← プラトン

クラテュロス

§394-395

アトレウス家の系譜と英雄たちの名前の分析

ソクラテスは、名前が異なって見える場合でも本質的な意味が同じであれば正しさは保たれると主張し、オレステスやアガメムノン、アトレウス、ペロプス、タンタロスなどの神話的家系の名前を分析して、それらが本性や運命をいかに表しているかを論じる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§394

ΣΩ. οὐκοῦν καὶ περὶ βασιλέως ὁ αὐτὸς λόγος; ἔσται γάρ ποτε ἐκ βασιλέως βασιλεύς, καὶ ἐξ ἀγαθοῦ ἀγαθός, καὶ ἐκ καλοῦ καλός, καὶ τἆλλα πάντα οὕτως, ἐξ ἑκάστου γένους ἕτερον τοιοῦτον ἔκγονον, ἐὰν μὴ τέρας γίγνηται· κλητέον δὴ ταὐτὰ ὀνόματα. ποικίλλειν δὲ ἔξεστι ταῖς συλλαβαῖς, ὥστε δόξαι ἂν τῷ ἰδιωτικῶς ἔχοντι1 ἕτερα εἶναι ἀλλήλων τὰ αὐτὰ ὄντα· ὥσπερ ἡμῖν τὰ τῶν ἰατρῶν φάρμακα χρώμασιν καὶ ὀσμαῖς πεποικιλμένα ἄλλα φαίνεται τὰ αὐτὰ ὄντα, τῷ δέ γε ἰατρῷ, ἅτε τὴν δύναμιν τῶν φαρμάκων σκοπουμένῳ, τὰ αὐτὰ φαίνεται, καὶ οὐκ ἐκπλήττεται ὑπὸ τῶν προσόντων. οὕτω δὲ ἴσως καὶ ὁ ἐπιστάμενος περὶ ὀνομάτων τὴν δύναμιν αὐτῶν σκοπεῖ, καὶ οὐκ ἐκπλήττεται εἴ τι πρόσκειται γράμμα ἢ μετάκειται ἢ ἀφῄρηται, ἢ καὶ ἐν ἄλλοις παντάπασιν γράμμασίν ἐστιν ἡ τοῦ ὀνόματος δύναμις. ὥσπερ ὃ νυνδὴ ἐλέγομεν, Ἀστυάναξ τε καὶ Ἕκτωρ οὐδὲν τῶν αὐτῶν γραμμάτων ἔχει πλὴν τοῦ ταῦ, ἀλλʼ ὅμως ταὐτὸν σημαίνει. καὶ Ἀρχέπολίς γε τῶν μὲν γραμμάτων τί ἐπικοινωνεῖ; δηλοῖ δὲ ὅμως τὸ αὐτό· καὶ ἄλλα πολλά ἐστιν ἃ οὐδὲν ἀλλʼ ἢ2 βασιλέα σημαίνει· καὶ ἄλλα γε αὖ στρατηγόν, οἷον Ἆγις καὶ Πολέμαρχος καὶ Εὐπόλεμος. καὶ ἰατρικά γε ἕτερα, Ἰατροκλῆς καὶ Ἀκεσίμβροτος· καὶ ἕτερα ἂν ἴσως συχνὰ εὕροιμεν ταῖς μὲν συλλαβαῖς καὶ τοῖς γράμμασι διαφωνοῦντα, τῇ δὲ δυνάμει ταὐτὸν φθεγγόμενα. φαίνεται οὕτως ἢ οὔ; ΕΡΜ. πάνυ μὲν οὖν. ΣΩ. τοῖς μὲν δὴ κατὰ φύσιν γιγνομένοις τὰ αὐτὰ ἀποδοτέον ὀνόματα. ΕΡΜ. πάνυ γε. ΣΩ. τί δὲ τοῖς παρὰ φύσιν, οἳ ἂν ἐν τέρατος εἴδει γένωνται; οἷον ὅταν ἐξ ἀνδρὸς ἀγαθοῦ καὶ θεοσεβοῦς ἀσεβὴς γένηται, ἆρʼ οὐχ ὥσπερ ἐν τοῖς ἔμπροσθεν, κἂν ἵππος βοὸς ἔκγονον τέκῃ, οὐ τοῦ τεκόντος δήπου ἔδει τὴν ἐπωνυμίαν ἔχειν, ἀλλὰ τοῦ γένους οὗ εἴη; ΕΡΜ. πάνυ γε. ΣΩ. καὶ τῷ ἐκ τοῦ εὐσεβοῦς ἄρα γενομένῳ ἀσεβεῖ τὸ τοῦ γένους ὄνομα ἀποδοτέον. ΕΡΜ. ἔστι ταῦτα. ΣΩ. οὐ Θεόφιλον, ὡς ἔοικεν, οὐδὲ Μνησίθεον οὐδὲ τῶν τοιούτων οὐδέν· ἀλλʼ ὅτι τἀναντία τούτοις σημαίνει, ἐάνπερ τῆς ὀρθότητος τυγχάνῃ τὰ ὀνόματα. ΕΡΜ. παντός γε μᾶλλον, ὦ Σώκρατες. ΣΩ. ὥσπερ γε καὶ ὁ Ὀρέστης, ὦ Ἑρμόγενες, κινδυνεύει ὀρθῶς ἔχειν, εἴτε τις τύχη ἔθετο αὐτῷ τὸ ὄνομα εἴτε καὶ ποιητής τις, τὸ θηριῶδες τῆς φύσεως καὶ τὸ ἄγριον αὐτοῦ καὶ τὸ ὀρεινὸν ἐνδεικνύμενος τῷ ὀνόματι.

ソクラテス:では、王についても同じ議論が成り立つのではないか。というのも、いつの日か王から王が生まれ、善い人から善い人が生まれ、美しい人から美しい人が生まれ、他のすべてのものについても同様に、怪物が生まれるのでない限り、それぞれの属からそれに応じたもう一つの子孫が生まれるからだ。したがって、それらには同じ名前を割り当てるべきだ。しかし、音節によって名前を変化させることは可能であり、そのため専門的な知識のない素人には、それらが同じものであるのに、互いに異なるものであるかのように思われるかもしれない。それはちょうど、私たちにとって、医者の薬が色や香りで変化させられているために、同じものであるのに別のものに見えるが、医者にとっては、薬の効能を観察しているために、同じものに見え、付加されたものに惑わされないのと同じことだ。おそらく同様に、名前について知っている者も、それらの効能を観察し、文字が付け加えられたり、置き換えられたり、取り除かれたりしていても、あるいは全く異なる文字の中に名前の効能があっても、惑わされることはない。ちょうど先ほど私たちが言ったように、「アストゥアナクス」と「ヘクトル」は、タウを除いて共通の文字を全く持たないが、それにもかかわらず同じことを意味している。そして「アルケポリス」にしても、文字の上で何が共通しているだろうか。それにもかかわらず同じことを示しているのだ。また、王を意味する以外の何ものでもないような名前は、他にも多くある。さらに、将軍を意味する別の名前、たとえば「アギス」、「ポレマルコス」、「エウポレモス」などもある。また、医術に関する別の名前として「イアトロクレス」や「アケシンブロトス」もある。そして、音節や文字においては異なっていても、効能においては同じことを表現している名前を、私たちは他にもおそらく数多く見出すことができるだろう。そのように思われるかね、それとも違うかね。 ヘルモゲネス:全くその通りだと思います。 ソクラテス:では、自然に従って生まれるものには、同じ名前を与えるべきだ。 ヘルモゲネス:全くそうです。 ソクラテス:しかし、自然に反して、怪物の形で生まれるものについてはどうだろうか。たとえば、善く敬虔な人から不敬虔な人が生まれた場合、先ほどの例、すなわち馬が牛の子孫を産んだとしたら、それは当然、産んだ親の名称を持つべきではなく、それが属する類の名称を持つべきだというのと、同じではないだろうか。 ヘルモゲネス:全くそうです。 ソクラテス:では、敬虔な人から生まれた不敬虔な者にも、その類の名前を与えるべきだ。 ヘルモゲネス:その通りです。 ソクラテス:そうすると、どうやら「テオフィロス」でもなく、「ムネシテオス」でもなく、そのような名前のいずれでもなく、もし名前が正しさを得ているならば、これらの名とは反対のことを意味する名前を(与えるべきだ)。 ヘルモゲネス:何よりもまずその通りです、ソクラテス。 ソクラテス:ヘルモゲネスよ、ちょうど「オレステス」も、運命が彼にその名前を与えたにせよ、あるいは詩人の誰かが与えたにせよ、その名前によって彼の本性の獣らしさ、狂暴さ、山野らしさを示しているのだとしたら、正しく名付けられている可能性が高い。

§395

ΕΡΜ. φαίνεται οὕτως, ὦ Σώκρατες. ΣΩ. ἔοικεν δέ γε καὶ τῷ πατρὶ αὐτοῦ κατὰ φύσιν τὸ ὄνομα εἶναι. ΕΡΜ. φαίνεται. ΣΩ. κινδυνεύει γὰρ τοιοῦτός τις εἶναι ὁ Ἀγαμέμνων, οἷος ἃ δόξειεν αὐτῷ διαπονεῖσθαι καὶ καρτερεῖν τέλος ἐπιτιθεὶς τοῖς δόξασι διʼ ἀρετήν. σημεῖον δὲ αὐτοῦ ἡ ἐν Τροίᾳ μονὴ τοῦ πάθους τε καὶ καρτερίας. ὅτι οὖν ἀγαστὸς κατὰ τὴν ἐπιμονὴν οὗτος ὁ ἀνὴρ ἐνσημαίνει τὸ ὄνομα ὁ Ἀγαμέμνων. ἴσως δὲ καὶ ὁ Ἀτρεὺς ὀρθῶς ἔχει. ὅ τε γὰρ τοῦ Χρυσίππου αὐτῷ φόνος καὶ ἃ πρὸς τὸν Θυέστην ὡς ὠμὰ διεπράττετο, πάντα ταῦτα ζημιώδη καὶ ἀτηρὰ πρὸς ἀρετήν. ἡ οὖν τοῦ ὀνόματος ἐπωνυμία σμικρὸν παρακλίνει καὶ ἐπικεκάλυπται, ὥστε μὴ πᾶσι δηλοῦν τὴν φύσιν τοῦ ἀνδρός· τοῖς δʼ ἐπαΐουσι περὶ ὀνομάτων ἱκανῶς δηλοῖ ὃ βούλεται ὁ Ἀτρεύς. καὶ γὰρ κατὰ τὸ ἀτειρὲς καὶ κατὰ τὸ ἄτρεστον καὶ κατὰ τὸ ἀτηρὸν πανταχῇ ὀρθῶς αὐτῷ τὸ ὄνομα κεῖται. δοκεῖ δέ μοι καὶ τῷ Πέλοπι τὸ ὄνομα ἐμμέτρως κεῖσθαι· σημαίνει γὰρ τοῦτο τὸ ὄνομα τὸν τὰ ἐγγὺς ὁρῶντα. ΕΡΜ. πῶς δή; ΣΩ. οἷόν που καὶ κατʼ ἐκείνου λέγεται τοῦ ἀνδρὸς ἐν τῷ τοῦ Μυρτίλου φόνῳ οὐδὲν οἵου τε γενέσθαι προνοηθῆναι οὐδὲ προϊδεῖν τῶν πόρρω τῶν εἰς τὸ πᾶν γένος, ὅσης αὐτὸ δυστυχίας ἐνεπίμπλη, τὸ ἐγγὺς μόνον ὁρῶν καὶ τὸ παραχρῆμα—τοῦτο δʼ ἐστὶ πέλας —ἡνίκα προεθυμεῖτο λαβεῖν παντὶ τρόπῳ τὸν τῆς Ἱπποδαμείας γάμον. τῷ δὲ Ταντάλῳ καὶ πᾶς ἂν ἡγήσαιτο τοὔνομα ὀρθῶς καὶ κατὰ φύσιν τεθῆναι εἰ ἀληθῆ τὰ περὶ αὐτὸν λεγόμενα. ΕΡΜ. τὰ ποῖα ταῦτα; ΣΩ. ἅ τέ που ἔτι ζῶντι δυστυχήματα ἐγένετο πολλὰ καὶ δεινά, ὧν καὶ τέλος ἡ πατρὶς αὐτοῦ ὅλη ἀνετράπετο, καὶ τελευτήσαντι ἐν Ἅιδου ἡ ὑπὲρ τῆς κεφαλῆς τοῦ λίθου ταλαντεία θαυμαστὴ ὡς σύμφωνος τῷ ὀνόματι· καὶ ἀτεχνῶς ἔοικεν, ὥσπερ ἂν εἴ τις3 βουλόμενος ταλάντατον ὀνομάσαι ἀποκρυπτόμενος ὀνομάσειε καὶ εἴποι ἀντʼ ἐκείνου Τάνταλον, τοιοῦτόν τι καὶ τούτῳ τὸ ὄνομα ἔοικεν ἐκπορίσαι ἡ τύχη τῆς φήμης.

ヘルモゲネス:ソクラテス、そのように思われます。 ソクラテス:そして、彼の父親の名前もまた、彼の本性に従って付けられているように見える。 ヘルモゲネス:そのように思われます。 ソクラテス:なぜなら、「アガメムノン」は、卓越性のために自分が決意したことを最後までやり遂げ、耐え忍ぶような人物である可能性が高いからだ。その証拠は、トロイアにおける彼の留まりと耐え忍びだ。したがって、この男がその永続的な耐え忍びのゆえに賞賛に値することを、「アガメムノン」という名前は示している。またおそらく「アトレウス」も正しい。というのも、クリュシッポスの殺害や、彼がテュエステスに対して行った残虐な行為はすべて、卓越性に対して有害であり破滅的だったからだ。したがって、この名前の呼称は少し歪められて覆い隠されており、すべての者にその男の本性を示してはいないが、名前について理解している人々には、「アトレウス」が望んでいる意味を十分に示している。なぜなら、不屈にとっても、恐れを知らないことにとっても、破滅的であることにとっても、あらゆる点で彼にこの名前は正しく置かれているからだ。また、私には「ペロプス」という名前も適度に適っているように思われる。なぜなら、この名前は「近くを見る者」を意味しているからだ。 ヘルモゲネス:それはどういうことですか。 ソクラテス:おそらく、あの男について、ミュルティロスの殺害の際に、自分の全一族にどれほどの不運が満ちることになるかという、遠い将来のことをあらかじめ配慮することも、見通すことも全くできなかったと言われていることだ。彼は近くのこと、すなわち目の前のこと(それは「ペラス」だ)だけを見ていた。そのとき彼は、何としてもヒッポダメイアとの結婚を手に入れようと熱望していたのだ。そして「タンタロス」についても、もし彼について言われていることが真実であるなら、誰もがその名前は正しく、かつ本性に従って与えられたと考えるだろう。 ヘルモゲネス:それはどのようなことですか。 ソクラテス:彼がまだ生きていたときに身に降りかかった、彼の祖国全体が覆されるに至った多くの恐ろしい不運や、死後に冥府において、彼の頭上に岩が揺れ動いている(タランテイア)という驚くべき状況が、その名前に完全に一致していることだ。そして、文字通り、誰かが「最も不運な者(タランタトス)」と名付けようとして、それを隠して、その代わりに「タンタロス」と言ったかのように、運命の導きによってこのような名前が彼にもたらされたように思われる。

構文注3 件
  1. 394aτῷ ἰδιωτικῶς ἔχοντι

    「素人」「専門知識を持たない者」を意味する。ἔχω + 副詞で特定の状態にあることを示し、冠詞 τῷ を伴う現在分詞として名詞的に機能している。

  2. 394cοὐδὲν ἀλλʼ ἢ

    「〜以外の何ものでもない」「〜にほかならない」を意味する強い限定の慣用表現。後続の対格 βασιλέα(王)にかかる。

  3. 395eὥσπερ ἂν εἴ τις

    潜在・可能性を表す小辞 ἂν を伴う条件文の帰結節に準ずる構造で、εἴποι(希求法)と呼応して「あたかも誰かが〜と言うかのように」という仮定を表す。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(2 件・最終 2026-11-15)
  • 2026-11-15 AI校閲 — 注 1 件
  • 2026-09-21 AI校閲 — 訳文 1 件
urn:cts:greekLit:tlg0059.tlg005.humanitext-grc2:394-395