Humanitext Reader

柏拉图 · 斐多篇 §96

年轻苏格拉底对自然哲学的探求与困惑

第 37 段,共 55 段 · 希腊语

内容简介

苏格拉底讲述了他年轻时对“自然探究”的向往,以及这种研究如何导致他陷入困惑,甚至忘掉了以前自以为知道的知识。他回顾了自己早期关于事物生长、大小比较以及数字大小的朴素看法。

§96ΦΑΙΔ. ἐγὼ οὖν σοι δίειμι περὶ αὐτῶν, ἐὰν βούλῃ, τά γε ἐμὰ πάθη·
斐多:『那么,如果你愿意,我就向你详细讲述我自己在这些事情上的经历。
ἔπειτα ἄν τί σοι χρήσιμον φαίνηται ὧν ἂν λέγω, πρὸς τὴν πειθὼ περὶ ὧν δὴ λέγεις χρήσῃ.
此后,在我所说的话中,如果有什么对你显得有用,你就可以用它来为你所说的事情提供论证。
ἀλλὰ μήν, ἔφη ὁ Κέβης, βούλομαί γε.
』『是的,』克贝说,『我确实非常想听。
ἄκουε τοίνυν ὡς ἐροῦντος.
』『那么,请听我细说。
ἐγὼ γάρ, ἔφη, ὦ Κέβης, νέος ὢν θαυμαστῶς ὡς ἐπεθύμησα ταύτης τῆς σοφίας ἣν δὴ καλοῦσι περὶ φύσεως ἱστορίαν·
因为,克贝,』他说,『当我年轻的时候,我曾极其渴望得到人们称之为“自然探究”的那种智慧。
ὑπερήφανος γάρ μοι ἐδόκει εἶναι, εἰδέναι τὰς αἰτίας ἑκάστου, διὰ τί γίγνεται ἕκαστον καὶ διὰ τί ἀπόλλυται καὶ διὰ τί ἔστι.
因为在我看来,知道每一件事物的原因——为什么每一件事物会生成,为什么会消灭,为什么存在——是一件极其令人自豪的事情。
καὶ πολλάκις ἐμαυτὸν ἄνω κάτω μετέβαλλον σκοπῶν πρῶτον τὰ τοιάδε· ἆρ’ ἐπειδὰν τὸ θερμὸν καὶ τὸ ψυχρὸν σηπεδόνα τινὰ λάβῃ, ὥς τινες ἔλεγον, τότε δὴ τὰ ζῷα συντρέφεται;
我曾多次让自己反反复复地思考,首先考察诸如此类的事情:是不是当热和冷产生某种腐败时,正如某些人所说,动物就在那时开始孕育了?
καὶ πότερον τὸ αἷμά ἐστιν ᾧ φρονοῦμεν, ἢ ὁ ἀὴρ ἢ τὸ πῦρ;
我们用以思考的是血液,还是空气,还是火?
ἢ τούτων μὲν οὐδέν, ὁ δ’ ἐγκέφαλός ἐστιν ὁ τὰς αἰσθήσεις παρέχων τοῦ ἀκούειν καὶ ὁρᾶν καὶ ὀσφραίνεσθαι, ἐκ τούτων δὲ γίγνοιτο μνήμη καὶ δόξα, ἐκ δὲ μνήμης καὶ δόξης λαβούσης τὸ ἠρεμεῖν, κατὰ ταῦτα γίγνεσθαι ἐπιστήμην;
或者这些都不是,而是大脑提供了听觉、视觉和嗅觉,并从这些感觉中产生记忆和信念,而当记忆和信念获得稳固时,知识就依此而产生?
καὶ αὖ τούτων τὰς φθορὰς σκοπῶν, καὶ τὰ περὶ τὸν οὐρανόν τε καὶ τὴν γῆν πάθη, τελευτῶν οὕτως ἐμαυτῷ ἔδοξα πρὸς ταύτην τὴν σκέψιν ἀφυὴς εἶναι ὡς οὐδὲν χρῆμα.
当我转而考察这些事物的消灭,以及关于天空和大地的种种现象时,最终我发现自己对这种研究是如此地没有天赋,以至于简直一无是处。
τεκμήριον δέ σοι ἐρῶ ἱκανόν· ἐγὼ γὰρ ἃ καὶ πρότερον σαφῶς ἠπιστάμην, ὥς γε ἐμαυτῷ καὶ τοῖς ἄλλοις ἐδόκουν, τότε ὑπὸ ταύτης τῆς σκέψεως οὕτω σφόδρα ἐτυφλώθην, ὥστε ἀπέμαθον καὶ ταῦτα ἃ πρὸ τοῦ ᾤμην εἰδέναι, περὶ ἄλλων τε πολλῶν καὶ διὰ τί ἄνθρωπος αὐξάνεται.
我可以给你一个充分的证据:因为那些我以前清楚知道的事情——至少我自己和别人都这么认为——在当时却被这种研究弄得极其盲目,以至于我甚至把以前自以为知道的事情也给忘掉了,这涉及许多其他事情,特别是关于“人为什么会成长”。
τοῦτο γὰρ ᾤμην πρὸ τοῦ παντὶ δῆλον εἶναι, ὅτι διὰ τὸ ἐσθίειν καὶ πίνειν·
因为在此之前,我认为这对应当是显而易见的,即:人成长是因为吃和喝。
ἐπειδὰν γὰρ ἐκ τῶν σιτίων ταῖς μὲν σαρξὶ σάρκες προσγένωνται, τοῖς δὲ ὀστοῖς ὀστᾶ, καὶ οὕτω κατὰ τὸν αὐτὸν λόγον καὶ τοῖς ἄλλοις τὰ αὐτῶν οἰκεῖα ἑκάστοις προσγένηται, τότε δὴ τὸν ὀλίγον ὄγκον ὄντα ὕστερον πολὺν γεγονέναι, καὶ οὕτω γίγνεσθαι τὸν σμικρὸν ἄνθρωπον μέγαν.
因为每当从食物中,肉增加到肉上,骨增加到骨上,并且同样地,按照相同的道理,其他各个部分也增加了它们各自固有的成分,那么,原先微小的体积后来就变得巨大,而微小的人也就这样变大了。
οὕτως τότε ᾤμην·
那时我就是这样想的。
οὐ δοκῶ σοι μετρίως;
你不觉得这挺合理的吗?
ἔμοιγε, ἔφη ὁ Κέβης.
』『对我来说确实如此,』克贝说。
σκέψαι δὴ καὶ τάδε ἔτι.
『那么,你再考虑一下这些事情。
ᾤμην γὰρ ἱκανῶς μοι δοκεῖν, ὁπότε τις φαίνοιτο ἄνθρωπος παραστὰς μέγας σμικρῷ μείζων εἶναι αὐτῇ τῇ κεφαλῇ, καὶ ἵππος ἵππου· καὶ ἔτι γε τούτων ἐναργέστερα, τὰ δέκα μοι ἐδόκει τῶν ὀκτὼ πλέονα εἶναι διὰ τὸ δύο αὐτοῖς προσεῖναι, καὶ τὸ δίπηχυ τοῦ πηχυαίου μεῖζον εἶναι διὰ τὸ ἡμίσει αὐτοῦ ὑπερέχειν.
因为我曾认为自己知道得足够清楚,每当一个高大的人站在一个矮小的人旁边,显得比矮小的人高出“一头”,或者一匹马比另一匹马高出“一头”时;而且比这些更明显的,我认为十比八多,是因为加上了二;两肘尺的东西比一肘尺的东西大,是因为它超出了它的一半。
νῦν δὲ δή, ἔφη ὁ Κέβης, τί σοι δοκεῖ περὶ αὐτῶν;
』『而现在,』克贝说,『你对这些事情怎么看? 』

词汇与语法注释

  1. 96aὡς ἐροῦντος — “听我细说(作为将要陈述的人)”。这里省略了作为动词 `ἀκούω` 宾语的属格代词(如 `ἐμοῦ`),未来分词 `ἐροῦντος` 与表示主观意图或前提的 `ὡς` 连用,修饰该省略的代词。
  2. 96aθαυμαστῶς ὡς — “惊人地”。原本的从句结构“θαυμαστόν ἐστιν ὡς”(多么令人惊异啊)已融合为一个惯用的副词性短语,用以修饰并加强动词“ἐπεθύμησα”的语气。
  3. 96cὡς οὐδὲν χρῆμα — “简直一无是处(犹如没有任何用处的事物)”。否定代词 `οὐδέν` 与 `χρῆμα`(事物、东西)组合,并带有 `ὡς`,构成表示极度否定或对比的惯用句,修饰并加强形容词 `ἀφυής` 的程度。
  4. 96eαὐτῇ τῇ κεφαλῇ — “高出‘一头’(正是凭借这颗头本身)”。这是表示度量差异(程度差异)的与格,指明两物高矮差距的具体标准。反身代词 `αὐτῇ` 强调作为比较基准的“头本身”。

引用这一段

柏拉图, 斐多篇 §96. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg004.humanitext-grc2:96

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。