§383ΕΡΜ. βούλει οὖν καὶ Σωκράτει τῷδε ἀνακοινωσώμεθα τὸν λόγον;
赫尔墨革涅斯:那么,你愿意我们也和这里的苏格拉底一起讨论这个问题吗?
ΚΡ. εἴ σοι δοκεῖ.
克拉底鲁:如果你觉得好的话。
ΕΡΜ. Κρατύλος φησὶν ὅδε, ὦ Σώκρατες, ὀνόματος ὀρθότητα εἶναι ἑκάστῳ τῶν ὄντων φύσει πεφυκυῖαν, καὶ οὐ τοῦτο εἶναι ὄνομα ὃ ἄν τινες συνθέμενοι καλεῖν καλῶσι, τῆς αὑτῶν φωνῆς μόριον ἐπιφθεγγόμενοι, ἀλλὰ ὀρθότητά τινα τῶν ὀνομάτων πεφυκέναι καὶ Ἕλλησι καὶ βαρβάροις τὴν αὐτὴν ἅπασιν.
赫尔墨革涅斯:苏格拉底,眼前的克拉底鲁说,万物各自都有一个由自然所赋予的、正确的名字,而这名字并不是某些人通过协议来称呼的、只是发出他们自己声音的一部分,而是说名字具有某种自然的正确性,对希腊人和野蛮人来说全都是一样的。
ἐρωτῶ οὖν αὐτὸν ἐγὼ εἰ αὐτῷ Κρατύλος τῇ ἀληθείᾳ ὄνομα·
于是我问他,他的名字在真理上是不是叫“克拉底鲁”,他承认了。
ὁ δὲ ὁμολογεῖ. τί δὲ Σωκράτει;
我又说:“那么苏格拉底呢?
ἔφην. Σωκράτης,
ἦ δʼ ὅς.
” 他说:“是苏格拉底。
οὐκοῦν καὶ τοῖς ἄλλοις ἀνθρώποις πᾶσιν, ὅπερ καλοῦμεν ὄνομα ἕκαστον, τοῦτό ἐστιν ἑκάστῳ ὄνομα;
” “那么,对其他所有人来说,我们所称呼的每一个名字,也就是他们每个人的名字吗?
ὁ δέ,
οὔκουν σοί γε,
ἦ δʼ ὅς,
ὄνομα Ἑρμογένης, οὐδὲ ἂν πάντες καλῶσιν ἄνθρωποι.
” 而他却说: “至少对你来说不是,” 他说, “你的名字不是赫尔墨革涅斯,哪怕所有人都这么叫你。
§384ΕΡΜ. καὶ ἐμοῦ ἐρωτῶντος καὶ προθυμουμένου εἰδέναι ὅτι ποτὲ λέγει, οὔτε ἀποσαφεῖ οὐδὲν εἰρωνεύεταί τε πρός με, προσποιούμενός τι αὐτὸς ἐν ἑαυτῷ διανοεῖσθαι ὡς εἰδὼς περὶ αὐτοῦ, ὃ εἰ βούλοιτο σαφῶς εἰπεῖν, ποιήσειεν ἂν καὶ ἐμὲ ὁμολογεῖν καὶ λέγειν ἅπερ αὐτὸς λέγει.
” 赫尔墨革涅斯:每当我询问并渴望知道他到底在说什么时,他既不讲明白任何事情,又对我装模作样,假装他自己心里明白,好像对这事情知道些什么,而如果他愿意说清楚,就能让我也同意并说出他所说的话。
εἰ οὖν πῃ ἔχεις συμβαλεῖν τὴν Κρατύλου μαντείαν, ἡδέως ἂν ἀκούσαιμι· μᾶλλον δὲ αὐτῷ σοι ὅπῃ δοκεῖ περὶ ὀνομάτων ὀρθότητος ἔτι ἂν ἥδιον πυθοίμην, εἴ σοι βουλομένῳ.
所以,如果你有办法猜出克拉底鲁这神谕般的谜语,我愿意洗耳恭听;不过,我更愿意听听你对名字的正确性有什么看法,如果你愿意的话。
ΣΩ. ὦ παῖ Ἱππονίκου Ἑρμόγενες, παλαιὰ παροιμία ὅτι χαλεπὰ τὰ καλά ἐστιν ὅπῃ ἔχει μαθεῖν· καὶ δὴ καὶ τὸ περὶ τῶν ὀνομάτων οὐ σμικρὸν τυγχάνει ὂν μάθημα.
苏格拉底:希波尼科斯之子赫尔墨革涅斯啊,有句古老的谚语说,美好的事物要学会它是困难的;事实上,关于名字的学问也绝不是一件小事。
εἰ μὲν οὖν ἐγὼ ἤδη ἠκηκόη παρὰ Προδίκου τὴν πεντηκοντάδραχμον ἐπίδειξιν, ἣν ἀκούσαντι ὑπάρχει περὶ τοῦτο πεπαιδεῦσθαι, ὥς φησιν ἐκεῖνος, οὐδὲν ἂν ἐκώλυέν σε αὐτίκα μάλα εἰδέναι τὴν ἀλήθειαν περὶ ὀνομάτων ὀρθότητος·
如果我已经听过普罗迪科那场五十德拉克马的宣讲,正如他所说,听了那场宣讲就能在这个问题上得到充分的教育,那么现在就没有任何事情能阻止你立刻知道关于名字正确性的真理了。
νῦν δὲ οὐκ ἀκήκοα, ἀλλὰ τὴν δραχμιαίαν.
但现在我没有听过那个,只听过一德拉克马的宣讲。
οὔκουν οἶδα πῇ ποτε τὸ ἀληθὲς ἔχει περὶ τῶν τοιούτων· συζητεῖν μέντοι ἕτοιμός εἰμι καὶ σοὶ καὶ Κρατύλῳ κοινῇ.
因此,我不知道关于这些事情的真理究竟如何;不过,我准备好和你以及克拉底鲁一起共同探讨。
ὅτι δὲ οὔ φησί σοι Ἑρμογένη ὄνομα εἶναι τῇ ἀληθείᾳ, ὥσπερ ὑποπτεύω αὐτὸν σκώπτειν· οἴεται γὰρ ἴσως σε χρημάτων ἐφιέμενον κτήσεως ἀποτυγχάνειν ἑκάστοτε.
至于他说你在真理上不叫赫尔墨革涅斯,我怀疑他是在开玩笑;因为他大概认为,你虽然渴望追求财富,却每次都得不到。
ἀλλʼ, ὃ νυνδὴ ἔλεγον, εἰδέναι μὲν τὰ τοιαῦτα χαλεπόν, εἰς τὸ κοινὸν δὲ καταθέντας χρὴ σκοπεῖν εἴτε ὡς σὺ λέγεις ἔχει εἴτε ὡς Κρατύλος.
然而,正如我刚才所说,了解这些事情是困难的,但我们必须把它们放在公共讨论中,考察它是像你所说的那样,还是像克拉底鲁所说的那样。
ΕΡΜ. καὶ μὴν ἔγωγε, ὦ Σώκρατες, πολλάκις δὴ καὶ τούτῳ διαλεχθεὶς καὶ ἄλλοις πολλοῖς, οὐ δύναμαι πεισθῆναι ὡς ἄλλη τις ὀρθότης ὀνόματος ἢ συνθήκη καὶ ὁμολογία.
赫尔墨革涅斯:不过,苏格拉底,我经常和这个人以及其他许多人进行讨论,但我无法被说服名字除了协议和一致之外,还有什么别的正确性。
ἐμοὶ γὰρ δοκεῖ ὅτι ἄν τίς τῳ θῆται ὄνομα, τοῦτο εἶναι τὸ ὀρθόν· καὶ ἂν αὖθίς γε ἕτερον μεταθῆται, ἐκεῖνο δὲ μηκέτι καλῇ, οὐδὲν ἧττον τὸ ὕστερον ὀρθῶς ἔχειν τοῦ προτέρου, ὥσπερ τοῖς οἰκέταις ἡμεῖς μετατιθέμεθα·
因为在我看来,任何人给某物起的什么名字,这个名字就是正确的;如果他再把它改换成另一个名字,不再用第一个名字称呼它,那么后面的名字也绝不比前面的名字更不正确,就像我们给奴仆改名字一样。
οὐ γὰρ φύσει ἑκάστῳ πεφυκέναι ὄνομα οὐδὲν οὐδενί, ἀλλὰ νόμῳ καὶ ἔθει τῶν ἐθισάντων τε καὶ καλούντων.
因为没有任何名字是自然地属于任何一物的,而只有通过确立这一习惯并如此称呼的人们的法律和习俗。
εἰ δέ πῃ ἄλλῃ ἔχει, ἕτοιμος ἔγωγε καὶ μανθάνειν καὶ ἀκούειν οὐ μόνον παρὰ Κρατύλου, ἀλλὰ καὶ παρʼ ἄλλου ὁτουοῦν.
但如果是以其他方式,我不仅愿意向克拉底鲁学习和倾听,也愿意向任何其他人学习和倾听。