§98ΦΑΙΔ. καὶ δὴ καὶ περὶ ἡλίου οὕτω παρεσκευάσμην ὡσαύτως πευσόμενος, καὶ σελήνης καὶ τῶν ἄλλων ἄστρων, τάχους τε πέρι πρὸς ἄλληλα καὶ τροπῶν καὶ τῶν ἄλλων παθημάτων, πῇ ποτε ταῦτ’ ἄμεινόν ἐστιν ἕκαστον καὶ ποιεῖν καὶ πάσχειν ἃ πάσχει.
斐多:而且对于太阳,我也同样作好了准备,打算以同样的方式进行探询,对于月亮和其他星体也是如此,关于它们彼此之间的速度、运行轨道以及其他状态,即每一个星体以何种方式活动以及承受它所承受的状态是更好的。
οὐ γὰρ ἄν ποτε αὐτὸν ᾤμην, φάσκοντά γε ὑπὸ νοῦ αὐτὰ κεκοσμῆσθαι, ἄλλην τινὰ αὐτοῖς αἰτίαν ἐπενεγκεῖν ἢ ὅτι βέλτιστον αὐτὰ οὕτως ἔχειν ἐστὶν ὥσπερ ἔχει·
因为我绝不会想到,既然他声称这些事物是由心灵安排的,他还会为它们引入其他任何原因,除了它们像现在这样存在是最好的之外。
ἑκάστῳ οὖν αὐτῶν ἀποδιδόντα τὴν αἰτίαν καὶ κοινῇ πᾶσι τὸ ἑκάστῳ βέλτιστον ᾤμην καὶ τὸ κοινὸν πᾶσιν ἐπεκδιηγήσεσθαι ἀγαθόν·
因此,我以为他在为它们每一个以及共同为所有事物赋予原因时,会进一步详细解释对每一个最好的是什么,以及对所有事物共同的善是什么。
καὶ οὐκ ἂν ἀπεδόμην πολλοῦ τὰς ἐλπίδας, ἀλλὰ πάνυ σπουδῇ λαβὼν τὰς βίβλους ὡς τάχιστα οἷός τ’ ἦ ἀνεγίγνωσκον, ἵν’ ὡς τάχιστα εἰδείην τὸ βέλτιστον καὶ τὸ χεῖρον.
我绝不会以高价卖掉我的这些希望,而是非常急切地拿到这些书,尽我所能最快地阅读,以便尽可能快地知道最好的和较差的。
ἀπὸ δὴ θαυμαστῆς ἐλπίδος, ὦ ἑταῖρε, ᾠχόμην φερόμενος, ἐπειδὴ προϊὼν καὶ ἀναγιγνώσκων ὁρῶ ἄνδρα τῷ μὲν νῷ οὐδὲν χρώμενον οὐδέ τινας αἰτίας ἐπαιτιώμενον εἰς τὸ διακοσμεῖν τὰ πράγματα, ἀέρας δὲ καὶ αἰθέρας καὶ ὕδατα αἰτιώμενον καὶ ἄλλα πολλὰ καὶ ἄτοπα.
然而,我的朋友,我却从这奇妙的希望中跌落下来,被带走了。 因为随着我继续阅读,我看到这个人根本没有使用心灵,也没有把任何原因归于事物的安排,而是把原因归于空气、以太、水以及许多其他古怪的东西。
καί μοι ἔδοξεν ὁμοιότατον πεπονθέναι ὥσπερ ἂν εἴ τις λέγων ὅτι Σωκράτης πάντα ὅσα πράττει νῷ πράττει, κἄπειτα ἐπιχειρήσας λέγειν τὰς αἰτίας ἑκάστων ὧν πράττω, λέγοι πρῶτον μὲν ὅτι διὰ ταῦτα νῦν ἐνθάδε κάθημαι, ὅτι σύγκειταί μου τὸ σῶμα ἐξ ὀστῶν καὶ νεύρων, καὶ τὰ μὲν ὀστᾶ ἐστιν στερεὰ καὶ διαφυὰς ἔχει χωρὶς ἀπ’ ἀλλήλων, τὰ δὲ νεῦρα οἷα ἐπιτείνεσθαι καὶ ἀνίεσθαι, περιαμπέχοντα τὰ ὀστᾶ μετὰ τῶν σαρκῶν καὶ δέρματος ὃ συνέχει αὐτά·
在我看来,这就像有人说苏格拉底所做的一切都是凭心灵做的,然后试图说明我所做的每一件事的原因,首先说我现在坐在这里是因为这个原因:我的身体由骨骼和韧带组成,骨骼是坚硬的,彼此之间有独立的关节,而韧带具有伸展和松弛的特性,伴随着肌肉和保持它们在一起的皮肤包围着骨骼。
αἰωρουμένων οὖν τῶν ὀστῶν ἐν ταῖς αὑτῶν συμβολαῖς χαλῶντα καὶ συντείνοντα τὰ νεῦρα κάμπτεσθαί που ποιεῖ οἷόν τ’ εἶναι ἐμὲ νῦν τὰ μέλη, καὶ διὰ ταύτην τὴν αἰτίαν συγκαμφθεὶς ἐνθάδε κάθημαι·
由于骨骼在它们的关节中悬吊着,韧带通过松弛和收紧,使我能够弯曲我的四肢,正是因为这个原因,我现在蜷缩着坐在这里。
καὶ αὖ περὶ τοῦ διαλέγεσθαι ὑμῖν ἑτέρας τοιαύτας αἰτίας λέγοι, φωνάς τε καὶ ἀέρας καὶ ἀκοὰς καὶ ἄλλα μυρία τοιαῦτα αἰτιώμενος, ἀμελήσας τὰς ὡς ἀληθῶς αἰτίας λέγειν, ὅτι, ἐπειδὴ Ἀθηναίοις ἔδοξε βέλτιον εἶναι ἐμοῦ καταψηφίσασθαι, διὰ ταῦτα δὴ καὶ ἐμοὶ βέλτιον αὖ δέδοκται ἐνθάδε καθῆσθαι, καὶ δικαιότερον παραμένοντα ὑπέχειν τὴν δίκην ἣν ἂν κελεύσωσιν·
而且,关于我与你们交谈,他会说明其他类似的虚假原因,把原因归于声音、空气、听觉和无数其他类似的选择却忽视了说明真正的原因:因为雅典人认为判处我有罪是更好的,所以我也同样认为坐在这里是更好的,并且留在这里承受他们所要求的刑罚是更公正的。
ἐπεὶ νὴ τὸν κύνα, ὡς ἐγᾦμαι, πάλαι ἂν ταῦτα τὰ νεῦρα καὶ τὰ ὀστᾶ ἢ περὶ Μέγαρα ἢ Βοιωτοὺς ἦν, ὑπὸ δόξης φερόμενα τοῦ βελτίστου, εἰ μὴ δικαιότερον ᾤμην καὶ κάλλιον εἶναι πρὸ τοῦ φεύγειν τε καὶ ἀποδιδράσκειν ὑπέχειν τῇ πόλει δίκην ἥντιν’ ἂν τάττῃ.
因为,凭犬发誓,依我看,这些韧带和骨头早就凭着对“最好”的信念而被带到麦加拉或波奥提亚一带去了,要不是我认为比起逃跑和开溜,留下来承受城邦所规定的任何惩罚是更公正、更光荣的话。
§99ΦΑΙΔ. ἀλλ’ αἴτια μὲν τὰ τοιαῦτα καλεῖν λίαν ἄτοπον·
斐多:然而,把这些东西称为原因是非常荒谬的。
εἰ δέ τις λέγοι ὅτι ἄνευ τοῦ τὰ τοιαῦτα ἔχειν καὶ ὀστᾶ καὶ νεῦρα καὶ ὅσα ἄλλα ἔχω οὐκ ἂν οἷός τ’ ἦ ποιεῖν τὰ δόξαντά μοι, ἀληθῆ ἂν λέγοι·
但如果有人说,如果没有骨头和韧带以及我所拥有的其他一切,我就无法做我决定要做的事,那他说的就是真话。
ὡς μέντοι διὰ ταῦτα ποιῶ ἃ ποιῶ, καὶ ταῦτα νῷ πράττων, ἀλλ’ οὐ τῇ τοῦ βελτίστου αἱρέσει, πολλὴ ἂν καὶ μακρὰ ῥᾳθυμία εἴη τοῦ λόγου.
然而,如果说我是因为这些而做我所做的事,而且是在用心灵行事,而不是由于对“最好”的选择,那将是非常轻率和拖沓的论点。
τὸ γὰρ μὴ διελέσθαι οἷόν τ’ εἶναι ὅτι ἄλλο μέν τί ἐστι τὸ αἴτιον τῷ ὄντι, ἄλλο δὲ ἐκεῖνο ἄνευ οὗ τὸ αἴτιον οὐκ ἄν ποτ’ εἴη αἴτιον·
因为不能区分什么是真正的因,而什么是没有它因就绝不能成为因的东西。
ὃ δή μοι φαίνονται ψηλαφῶντες οἱ πολλοὶ ὥσπερ ἐν σκότει, ἀλλοτρίῳ ὀνόματι προσχρώμενοι, ὡς αἴτιον αὐτὸ προσαγορεύειν.
这正是许多人似乎在黑暗中摸索的事情,他们借用了一个不属于它的名字,将其称作原因。
διὸ δὴ καὶ ὁ μέν τις δίνην περιτιθεὶς τῇ γῇ ὑπὸ τοῦ οὐρανοῦ μένειν δὴ ποιεῖ τὴν γῆν, ὁ δὲ ὥσπερ καρδόπῳ πλατείᾳ βάθρον τὸν ἀέρα ὑπερείδει·
所以,有人在地球周围放一个漩涡,使地球因天体而保持静止;另一个人则用空气作为支柱,把地球像一个扁平的揉面盆一样支撑起来。
τὴν δὲ τοῦ ὡς οἷόν τε βέλτιστα αὐτὰ τεθῆναι δύναμιν οὕτω νῦν κεῖσθαι, ταύτην οὔτε ζητοῦσιν οὔτε τινὰ οἴονται δαιμονίαν ἰσχὺν ἔχειν, ἀλλὰ ἡγοῦνται τούτου Ἄτλαντα ἄν ποτε ἰσχυρότερον καὶ ἀθανατώτερον καὶ μᾶλλον ἅπαντα συνέχοντα ἐξευρεῖν, καὶ ὡς ἀληθῶς τὸ ἀγαθὸν καὶ δέον συνδεῖν καὶ συνέχειν οὐδὲν οἴονται.
但是,那种使它们以尽可能最好的方式安放、从而现在如此呈现的力量,他们既不寻找,也不认为具有某种神圣的力量;相反,他们以为总有一天能找到一个比这更强壮、更不朽、更能把一切维系在一起的阿特拉斯,而完全不相信真正的好和应该做的事能够维系和支持一切。
ἐγὼ μὲν οὖν τῆς τοιαύτης αἰτίας ὅπῃ ποτὲ ἔχει μαθητὴς ὁτουοῦν ἥδιστ’ ἂν γενοίμην·
因此,对于这样一种原因,无论它究竟如何,我都最乐意成为任何人的学生去学习。
ἐπειδὴ δὲ ταύτης ἐστερήθην καὶ οὔτ᾽ αὐτὸς εὑρεῖν οὔτε παρ’ ἄλλου μαθεῖν οἷός τε ἐγενόμην, τὸν δεύτερον πλοῦν ἐπὶ τὴν τῆς αἰτίας ζήτησιν ᾗ πεπραγμάτευμαι βούλει σοι, ἔφη, ἐπίδειξιν ποιήσωμαι, ὦ Κέβης;
但由于我失去了这个,既不能自己找到,也无法从别人那里学到,你是否愿意,刻贝,让我向你展示一下我在寻找原因时所采取的“第二航路” 吗? 」他说。
ὑπερφυῶς μὲν οὖν, ἔφη, ὡς βούλομαι.
「非常极其渴望,」他说,「我太想看了。
ἔδοξε τοίνυν μοι, ἦ δ’ ὅς, μετὰ ταῦτα, ἐπειδὴ ἀπειρήκη τὰ ὄντα σκοπῶν, δεῖν εὐλαβηθῆναι μὴ πάθοιμι ὅπερ οἱ τὸν ἥλιον ἐκλείποντα θεωροῦντες καὶ σκοπούμενοι πάσχουσιν·
」「那么,」他说,「在那之后,当我放弃了对存在之物的考察时,我认为必须小心,不要像那些观察和考察日食的人那样遭受同样的境遇。
διαφθείρονται γάρ που ἔνιοι τὰ ὄμματα, ἐὰν μὴ ἐν ὕδατι ἤ τινι τοιούτῳ σκοπῶνται τὴν εἰκόνα αὐτοῦ.
因为有些人如果不通过水或类似介质观察其投影,他们的眼睛就会受到伤害。
τοιοῦτόν τι καὶ ἐγὼ διενοήθην, καὶ ἔδεισα μὴ παντάπασι τὴν ψυχὴν τυφλωθείην βλέπων πρὸς τὰ πράγματα τοῖς ὄμμασι καὶ ἑκάστῃ τῶν αἰσθήσεων ἐπιχειρῶν ἅπτεσθαι αὐτῶν.
我也想到了类似的事情,并害怕通过眼睛看事物、试图用每一种感官去接触它们,会使我的灵魂完全失明。
ἔδοξε δή μοι χρῆναι εἰς τοὺς λόγους καταφυγόντα ἐν ἐκείνοις σκοπεῖν τῶν ὄντων τὴν ἀλήθειαν.
因此,在我看来,我必须逃向言论,在其中考察存在之物的真实性。