← プラトン

クラテュロス

§396-397

神々の系譜の語源と不変の存在の命名

ソクラテスは、ゼウス、クロノス、ウラノスの神名の語源を、生命、純粋な知性、天空を見ることに結びつけて解説し、エウテュプロンから得た「知恵」に依拠しながら名前の正しさを探究し続ける。続いて二人は人間や英雄の名前を排し、恒常的・自然的な存在である「神々」や「精霊」の名の起源について考察を始める。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§396

ΣΩ. φαίνεται δὲ καὶ τῷ πατρὶ αὐτοῦ λεγομένῳ τῷ Διὶ παγκάλως τὸ ὄνομα κεῖσθαι· ἔστι δὲ οὐ ῥᾴδιον κατανοῆσαι. ἀτεχνῶς γάρ ἐστιν οἷον λόγος τὸ τοῦ Διὸς ὄνομα, διελόντες δὲ αὐτὸ διχῇ οἱ μὲν τῷ ἑτέρῳ μέρει, οἱ δὲ τῷ ἑτέρῳ χρώμεθα— οἱ μὲν γὰρ Ζῆνα, οἱ δὲ Δία καλοῦσιν—συντιθέμενα δʼ εἰς ἓν δηλοῖ τὴν φύσιν τοῦ θεοῦ, ὃ δὴ προσήκειν φαμὲν ὀνόματι οἵῳ τε εἶναι ἀπεργάζεσθαι.1 οὐ γὰρ ἔστιν ἡμῖν καὶ τοῖς ἄλλοις πᾶσιν ὅστις ἐστὶν αἴτιος μᾶλλον τοῦ ζῆν ἢ ὁ ἄρχων τε καὶ βασιλεὺς τῶν πάντων. συμβαίνει οὖν ὀρθῶς ὀνομάζεσθαι οὗτος ὁ θεὸς εἶναι,2 διʼ ὃν ζῆν ἀεὶ πᾶσι τοῖς ζῶσιν ὑπάρχει· διείληπται δὲ δίχα, ὥσπερ λέγω, ἓν ὂν τὸ ὄνομα, τῷ Διὶ καὶ τῷ Ζηνί. τοῦτον δὲ Κρόνου ὑὸν ὑβριστικὸν μὲν ἄν τις δόξειεν εἶναι ἀκούσαντι ἐξαίφνης, εὔλογον δὲ μεγάλης τινὸς διανοίας ἔκγονον εἶναι τὸν Δία· κόρον γὰρ σημαίνει οὐ παῖδα, ἀλλὰ τὸ καθαρὸν αὐτοῦ καὶ ἀκήρατον τοῦ νοῦ. ἔστι δὲ οὗτος Οὐρανοῦ ὑός, ὡς λόγος· ἡ δὲ αὖ ἐς τὸ ἄνω ὄψις καλῶς ἔχει τοῦτο τὸ ὄνομα καλεῖσθαι, οὐρανία, ὁρῶσα τὰ ἄνω, ὅθεν δὴ καί φασιν, ὦ Ἑρμόγενες, τὸν καθαρὸν νοῦν παραγίγνεσθαι οἱ μετεωρολόγοι, καὶ τῷ οὐρανῷ ὀρθῶς τὸ ὄνομα κεῖσθαι· εἰ δʼ ἐμεμνήμην τὴν Ἡσιόδου γενεαλογίαν, τίνας ἔτι τοὺς ἀνωτέρω προγόνους λέγει τούτων, οὐκ ἂν ἐπαυόμην διεξιὼν ὡς ὀρθῶς αὐτοῖς τὰ ὀνόματα κεῖται, ἕως ἀπεπειράθην τῆς σοφίας ταυτησὶ τί ποιήσει, εἰ ἄρα ἀπερεῖ ἢ οὔ, ἣ ἐμοὶ ἐξαίφνης νῦν οὑτωσὶ προσπέπτωκεν ἄρτι οὐκ οἶδʼ ὁπόθεν. ΕΡΜ. καὶ μὲν δή, ὦ Σώκρατες, ἀτεχνῶς γέ μοι δοκεῖς ὥσπερ οἱ ἐνθουσιῶντες ἐξαίφνης χρησμῳδεῖν. ΣΩ. καὶ αἰτιῶμαί γε, ὦ Ἑρμόγενες, μάλιστα αὐτὴν ἀπὸ Εὐθύφρονος τοῦ Προσπαλτίου προσπεπτωκέναι μοι· ἕωθεν γὰρ πολλὰ αὐτῷ συνῆ καὶ παρεῖχον τὰ ὦτα. κινδυνεύει οὖν ἐνθουσιῶν οὐ μόνον τὰ ὦτά μου ἐμπλῆσαι τῆς δαιμονίας σοφίας, ἀλλὰ καὶ τῆς ψυχῆς ἐπειλῆφθαι. δοκεῖ οὖν μοι χρῆναι οὑτωσὶ ἡμᾶς ποιῆσαι· τὸ μὲν τήμερον εἶναι3 χρήσασθαι αὐτῇ καὶ τὰ λοιπὰ περὶ τῶν ὀνομάτων ἐπισκέψασθαι, αὔριον δέ, ἂν καὶ ὑμῖν συνδοκῇ, ἀποδιοπομπησόμεθά τε αὐτὴν καὶ καθαρούμεθα ἐξευρόντες ὅστις τὰ τοιαῦτα δεινὸς καθαίρειν, εἴτε τῶν ἱερέων τις εἴτε τῶν σοφιστῶν.

ソクラテス:そして彼の父親と言われているゼウスにとっても、その名前は極めて美しく置かれているように思われる。しかし、それを理解するのは容易ではない。なぜなら、ゼウスの名前は文字通り一種の言論のようであり、私たちはそれを二つに分けて、一方の者はその一方の部分を、他方の者は他方の部分を用いているからだ。ある者は「ゼーナ」、ある者は「ディア」と呼んでいる。しかし、それらが一つに組み合わされると、その神の本性を示すことになる。それこそが、名前が成し遂げうるべきだと私たちが言うところのものだ。なぜなら、私たちや他のすべての人々にとって、すべてのものの支配者にして王である彼以上に、生きることの主原因である者は存在しないからだ。したがって、この神がその名で呼ばれることは正しい。その神を通じて、すべての生きるものに、常に生きることが備わっているからだ。しかし、私が言うように、名前は一つであるのに、「ディイ」と「ゼーニ」という二つの部分に分割されているのだ。一方、この神をクロノスの息子と呼ぶことは、突然それを耳にする人には無礼であるように思われるかもしれないが、ゼウスが何か大きな思考の子供であるというのは理にかなっている。なぜなら「コロス」は子供ではなく、彼の心の純粋さと穢れのなさを意味しているからだ。そして彼は、言い伝えによればウラノスの息子だ。一方、上を向いて見ることは、「ウラニア」という名前で呼ばれるのがふさわしく、上のものを見ることであり、これこそが、ヘルモゲネスよ、気象学者たちが言う、純粋な心がそこから到来する場所なのだ。したがって、天にもその名前は正しく置かれている。もし私がヘシオドスの神統記を覚えていて、これらよりもさらに昔の祖先たちとして誰を挙げているかを語るならば、私は彼らにその名前が正しく置かれていることを次々に説明するのをやめないだろう。ついには、この知恵が一体何をもたらすか、それが尽きてしまうのかどうかを試すまで。この知恵は、突然、今、このようにして、どこからともなく私に降ってきたばかりなのだ。ヘルモゲネス:確かに、ソクラテス、あなたは全く、神懸かった人たちのように突然神託を告げているように思われます。ソクラテス:ヘルモゲネスよ、私もまさに、この知恵がプロスパルタス区のエウテュプロンから私に降ってきたのだと考えている。今朝、私は彼と長い間一緒にいて、耳を傾けていたからだ。したがって、彼は神懸かって、私の耳を神聖な知恵で満たしただけでなく、私の魂をも捉えてしまった可能性が高い。だから、私には私たちがこのようにすべきだと思われる。今日一日はこれを使い、名前についての残りの部分を考察することにしよう。しかし明日、もしあなた方にも異存がなければ、私たちはこれを追い払い、このようなものを祓うのが得意な人、神官かソフィストの誰かを見つけ出して身を清めることにしよう。

§397

ΕΡΜ. ἀλλʼ ἐγὼ μὲν συγχωρῶ· πάνυ γὰρ ἂν ἡδέως τὰ ἐπίλοιπα περὶ τῶν ὀνομάτων ἀκούσαιμι. ΣΩ. ἀλλὰ χρὴ οὕτω ποιεῖν. πόθεν οὖν βούλει ἀρξώμεθα διασκοποῦντες, ἐπειδήπερ εἰς τύπον τινὰ ἐμβεβήκαμεν, ἵνα εἰδῶμεν εἰ ἄρα ἡμῖν ἐπιμαρτυρήσει αὐτὰ τὰ ὀνόματα μὴ πάνυ ἀπὸ τοῦ αὐτομάτου οὕτως ἕκαστα κεῖσθαι, ἀλλʼ ἔχειν τινὰ ὀρθότητα; τὰ μὲν οὖν τῶν ἡρώων καὶ ἀνθρώπων λεγόμενα ὀνόματα ἴσως ἂν ἡμᾶς ἐξαπατήσειεν· πολλὰ μὲν γὰρ αὐτῶν κεῖται κατὰ προγόνων ἐπωνυμίας, οὐδὲν προσῆκον ἐνίοις, ὥσπερ κατʼ ἀρχὰς ἐλέγομεν, πολλὰ δὲ ὥσπερ εὐχόμενοι τίθενται, οἷον Εὐτυχίδην καὶ Σωσίαν καὶ Θεόφιλον καὶ ἄλλα πολλά. τὰ μὲν οὖν τοιαῦτα δοκεῖ μοι χρῆναι ἐᾶν· εἰκὸς δὲ μάλιστα ἡμᾶς εὑρεῖν τὰ ὀρθῶς κείμενα περὶ τὰ ἀεὶ ὄντα καὶ πεφυκότα. ἐσπουδάσθαι γὰρ ἐνταῦθα μάλιστα πρέπει τὴν θέσιν τῶν ὀνομάτων· ἴσως δʼ ἔνια αὐτῶν καὶ ὑπὸ θειοτέρας δυνάμεως ἢ τῆς τῶν ἀνθρώπων ἐτέθη. ΕΡΜ. δοκεῖς μοι καλῶς λέγειν, ὦ Σώκρατες. ΣΩ. ἆρʼ οὖν οὐ δίκαιον ἀπὸ τῶν θεῶν ἄρχεσθαι, σκοπουμένους πῇ ποτε αὐτὸ τοῦτο τὸ ὄνομα οἱ θεοὶ ὀρθῶς ἐκλήθησαν; ΕΡΜ. εἰκός γε. ΣΩ. τοιόνδε τοίνυν ἔγωγε ὑποπτεύω· φαίνονταί μοι οἱ πρῶτοι τῶν ἀνθρώπων τῶν περὶ τὴν Ἑλλάδα τούτους μόνους ἡγεῖσθαι οὕσπερ νῦν πολλοὶ τῶν βαρβάρων, ἥλιον καὶ σελήνην καὶ γῆν καὶ ἄστρα καὶ οὐρανόν· ἅτε οὖν αὐτὰ ὁρῶντες πάντα ἀεὶ ἰόντα δρόμῳ καὶ θέοντα, ἀπὸ ταύτης τῆς φύσεως τῆς τοῦ θεῖν θεοὺς αὐτοὺς ἐπονομάσαι· ὕστερον δὲ κατανοοῦντες τοὺς ἄλλους πάντας ἤδη τούτῳ τῷ ὀνόματι προσαγορεύειν. ἔοικέ τι ὃ λέγω τῷ ἀληθεῖ ἢ οὐδέν; ΕΡΜ. πάνυ μὲν οὖν ἔοικεν. ΣΩ. τί οὖν ἂν μετὰ τοῦτο σκοποῖμεν; ΕΡΜ. δῆλον δὴ ὅτι δαίμονας. ΣΩ. καὶ ὡς ἀληθῶς, ὦ Ἑρμόγενες, τί ἄν ποτε νοοῖ τὸ ὄνομα οἱ δαίμονες; σκέψαι ἄν τί σοι δόξω εἰπεῖν. ΕΡΜ. λέγε μόνον. ΣΩ. οἶσθα οὖν τίνας φησὶν Ἡσίοδος εἶναι τοὺς δαίμονας; ΕΡΜ. οὐκ ἐννοῶ. ΣΩ. οὐδὲ ὅτι χρυσοῦν γένος τὸ πρῶτόν φησιν γενέσθαι τῶν ἀνθρώπων; ΕΡΜ. οἶδα τοῦτό γε.

ヘルモゲネス:私は同意します。名前についての残りの議論をとても喜んで聞きたいですから。ソクラテス:そうしなければならない。では、私たちが一つの型に入ったからには、それらの名前自体が、個々に全くの偶然によってそのように置かれたのではなく、ある種の正しさを持っていることを証言してくれるかどうかを知るために、どこから考察を始めようか。さて、英雄たちや人間たちの呼ばれている名前は、おそらく私たちを欺くかもしれない。というのも、それらの多くは先祖の呼び名に従って置かれており、最初の方で私たちが言ったように、ある人々には全くふさわしくないからだ。また多くは、願いを込めて付けられる。たとえば「エウテュキデス」や「ソシアス」や「テオフィロス」など、他にも多くある。したがって、そのようなものは放っておくべきだと私に思われる。私たちが正しく置かれた名前を見出す可能性が最も高いのは、常に存在し、かつ自然に備わっているものについてだ。なぜなら、そこにおいてこそ、名前の設定が最も熱心に行われたはずだからだ。そして、それらのいくつかは人間の力よりも神聖な力によって置かれたのかもしれない。ヘルモゲネス:ソクラテス、あなたは正しく語っていると思われます。ソクラテス:では、神々から始めて、まさにこの「神々」という名前が、どのようにして正しく呼ばれたのかを考察するのは正しいことではないだろうか。ヘルモゲネス:もっともなことです。ソクラテス:そこで、私は次のように推測している。ギリシアの地に最初にいた人間たちは、現在多くの野蛮人たちが信じているように、太陽、月、大地、星、そして天だけを神とみなしていた。それらがすべて常に軌道を走り、駆け巡っているのを見て、この「走る」という性質から、彼らを「神々」と名付けたのだ。しかし後に、彼らは他のすべての神々をも理解するようになり、すでにこの名前で呼ぶようになったのだ。私の言うことは、いくらか真実に似ているだろうか、それとも全くいないだろうか。ヘルモゲネス:全くもってよく似ています。ソクラテス:では、この後に何を考察すべきだろうか。ヘルモゲネス:明らかに「精霊」です。ソクラテス:ヘルモゲネスよ、実際「精霊」という名前は一体何を意味しているのだろうか。私が言うことが、君にとってどのように思われるか、考えてみてくれ。ヘルモゲネス:とにかくおっしゃってください。ソクラテス:では、ヘシオドスが「精霊」を誰のことだと言っているか知っているかね。ヘルモゲネス:思い当たりません。ソクラテス:人間たちの最初の種族は黄金の種族であったと彼が言っていることも知らないかね。ヘルモゲネス:それは知っています。

構文注3 件
  1. 396aὃ δὴ προσήκειν φαμὲν ὀνόματι οἵῳ τε εἶναι ἀπεργάζεσθαι

    関係代名詞 ὃ の先行詞は、直前の「神の本性を示すこと」という内容全体である。不定詞 προσήκειν(ふさわしい)は φαμὲν の目的語となる対格不定詞構文で、その意味上の主語は οἵῳ τε εἶναι ἀπεργάζεσθαι(成し遂げることができること)であり、ὀνόματι は「名前にとって」という与格である。全体として「名前がそれを成し遂げることができるのはふさわしいと私たちは言う」という意味になる。

  2. 396aσυμβαίνει οὖν ὀρθῶς ὀνομάζεσθαι οὗτος ὁ θεὸς εἶναι

    非人称動詞 συμβαίνει(〜ということになる)の主語は受動不定詞 ὀνομάζεσθαι(名付けられていること)であり、さらに οὗτος ὁ θεὸς εἶναι がその補語の役割を果たしている。οὗτος ὁ θεός(この神)は不定詞 εἶναι(〜であること)の意味上の主語であり、「したがって、この神が[〜という]存在であると正しく名付けられていることになる」という入れ子構造をとる。

  3. 396eτὸ μὲν τήμερον εἶναι

    τὸ τήμερον εἶναι は「今日に関する限り」「今日は」を意味する対格の絶対不定詞(制限的用法)を用いた慣用表現である。ここでは主動詞 δοκεῖ... χρῆναι に連なる χρήσασθαι(使用すること)を修飾する副詞句として機能している。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(2 件・最終 2026-11-15)
  • 2026-11-15 AI校閲 — 原文 1 件
  • 2026-11-15 AI校閲 — 訳文 1 件
urn:cts:greekLit:tlg0059.tlg005.humanitext-grc2:396-397