Humanitext Reader

柏拉图 · 斐多篇 §97

阿那克萨哥拉的心灵说与苏格拉底的期待

第 38 段,共 55 段 · 希腊语

内容简介

苏格拉底回忆起他对物理和数学上的原因解释感到不满,以及在听到阿那克萨哥拉关于“心灵”是一切事物的安排者和原因的学说时,如何抱有极大的希望。

§97ΦΑΙΔ. πόρρω που, ἔφη, νὴ Δία ἐμὲ εἶναι τοῦ οἴεσθαι περὶ τούτων του τὴν αἰτίαν εἰδέναι, ὅς γε οὐκ ἀποδέχομαι ἐμαυτοῦ οὐδὲ ὡς ἐπειδὰν ἑνί τις προσθῇ ἕν, ἢ τὸ ἓν ᾧ προσετέθη δύο γέγονεν, ἢ τὸ προστεθέν, ἢ τὸ προστεθὲν καὶ ᾧ προσετέθη διὰ τὴν πρόσθεσιν τοῦ ἑτέρου τῷ ἑτέρῳ δύο ἐγένετο·
斐多:『「凭着宙斯起誓,」他说,「我远不认为自己知道这些事情中任何一件的原因,因为我甚至不能让自己接受:每当有人把一加到一上时,到底是那个被加的一变成了二,还是那个加上去的一变成了二,或者是那个加上去的一和那个被加的一因为这一个加到那一个上而一起变成了二。
θαυμάζω γὰρ εἰ ὅτε μὲν ἑκάτερον αὐτῶν χωρὶς ἀλλήλων ἦν, ἓν ἄρα ἑκάτερον ἦν καὶ οὐκ ἤστην τότε δύο, ἐπεὶ δ’ ἐπλησίασαν ἀλλήλοις, αὕτη ἄρα αἰτία αὐτοῖς ἐγένετο τοῦ δύο γενέσθαι, ἡ σύνοδος τοῦ πλησίον ἀλλήλων τεθῆναι.
因为我感到奇怪:难道当它们各自彼此分离时,它们各自是一,而那时它们还不是二,但当它们彼此靠近时,这种彼此靠近放置的结合,就成了它们变成二的原因吗?
οὐδέ γε ὡς ἐάν τις ἓν διασχίσῃ, δύναμαι ἔτι πείθεσθαι ὡς αὕτη αὖ αἰτία γέγονεν, ἡ σχίσις, τοῦ δύο γεγονέναι·
我也不能再让自己相信,如果有人把一剖开,这剖开就是它变成二的原因;因为这与当时变成二的原因正好相反。
ἐναντία γὰρ γίγνεται ἢ τότε αἰτία τοῦ δύο γίγνεσθαι. τότε μὲν γὰρ ὅτι συνήγετο πλησίον ἀλλήλων καὶ προσετίθετο ἕτερον ἑτέρῳ, νῦν δ’ ὅτι ἀπάγεται καὶ χωρίζεται ἕτερον ἀφ’ ἑτέρου.
因为当时是因为它们彼此靠近并把一个加到另一个上,而现在是因为一个被带离并与另一个分离。
οὐδέ γε δι’ ὅτι ἓν γίγνεται ὡς ἐπίσταμαι, ἔτι πείθω ἐμαυτόν, οὐδ’ ἄλλο οὐδὲν ἑνὶ λόγῳ δι’ ὅτι γίγνεται ἢ ἀπόλλυται ἢ ἔστι, κατὰ τοῦτον τὸν τρόπον τῆς μεθόδου, ἀλλά τιν’ ἄλλον τρόπον αὐτὸς εἰκῇ φύρω, τοῦτον δὲ οὐδαμῇ προσίεμαι.
我也不再让自己相信我知道为什么一会产生,简言之,按照这种研究方法,我不再知道任何其他事物为什么产生、消灭或存在;相反,我自己胡乱地把其他某种方式混杂在一起,而对这种方式却绝不接受。
ἀλλ’ ἀκούσας μέν ποτε ἐκ βιβλίου τινός, ὡς ἔφη, Ἀναξαγόρου ἀναγιγνώσκοντος, καὶ λέγοντος ὡς ἄρα νοῦς ἐστιν ὁ διακοσμῶν τε καὶ πάντων αἴτιος, ταύτῃ δὴ τῇ αἰτίᾳ ἥσθην τε καὶ ἔδοξέ μοι τρόπον τινὰ εὖ ἔχειν τὸ τὸν νοῦν εἶναι πάντων αἴτιον, καὶ ἡγησάμην, εἰ τοῦθ’ οὕτως ἔχει, τόν γε νοῦν κοσμοῦντα πάντα κοσμεῖν καὶ ἕκαστον τιθέναι ταύτῃ ὅπῃ ἂν βέλτιστα ἔχῃ·
但是,正如他说,有一次他听见有人读一本书,那是阿那克萨哥拉的书,读到其中说:是“心灵”在安排一切并且是一切的原因。 我对此原因感到十分高兴,在我看来,以心灵为一切的原因在某种程度上是很好的。 我心想,如果事情是这样,那么安排一切的心灵就会把万物安排好,并将每一个事物安放在其最好的状态。
εἰ οὖν τις βούλοιτο τὴν αἰτίαν εὑρεῖν περὶ ἑκάστου ὅπῃ γίγνεται ἢ ἀπόλλυται ἢ ἔστι, τοῦτο δεῖν περὶ αὐτοῦ εὑρεῖν, ὅπῃ βέλτιστον αὐτῷ ἐστιν ἢ εἶναι ἢ ἄλλο ὁτιοῦν πάσχειν ἢ ποιεῖν·
因此,如果有人想找出每个事物如何产生、消灭或存在的原因,他就必须找出关于这个事物的这个方面:它怎样存在,或者承受或做任何其他事情对它来说是最好的。
ἐκ δὲ δὴ τοῦ λόγου τούτου οὐδὲν ἄλλο σκοπεῖν προσήκειν ἀνθρώπῳ καὶ περὶ αὐτοῦ ἐκείνου καὶ περὶ τῶν ἄλλων ἀλλ᾽ ἢ τὸ ἄριστον καὶ τὸ βέλτιστον.
根据这个道理,人只需要考察关于那事物本身以及关于其他事物的那种最优秀、最完美的状态,而不必考察其他任何事情。
ἀναγκαῖον δὲ εἶναι τὸν αὐτὸν τοῦτον καὶ τὸ χεῖρον εἰδέναι· τὴν αὐτὴν γὰρ εἶναι ἐπιστήμην περὶ αὐτῶν.
而这同一个人也必然知道那较差的状态,因为关于它们的知识是同一门。
ταῦτα δὴ λογιζόμενος ἅσμενος ηὑρηκέναι ᾤμην διδάσκαλον τῆς αἰτίας περὶ τῶν ὄντων κατὰ νοῦν ἐμαυτῷ, τὸν Ἀναξαγόραν, καί μοι φράσειν πρῶτον μὲν πότερον ἡ γῆ πλατεῖά ἐστιν ἢ στρογγύλη, ἐπειδὴ δὲ φράσειεν, ἐπεκδιηγήσεσθαι τὴν αἰτίαν καὶ τὴν ἀνάγκην, λέγοντα τὸ ἄμεινον καὶ ὅτι αὐτὴν ἄμεινον ἦν τοιαύτην εἶναι·
这样思量着,我高兴地以为自己在阿那克萨哥拉那里为自己找到了一个符合我心意的关于万物原因的老师,他会首先告诉我地球是扁平的还是圆的,而在他告诉我之后,他会进一步向我解释其原因和必然性,说明什么是较好的,以及为什么地球处于这种状态对它更好。
καὶ εἰ ἐν μέσῳ φαίη εἶναι αὐτήν, ἐπεκδιηγήσεσθαι ὡς ἄμεινον ἦν αὐτὴν ἐν μέσῳ εἶναι·
如果他说地球在中心,他会进一步解释它在中心为什么是较好的。
καὶ εἴ μοι ταῦτα ἀποφαίνοι, παρεσκευάσμην ὡς οὐκέτι ποθεσόμενος αἰτίας ἄλλο εἶδος.
如果他向我指明了这些,我就准备不再寻求任何其他种类的原因了。 』

词汇与语法注释

  1. 97πόρρω που... ἐμὲ εἶναι τοῦ οἴεσθαι — ἐμὲ εἶναι 是带冠词不定式的结构,作为苏格拉底对克贝提问的直接回答,但由于叙述者斐多使用了 ἔφη(他说)而转化为间接引语。属格带冠词不定式 τοῦ οἴεσθαι 由副词 πόρρω(远离)支配,表示与“认为/以为”这一状态的距离或分离。
  2. 97aὅς γε οὐκ ἀποδέχομαι ἐμαυτοῦ — 关系代名词 ὅς 与小词 γε 连用,引导一个表示原因的关系从句(“因为我……”、“既然我……”)。动词 ἀποδέχομαι(接受)支配属格代词 ἐμαυτοῦ(我自己),意为“从我自己那里接受”或“说服自己接受”,表达了一种自我反思和认同的过程。
  3. 97bοὐδέ γε δι’ ὅτι ἓν γίγνεται ὡς ἐπίσταμαι, ἔτι πείθω ἐμαυτόν — 这是一个语顺高度倒装的句子。整个断言的主动词是 πείθω,其宾语为 ἐμαυτόν。ὡς 引导的从句 ὡς ἐπίσταμαι(我知道)作为 πείθω 的宾语从句(使我自己相信……),而前置的间接疑问从句 δι’ ὅτι ἓν γίγνεται(为什么一产生)则作为 ἐπίσταμαι 的宾语。
  4. 97cὡς ἔφη, Ἀναξαγόρου ἀναγιγνώσκοντος — Ἀναξαγόρου 最好被理解为属格,修饰介词短语 ἐκ βιβλίου τινός(从某本书)中的 βιβλίου,即“阿那克萨哥拉的书”。属格分词 ἀναγιγνώσκοντος(朗读)表示朗读的动作,由主分词 ἀκούσας(听见)支配(意为“听见[某人]朗读”)。虽然在语法上也可以将其视为属格独立结构(“当阿那克萨哥拉朗读时”),但根据上下文,苏格拉底是听见别人在朗读阿那克萨哥拉的书。
  5. 97dἐκ δὲ δὴ τοῦ λόγου τούτου οὐδὲν ἄλλο σκοπεῖν προσήκειν — προσήκειν 是无人称动词 προσήκει(应当/适合)的不定式形式,它依赖于前面 ἡγησάμην(我认为)所引入的间接引语,或者延续了 δεῖν 之后的不定式序列。与格的 ἀνθρώπῳ 作为该无人称结构的对象,整体意为“对于人来说,考察……是不合适的”。
  6. 97eἐπειδὴ δὲ φράσειεν... καὶ εἴ μοι... ἀποφαίνοι — 这些从句表达了从过去视角出发的未来预期(“一旦他解释了”、“如果他向我展示”)。在直接引语中,它们本应使用带 ἄν 的虚拟式(如 ἐπειδὰν φράσῃ)或将来条件句。由于它们被嵌入到依赖于过去主动词(ᾤμην,παρεσκευάσμην)的间接引语中,因而被同化为希求语气(间接引语希求式,即 optativus obliquus)。

引用这一段

柏拉图, 斐多篇 §97. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg004.humanitext-grc2:97

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。