Humanitext Reader

柏拉图 · 克拉底鲁篇 §387-388

作为行为的命名与作为教学工具的名称

第 3 段,共 34 段 · 希腊语

内容简介

苏格拉底阐明,说话和命名也是必须遵循事物本身特有性质的活动,而非取决于人的主观意见。他将名字定义为一种用于教学和划分事物本质的工具,并指出其制作者是拥有专门技术和知识的立法者。

§387ΣΩ. κατὰ τὴν αὑτῶν ἄρα φύσιν καὶ αἱ πράξεις πράττονται, οὐ κατὰ τὴν ἡμετέραν δόξαν.
苏格拉底:那么,行为也是按照它们自身的性质来进行的,而不是按照我们的意见。
οἷον ἐάν τι ἐπιχειρήσωμεν ἡμεῖς τῶν ὄντων τέμνειν, πότερον ἡμῖν τμητέον ἕκαστον ὡς ἂν ἡμεῖς βουλώμεθα καὶ ᾧ ἂν βουληθῶμεν, ἢ ἐὰν μὲν κατὰ τὴν φύσιν βουληθῶμεν ἕκαστον τέμνειν τοῦ τέμνειν τε καὶ τέμνεσθαι καὶ ᾧ πέφυκε, τεμοῦμέν τε καὶ πλέον τι ἡμῖν ἔσται καὶ ὀρθῶς πράξομεν τοῦτο, ἐὰν δὲ παρὰ φύσιν, ἐξαμαρτησόμεθά τε καὶ οὐδὲν πράξομεν;
例如,如果我们试图切开某个存在物,我们是应该按照我们所希望的方式以及用我们所希望的工具来切开它呢,还是如果我们在切开与被切开的本性以及使用天生适合的工具的情况下切开它,我们就能切开它,并获得成效,且能正确地进行这项活动? 但如果我们违反自然来切,我们就会失败,一无所成?
ΕΡΜ. ἔμοιγε δοκεῖ οὕτω.
赫尔墨革涅斯:在我看来就是这样的。
ΣΩ. οὐκοῦν καὶ ἐὰν κάειν τι ἐπιχειρήσωμεν, οὐ κατὰ πᾶσαν δόξαν δεῖ κάειν, ἀλλὰ κατὰ τὴν ὀρθήν;
苏格拉底:那么,如果我们试图烧掉什么东西,难道不应该按照随意的意见去烧,而是要按照正确的意见吗?
αὕτη δʼ ἐστὶν ᾗ ἐπεφύκει ἕκαστον κάεσθαί τε καὶ κάειν καὶ ᾧ ἐπεφύκει;
而正确的意见就是:每个事物天生适合被烧和烧的方式,以及用天生适合的工具去烧吗?
ΕΡΜ. ἔστι ταῦτα.
赫尔墨革涅斯:确实如此。
ΣΩ. οὐκοῦν καὶ τἆλλα οὕτω;
苏格拉底:那么其他事情也是如此吗?
ΕΡΜ. πάνυ γε.
赫尔墨革涅斯:当然。
ΣΩ. ἆρʼ οὖν οὐ καὶ τὸ λέγειν μία τις τῶν πράξεών ἐστιν;
苏格拉底:那么,说话不也是这些行为中的一种吗?
ΕΡΜ. ναί.
赫尔墨革涅斯:是的。
ΣΩ. πότερον οὖν ᾗ ἄν τῳ δοκῇ λεκτέον εἶναι, ταύτῃ λέγων ὀρθῶς λέξει, ἢ ἐὰν μὲν ᾗ πέφυκε τὰ πράγματα λέγειν τε καὶ λέγεσθαι καὶ ᾧ, ταύτῃ καὶ τούτῳ λέγῃ, πλέον τέ τι ποιήσει καὶ ἐρεῖ· ἂν δὲ μή, ἐξαμαρτήσεταί τε καὶ οὐδὲν ποιήσει;
苏格拉底:那么,谁要是按照自己认为合适的方式去说,他这样说就能说得正确吗? 还是说,如果他按照事物天生适合说与被说的方式以及天生适合的工具去说,他就能获得成效并说出来;如果不是这样,他就会失败,一无所成?
ΕΡΜ. οὕτω μοι δοκεῖ ὡς λέγεις.
赫尔墨革涅斯:在我看来正如你所说。
ΣΩ. οὐκοῦν τοῦ λέγειν μόριον τὸ ὀνομάζειν;
苏格拉底:那么,命名不是说话的一个部分吗?
διονομάζοντες γάρ που λέγουσι τοὺς λόγους.
因为人们通过命名来说出他们的言论。
ΕΡΜ. πάνυ γε.
赫尔墨革涅斯:当然。
ΣΩ. οὐκοῦν καὶ τὸ ὀνομάζειν πρᾶξίς ἐστιν, εἴπερ καὶ τὸ λέγειν πρᾶξίς τις ἦν περὶ τὰ πράγματα;
苏格拉底:那么,既然说话也是一种涉及事物的行为,那么命名不也是一种行为吗?
ΕΡΜ. ναί.
赫尔墨革涅斯:是的。
ΣΩ. αἱ δὲ πράξεις ἐφάνησαν ἡμῖν οὐ πρὸς ἡμᾶς οὖσαι, ἀλλʼ αὑτῶν τινα ἰδίαν φύσιν ἔχουσαι;
苏格拉底:而且,我们不是已经看得很清楚,行为与我们无关,而是具有其自身特有的性质吗?
ΕΡΜ. ἔστι ταῦτα.
赫尔墨革涅斯:确实如此。
ΣΩ. οὐκοῦν καὶ ὀνομαστέον ᾗ πέφυκε τὰ πράγματα ὀνομάζειν τε καὶ ὀνομάζεσθαι καὶ ᾧ, ἀλλʼ οὐχ ᾗ ἂν ἡμεῖς βουληθῶμεν, εἴπερ τι τοῖς ἔμπροσθεν μέλλει ὁμολογούμενον εἶναι;
苏格拉底:那么,如果要和前面的结论相一致的话,我们也就必须按照事物天生适合命名与被命名的方式以及天生适合的工具来命名,而不能按照我们所希望的方式。
καὶ οὕτω μὲν ἂν πλέον τι ποιοῖμεν καὶ ὀνομάζοιμεν, ἄλλως δὲ οὔ;
只有这样我们才能获得成效并完成命名,否则就不行?
ΕΡΜ. φαίνεταί μοι.
赫尔墨革涅斯:在我看来是这样的。
ΣΩ. φέρε δή, ὃ ἔδει τέμνειν, ἔδει τῳ, φαμέν, τέμνειν;
苏格拉底:且慢,我们说,那需要切开的东西,必须用某种东西来切开,是吗?
ΕΡΜ. ναί.
赫尔墨革涅斯:是的。
ΣΩ. καὶ ὃ ἔδει κερκίζειν, ἔδει τῳ κερκίζειν;
苏格拉底:而那需要用杼织的东西,必须用某种东西来织?
καὶ ὃ ἔδει τρυπᾶν, ἔδει τῳ τρυπᾶν;
那需要钻孔的东西,也必须用某种东西来钻?
ΕΡΜ. πάνυ γε.
赫尔墨革涅斯:当然。
ΣΩ. καὶ ὃ ἔδει δὴ ὀνομάζειν, ἔδει τῳ ὀνομάζειν;
苏格拉底:那么,那需要命名的东西,也必须用某种东西来命名吗?
§388ΕΡΜ. ἔστι ταῦτα.
赫尔墨革涅斯:确实如此。
ΣΩ. τί δὲ ἦν ἐκεῖνο ᾧ ἔδει τρυπᾶν;
苏格拉底:那么,那用来钻孔的工具是什么呢?
ΕΡΜ. τρύπανον.
赫尔墨革涅斯:是钻子。
ΣΩ. τί δὲ ᾧ κερκίζειν;
苏格拉底:那用来织的工具呢?
ΕΡΜ. κερκίς.
赫尔墨革涅斯:是杼。
ΣΩ. τί δὲ ᾧ ὀνομάζειν;
苏格拉底:那用来命名的工具呢?
ΕΡΜ. ὄνομα.
赫尔墨革涅斯:是名字。
ΣΩ. εὖ λέγεις.
苏格拉底:说得好。
ὄργανον ἄρα τί ἐστι καὶ τὸ ὄνομα.
那么,名字也是一种工具了。
ΕΡΜ. πάνυ γε.
赫尔墨革涅斯:当然。
ΣΩ. εἰ οὖν ἐγὼ ἐροίμην τί ἦν ὄργανον ἡ κερκίς;
苏格拉底:如果我问:杼是什么样的工具?
οὐχ ᾧ κερκίζομεν;
难道不是我们用来织的工具吗?
ΕΡΜ. ναί.
赫尔墨革涅斯:是的。
ΣΩ. κερκίζοντες δὲ τί δρῶμεν;
苏格拉底:在织的时候我们做什么?
οὐ τὴν κρόκην καὶ τοὺς στήμονας συγκεχυμένους διακρίνομεν;
我们难道不是把交缠在一起的纬线和经线区分开吗?
ΕΡΜ. ναί.
赫尔墨革涅斯:是的。
ΣΩ. οὐκοῦν καὶ περὶ τρυπάνου ἕξεις οὕτως εἰπεῖν καὶ περὶ τῶν ἄλλων;
苏格拉底:那么,关于钻子和其他工具,你也能同样地说明吗?
ΕΡΜ. πάνυ γε.
赫尔墨革涅斯:当然。
ΣΩ. ἔχεις δὴ καὶ περὶ ὀνόματος οὕτως εἰπεῖν;
苏格拉底:那么你也能同样说明名字吗?
ὀργάνῳ ὄντι τῷ ὀνόματι ὀνομάζοντες τί ποιοῦμεν;
既然名字是一种工具,我们在用它命名时是在做什么呢?
ΕΡΜ. οὐκ ἔχω λέγειν.
赫尔墨革涅斯:我说不出来。
ΣΩ. ἆρʼ οὐ διδάσκομέν τι ἀλλήλους καὶ τὰ πράγματα διακρίνομεν ᾗ ἔχει;
苏格拉底:我们难道不是在互相教导某些东西,并且按照事物的本然状态来区分它们吗?
ΕΡΜ. πάνυ γε.
赫尔墨革涅斯:当然。
ΣΩ. ὄνομα ἄρα διδασκαλικόν τί ἐστιν ὄργανον καὶ διακριτικὸν τῆς οὐσίας ὥσπερ κερκὶς ὑφάσματος.
苏格拉底:那么,名字就是一种用于教学和区分本质的工具,就像杼对于织物一样。
ΕΡΜ. ναί.
赫尔墨革涅斯:是的。
ΣΩ. ὑφαντικὸν δέ γε ἡ κερκίς;
苏格拉底:不过,杼是用于织布的,对吧?
ΕΡΜ. πῶς δʼ οὔ;
赫尔墨革涅斯:怎么会不是呢?
ΣΩ. ὑφαντικὸς μὲν ἄρα κερκίδι καλῶς χρήσεται, καλῶς δʼ ἐστὶν ὑφαντικῶς·
苏格拉底:因此,织布者会很好地使用杼,而“很好”是指以织布者的方式。
διδασκαλικὸς δὲ ὀνόματι, καλῶς δʼ ἐστὶ διδασκαλικῶς.
同样,教学者会很好地使用名字,而“很好”是指以教学者的方式。
ΕΡΜ. ναί.
赫尔墨革涅斯:是的。
ΣΩ. τῷ τίνος οὖν ἔργῳ ὁ ὑφάντης καλῶς χρήσεται ὅταν τῇ κερκίδι χρῆται;
苏格拉底:那么,当织布者使用杼时,他很好地使用的是谁的工作成果呢?
ΕΡΜ. τῷ τοῦ τέκτονος.
赫尔墨革涅斯:木匠的。
ΣΩ. πᾶς δὲ τέκτων ἢ ὁ τὴν τέχνην ἔχων;
苏格拉底:是随便哪个木匠,还是拥有这门技术的人?
ΕΡΜ. ὁ τὴν τέχνην.
赫尔墨革涅斯:拥有技术的人。
ΣΩ. τῷ τίνος δὲ ἔργῳ ὁ τρυπητὴς καλῶς χρήσεται ὅταν τῷ τρυπάνῳ χρῆται;
苏格拉底:那么,钻孔者使用钻子时,他很好地使用的是谁的工作成果呢?
ΕΡΜ. τῷ τοῦ χαλκέως.
赫尔墨革涅斯:铁匠的。
ΣΩ. ἆρʼ οὖν πᾶς χαλκεὺς ἢ ὁ τὴν τέχνην ἔχων;
苏格拉底:那么,是随便哪个铁匠,还是拥有技术的人?
ΕΡΜ. ὁ τὴν τέχνην.
赫尔墨革涅斯:拥有技术的人。
ΣΩ. εἶεν.
苏格拉底:好。
τῷ δὲ τίνος ἔργῳ ὁ διδασκαλικὸς χρήσεται ὅταν τῷ ὀνόματι χρῆται;
那么教学者在使用名字时,他使用的是谁的工作成果呢?
ΕΡΜ. οὐδὲ τοῦτʼ ἔχω.
赫尔墨革涅斯:这个我也说不出来。
ΣΩ. οὐδὲ τοῦτό γʼ ἔχεις εἰπεῖν, τίς παραδίδωσιν ἡμῖν τὰ ὀνόματα οἷς χρώμεθα;
苏格拉底:难道你甚至说不出,是谁把我们使用的这些名字交托给我们的吗?
ΕΡΜ. οὐ δῆτα.
赫尔墨革涅斯:确实说不出。
ΣΩ. ἆρʼ οὐχὶ ὁ νόμος δοκεῖ σοι ὁ παραδιδοὺς αὐτά;
苏格拉底:难道你认为不是法律把它们交托给我们的吗?
ΕΡΜ. ἔοικεν.
赫尔墨革涅斯:似乎是的。
ΣΩ. νομοθέτου ἄρα ἔργῳ χρήσεται ὁ διδασκαλικὸς ὅταν ὀνόματι χρῆται;
苏格拉底:那么,教学者在使用名字时,使用的是立法者的工作成果吗?
ΕΡΜ. δοκεῖ μοι.
赫尔墨革涅斯:在我看来是这样的。
ΣΩ. νομοθέτης δέ σοι δοκεῖ πᾶς εἶναι ἀνὴρ ἢ ὁ τὴν τέχνην ἔχων;
苏格拉底:那你认为立法者是随便什么人,还是拥有这种技术的人呢?
ΕΡΜ. ὁ τὴν τέχνην.
赫尔墨革涅斯:拥有技术的人。

词汇与语法注释

  1. 387aτοῦ τέμνειν τε καὶ τέμνεσθαι — 属格不定式 τοῦ τέμνειν τε καὶ τέμνεσθαι(切与被切)作为前文 τὴν φύσιν(本性)的限定属格,用以具体说明“切与被切所固有的本性”。
  2. 387cᾗ πέφυκε τὰ πράγματα λέγειν τε καὶ λέγεσθαι — 在由关系副词 ᾗ 引导的从句中,不定式 λέγειν τε καὶ λέγεσθαι(说与被说)作为说明或结果不定式,限制动词 πέφυκε(自然具有……本性),以 τὰ πράγματα 为其主语。
  3. 388cδιδασκαλικὸς δὲ ὀνόματι — 在此分句中,省略了前文平行分句中的动词 χρήσεται(将使用)。同样,在 καλῶς δʼ ἐστὶ διδασκαλικῶς 中,系动词 ἐστίν 的主语是省略的动词不定式 χρῆσθαι(使用[名字])。

引用这一段

柏拉图, 克拉底鲁篇 §387-388. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg005.humanitext-grc2:387-388

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。