Humanitext Reader

柏拉图 · 克拉底鲁篇 §385-386

驳斥相对主义与事物的固有本质

第 2 段,共 34 段 · 希腊语

内容简介

苏格拉底通过论证言论及其最小组成部分“名字”在真假上的连动性,来检验赫尔墨革涅斯关于名字仅凭约定的观点。随后,他驳斥了普罗泰戈拉的“人是万物的尺度”这一主观主义理论,以及欧提德谟关于万物均等属于所有人的学说,引导赫尔墨革涅斯承认事物具有不依赖于人类感知的、客观且稳定的本质。

§385ΣΩ. ἴσως μέντοι τὶ λέγεις, ὦ Ἑρμόγενες·
苏格拉底:不过,赫尔墨革涅斯啊,也许你说的有些道理。
σκεψώμεθα δέ.
但让我们考察一下。
ὃ ἂν φῂς καλῇ τις ἕκαστον, τοῦθʼ ἑκάστῳ ὄνομα;
某人说他称呼各物的那个名字,这就是各物的名字吗?
ΕΡΜ. ἔμοιγε δοκεῖ.
赫尔墨革涅斯:在我看来是这样的。
ΣΩ. καὶ ἐὰν ἰδιώτης καλῇ καὶ ἐὰν πόλις;
苏格拉底:无论是个人称呼,还是城邦称呼,都是吗?
ΕΡΜ. φημί.
赫尔墨革涅斯:是的。
ΣΩ. τί οὖν; ἐὰν ἐγὼ καλῶ ὁτιοῦν τῶν ὄντων, οἷον ὃ νῦν καλοῦμεν ἄνθρωπον, ἐὰν ἐγὼ τοῦτο ἵππον προσαγορεύω, ὃ δὲ νῦν ἵππον, ἄνθρωπον, ἔσται δημοσίᾳ μὲν ὄνομα ἄνθρωπος τῷ αὐτῷ, ἰδίᾳ δὲ ἵππος;
苏格拉底:那么,如果我称呼任何存在物——例如我们现在称为“人”的东西,如果我把它称作“马”,而把现在称为“马”的东西称作“人”,那么对于同一事物,在公共层面上它的名字是“人”,而在私下里是“马”吗?
καὶ ἰδίᾳ μὲν αὖ ἄνθρωπος, δημοσίᾳ δὲ ἵππος;
反过来,在私下里是“人”,在公共层面上是“马”吗?
οὕτω λέγεις;
你是这个意思吗?
ΕΡΜ. ἔμοιγε δοκεῖ.
赫尔墨革涅斯:在我看来是这样的。
ΣΩ. φέρε δή μοι τόδε εἰπέ· καλεῖς τι ἀληθῆ λέγειν καὶ ψευδῆ;
苏格拉底:且慢,请告诉我:你是否认为有“说真话”和“说假话”这回事?
ΕΡΜ. ἔγωγε.
赫尔墨革涅斯:我认为有。
ΣΩ. οὐκοῦν εἴη ἂν λόγος ἀληθής, ὁ δὲ ψευδής;
苏格拉底:那么,就会有真的言论,也有假的言论了?
ΕΡΜ. πάνυ γε.
赫尔墨革涅斯:当然。
ΣΩ. ἆρʼ οὖν οὗτος ὃς ἂν τὰ ὄντα λέγῃ ὡς ἔστιν, ἀληθής· ὃς δʼ ἂν ὡς οὐκ ἔστιν, ψευδής;
苏格拉底:那么,那说出存在者是其所是的,就是真的;而说出存在者非其所是的,就是假的吗?
ΕΡΜ. ναί.
赫尔墨革涅斯:是的。
ΣΩ. ἔστιν ἄρα τοῦτο, λόγῳ λέγειν τὰ ὄντα τε καὶ μή;
苏格拉底:那么,通过言论来说出存在者和不存在者,是可能的(事实)吗?
ΕΡΜ. πάνυ γε.
赫尔墨革涅斯:当然。
ΣΩ. ὁ λόγος δʼ ἐστὶν ὁ ἀληθὴς πότερον μὲν ὅλος ἀληθής, τὰ μόρια δʼ αὐτοῦ οὐκ ἀληθῆ;
苏格拉底:可是,真的言论是整体为真,而它的部分不为真吗?
ΕΡΜ. οὔκ, ἀλλὰ καὶ τὰ μόρια.
赫尔墨革涅斯:不,它的部分也是真的。
ΣΩ. πότερον δὲ τὰ μὲν μεγάλα μόρια ἀληθῆ, τὰ δὲ σμικρὰ οὔ· ἢ πάντα;
苏格拉底:那是大的部分为真,小的部分不为真,还是全部都为真呢?
ΕΡΜ. πάντα, οἶμαι ἔγωγε.
赫尔墨革涅斯:我认为全部都为真。
ΣΩ. ἔστιν οὖν ὅτι λέγεις λόγου σμικρότερον μόριον ἄλλο ἢ ὄνομα;
苏格拉底:那么,你还能说出言论中有什么比名字更小的部分吗?
ΕΡΜ. οὔκ, ἀλλὰ τοῦτο σμικρότατον.
赫尔墨革涅斯:不能,这就是最小的部分。
ΣΩ. καὶ τοῦτο ἄρα τὸ τοῦ ἀληθοῦς λόγου λέγεται;
苏格拉底:那么真的言论的这一部分,也同样被称为是真的吗?
ΕΡΜ. ναί.
赫尔墨革涅斯:是的。
ΣΩ. ἀληθές γε, ὡς φῄς.
苏格拉底:正如你所说,它是真的。
ΕΡΜ. ναί.
赫尔墨革涅斯:是的。
ΣΩ. τὸ δὲ τοῦ ψεύδους μόριον οὐ ψεῦδος;
苏格拉底:那么假的言论的部分,难道不是假的吗?
ΕΡΜ. φημί.
赫尔墨革涅斯:是的。
ΣΩ. ἔστιν ἄρα ὄνομα ψεῦδος καὶ ἀληθὲς λέγειν, εἴπερ καὶ λόγον;
苏格拉底:那么,既然言论是这样,名字也同样可以说是假的或是真的了?
ΕΡΜ. πῶς γὰρ οὔ;
赫尔墨革涅斯:怎么会不是呢?
ΣΩ. ὃ ἂν ἄρα ἕκαστος φῇ τῳ ὄνομα εἶναι, τοῦτό ἐστιν ἑκάστῳ ὄνομα;
苏格拉底:那么,各人所说的是某物的名字,这就是各物对应的名字吗?
ΕΡΜ. ναί.
赫尔墨革涅斯:是的。
ΣΩ. ἦ καὶ ὁπόσα ἂν φῇ τις ἑκάστῳ ὀνόματα εἶναι, τοσαῦτα ἔσται καὶ τότε ὁπόταν φῇ;
苏格拉底:而且,无论谁说各物有多少个名字,在他说的时候,就会有那么多名字吗?
ΕΡΜ. οὐ γὰρ ἔχω ἔγωγε, ὦ Σώκρατες, ὀνόματος ἄλλην ὀρθότητα ἢ ταύτην, ἐμοὶ μὲν ἕτερον εἶναι καλεῖν ἑκάστῳ ὄνομα, ὃ ἐγὼ ἐθέμην, σοὶ δὲ ἕτερον, ὃ αὖ σύ.
赫尔墨革涅斯:苏格拉底啊,关于名字的正确性,我确实没有别的理解,只有这一条:对我来说,称呼各物有我自己起的一个名字,而对你来说,又有你自己起的另一个名字。
οὕτω δὲ καὶ ταῖς πόλεσιν ὁρῶ ἰδίᾳ ἐνίοις ἐπὶ τοῖς αὐτοῖς κείμενα ὀνόματα, καὶ Ἕλλησι παρὰ τοὺς ἄλλους Ἕλληνας, καὶ Ἕλλησι παρὰ βαρβάρους.
同样,在各个城邦里,我也看到对于相同的事物,各自私下里定有不同的名字,希腊人与其他希腊人之间不同,希腊人与蛮族之间也不同。
§386ΣΩ. φέρε δὴ ἴδωμεν, ὦ Ἑρμόγενες, πότερον καὶ τὰ ὄντα οὕτως ἔχειν σοι φαίνεται, ἰδίᾳ αὐτῶν ἡ οὐσία εἶναι ἑκάστῳ, ὥσπερ Πρωταγόρας ἔλεγεν λέγων πάντων χρημάτων μέτρον εἶναι ἄνθρωπον—ὡς ἄρα οἷα μὲν ἂν ἐμοὶ φαίνηται τὰ πράγματα, τοιαῦτα μὲν ἔστιν ἐμοί· οἷα δʼ ἂν σοί, τοιαῦτα δὲ σοί—ἢ ἔχειν δοκεῖ σοι αὐτὰ αὑτῶν τινα βεβαιότητα τῆς οὐσίας;
苏格拉底:那么,赫尔墨革涅斯,让我们看看,存在的事物对你来说是否也是这样:它们各自都有私下的本质,正如普罗泰戈拉所说, “人是万物的尺度” ——也就是说,事物对我显现成什么样,对我来说就是什么样;对你显现成什么样,对你来说就是什么样——还是说,你认为事物本身具有某种坚固的自我本质?
ΕΡΜ. ἤδη ποτὲ ἔγωγε, ὦ Σώκρατες, ἀπορῶν καὶ ἐνταῦθα ἐξηνέχθην εἰς ἅπερ Πρωταγόρας λέγει· οὐ πάνυ τι μέντοι μοι δοκεῖ οὕτως ἔχειν.
赫尔墨革涅斯:苏格拉底啊,以前我在困惑时,也曾被引向普罗泰戈拉所说的那些观点;不过,我倒不觉得完全是这样。
ΣΩ. τί δέ; ἐς τόδε ἤδη ἐξηνέχθης, ὥστε μὴ πάνυ σοι δοκεῖν εἶναί τινα ἄνθρωπον πονηρόν;
苏格拉底:那么,你曾被引向这样的地步,以至于完全不认为有任何坏人吗?
ΕΡΜ. οὐ μὰ τὸν Δία, ἀλλὰ πολλάκις δὴ αὐτὸ πέπονθα, ὥστε μοι δοκεῖν πάνυ πονηροὺς εἶναί τινας ἀνθρώπους, καὶ μάλα συχνούς.
赫尔墨革涅斯:不,凭宙斯起誓,我绝非如此。 相反,我经常有这样的经历,觉得有些人极其邪恶,而且人数还相当多。
ΣΩ. τί δέ; πάνυ χρηστοὶ οὔπω σοι ἔδοξαν εἶναι;
苏格拉底:那么,你从未觉得有极其优秀的人吗?
ΕΡΜ. καὶ μάλα ὀλίγοι.
赫尔墨革涅斯:有过,但极少。
ΣΩ. ἔδοξαν δʼ οὖν;
苏格拉底:但总归是觉得有过的?
ΕΡΜ. ἔμοιγε.
赫尔墨革涅斯:在我看来是有的。
ΣΩ. πῶς οὖν τοῦτο τίθεσαι; ἆρʼ ὧδε·
苏格拉底:那你怎么看这件事?
τοὺς μὲν πάνυ χρηστοὺς πάνυ φρονίμους, τοὺς δὲ πάνυ πονηροὺς πάνυ ἄφρονας;
是这样吗:极其优秀的人极其聪明,而极其邪恶的人极其愚蠢?
ΕΡΜ. ἔμοιγε δοκεῖ οὕτως.
赫尔墨革涅斯:在我看来是这样的。
ΣΩ. οἷόν τε οὖν, εἰ Πρωταγόρας ἀληθῆ ἔλεγεν καὶ ἔστιν αὕτη ἡ ἀλήθεια, τὸ οἷα ἂν δοκῇ ἑκάστῳ τοιαῦτα καὶ εἶναι, τοὺς μὲν ἡμῶν φρονίμους εἶναι, τοὺς δὲ ἄφρονας;
苏格拉底:那么,如果普罗泰戈拉说的是真理,并且真理就是这样——各人觉得怎样,事物就是怎样——那么我们当中有的人聪明,有的人愚蠢,这还可能吗?
ΕΡΜ. οὐ δῆτα.
赫尔墨革涅斯:当然不可能。
ΣΩ. καὶ ταῦτά γε, ὡς ἐγᾦμαι, σοὶ πάνυ δοκεῖ, φρονήσεως οὔσης καὶ ἀφροσύνης μὴ πάνυ δυνατὸν εἶναι Πρωταγόραν ἀληθῆ λέγειν·
苏格拉底:而且,正如我所认为的,你也非常同意这一点:既然存在聪明和愚蠢,普罗泰戈拉所说的就完全不可能是真的。
οὐδὲν γὰρ ἄν που τῇ ἀληθείᾳ ὁ ἕτερος τοῦ ἑτέρου φρονιμώτερος εἴη, εἴπερ ἃ ἂν ἑκάστῳ δοκῇ ἑκάστῳ ἀληθῆ ἔσται.
因为如果每个人觉得怎样,对每个人来说就是真理,那么在真理上,一个人不可能比另一个人更聪明。
ΕΡΜ. ἔστι ταῦτα.
赫尔墨革涅斯:确实如此。
ΣΩ. ἀλλὰ μὴν οὐδὲ κατʼ Εὐθύδημόν γε οἶμαι σοὶ δοκεῖ πᾶσι πάντα ὁμοίως εἶναι ἅμα καὶ ἀεί· οὐδὲ γὰρ ἂν οὕτως εἶεν οἱ μὲν χρηστοί, οἱ δὲ πονηροί, εἰ ὁμοίως ἅπασι καὶ ἀεὶ ἀρετή τε καὶ κακία εἴη.
苏格拉底:但我想你也不会同意欧提德谟的看法,认为所有事物在同一时间且永远同样地属于所有人;因为如果美德和邪恶同样地且永远属于所有人,也就不会有有的人好、有的人坏这回事了。
ΕΡΜ. ἀληθῆ λέγεις.
赫尔墨革涅斯:你说得对。
ΣΩ. οὐκοῦν εἰ μήτε πᾶσι πάντα ἐστὶν ὁμοίως ἅμα καὶ ἀεί, μήτε ἑκάστῳ ἰδίᾳ ἕκαστον, δῆλον δὴ ὅτι αὐτὰ αὑτῶν οὐσίαν ἔχοντά τινα βέβαιόν ἐστι τὰ πράγματα, οὐ πρὸς ἡμᾶς οὐδὲ ὑφʼ ἡμῶν ἑλκόμενα ἄνω καὶ κάτω τῷ ἡμετέρῳ φαντάσματι, ἀλλὰ καθʼ αὑτὰ πρὸς τὴν αὑτῶν οὐσίαν ἔχοντα ᾗπερ πέφυκεν.
苏格拉底:因此,既不是所有事物在同一时间且永远同样地属于所有人,也不是各物对各人来说具有私下的属性,那么显而易见,事物本身具有某种坚固的本质。 它们不因我们而被改变,也不因我们的幻象而上下波动,而是根据其自身的本质、按照其本然的自然状态而独立存在。
ΕΡΜ. δοκεῖ μοι, ὦ Σώκρατες, οὕτω.
赫尔墨革涅斯:苏格拉底啊,在我看来就是这样的。
ΣΩ. πότερον οὖν αὐτὰ μὲν ἂν εἴη οὕτω πεφυκότα, αἱ δὲ πράξεις αὐτῶν οὐ κατὰ τὸν αὐτὸν τρόπον;
苏格拉底:那么,事物本身自然是这样的,它们的“行为”难道不同样也是这样吗?
ἢ οὐ καὶ αὗται ἕν τι εἶδος τῶν ὄντων εἰσίν, αἱ πράξεις;
或者说,行为不也是存在物的一个种类吗?
ΕΡΜ. πάνυ γε καὶ αὗται.
赫尔墨革涅斯:当然,行为也是其中之一。

词汇与语法注释

  1. 385cκαὶ τοῦτο ἄρα τὸ τοῦ ἀληθοῦς λόγου λέγεται; — 动词“λέγεται”(被说/被称为)结合紧随其后苏格拉底的话“ἀληθές γε, ὡς φῄς”(正如你所说,它是真的),应当被理解为询问真的言论的这一部分(名字)是否也同样被说成是“真的”。这一构文强调了整体言论的真值与作为其组成部分的名字的真值之间的关联。
  2. 386aὡς ἄρα οἷα μὲν ἂν ἐμοὶ φαίνηται τὰ πράγματα , τοιαῦτα μὲν ἔστιν ἐμοί — 由“ὡς ἄρα”引导的从句充当同格解释说明,具体阐释了普罗泰戈拉“人是万物的尺度”这一命题。该句采用关联结构,其中带有“ἄν”和虚拟语气“φαίνηται”的关系从句概括了事物向特定主体显现的状态,并由利益与格(或关系与格)“ἐμοί”承接结果。
  3. 386cφρονήσεως οὔσης καὶ ἀφροσύνης μὴ πάνυ δυνατὸν εἶναι Πρωταγόραν ἀληθῆ λέγειν — 短语“φρονήσεως οὔσης καὶ ἀφροσύνης”是一个属格绝对结构(genitive absolute),在此处表示原因或前提条件(“既然聪明和愚蠢存在”)。以此为前提,引出了由“μὴ πάνυ δυνατὸν εἶναι...”构成的非人称带对格的不定式结构作为逻辑推论。

引用这一段

柏拉图, 克拉底鲁篇 §385-386. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg005.humanitext-grc2:385-386

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。