄们就成了一群修辞学家和提问者,从而英雄这一族类就成了修辞学家和智者的种族。
ἀλλὰ οὐ τοῦτο χαλεπόν ἐστιν ἐννοῆσαι, ἀλλὰ μᾶλλον τὸ τῶν ἀνθρώπων, διὰ τί ποτε
ἄνθρωποι
καλοῦνται·
但这并不难理解,难的倒是“人类”这个词,为什么他们被称为“人类”;还是说你能解释?
ἢ σὺ ἔχεις εἰπεῖν; ΕΡΜ. πόθεν, ὠγαθέ, ἔχω;
赫尔墨革涅斯:我怎么能呢,我的朋友?
οὐδʼ εἴ τι οἷός τʼ ἂν εἴην εὑρεῖν, οὐ συντείνω διὰ τὸ ἡγεῖσθαι σὲ μᾶλλον εὑρήσειν ἢ ἐμαυτόν.
即使我能发现什么,我也不想费劲,因为我认为你比我更容易找到。